Galenus. De placitis Hippocratis et Platonis (De plac. Hipp. et Plat.) [n° 033 Fichtner] [GalLat]

Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Doctrines d’Hippocrate et de Platon
The Doctrines of Hippocrates and Plato (PHP)
De Lacy, 2005.
De Hippocratis et Platonis placitis, 1823, vol. 5, p. 181-805. urn:cts:greekLit:tlg0057.tlg032.verbatim-lat1
De Lacy, 2005 (eng).

De Hippocratis et Platonis placitis, 5.6, ed. Kühn, 1823, vol. 5, p. 468-479. urn:cts:greekLit:tlg0057.tlg032.1st1K-grc1:5.6

16. Ἀλλὰ περὶ μὲν τῶν ἀρετῶν ἐν τοῖς ἑξῆς ἐροῦμεν,
17. ἐπειδὴ καὶ περὶ τούτων ὁ Χρύσιππος ἐπηρεάζει τὸν Πλάτωνα.
18. νυνὶ γὰρ ἐξ ἀκολουθίας τινὸς αὐτῶν ἐμνημόνευσα, τῷ περὶ
1. τῶν παθῶν δόγματι καὶ τοῦ περὶ τῶν ἀρετῶν ἐξ ἀνάγκης
2. ἑπομένου, ὥσπερ καὶ ὁ Ποσειδώνιός φησιν, ᾧδέ πως γράφων
3. αὐτοῖς ὀνόμασι κατὰ τὸ πρῶτον περὶ παθῶν οὐ μετὰ
4. πολλὰ τῆς ἀρχῆς τοῦ βιβλίου· νομίζω γὰρ καὶ τὴν περὶ
5. ἀγαθῶν καὶ κακῶν, καὶ τὴν περὶ τελῶν, καὶ τὴν περὶ ἀρετῶν
6. ἐκ τῆς περὶ παθῶν ὀρθῶς διασκέψεως ἠρτῆσθαι.
7. ὅτι μὲν οὖν τὴν περὶ τῶν ἀρετῶν ὀρθῶς δόξαν ἐζεῦχθαι
8. συμβέβηκε τῇ περὶ τῶν παθῶν, αὐτάρκως ἐνδεδεῖχθαί μοι
9. δοκῶ· ὅτι δὲ καὶ τὴν περὶ ἀγαθῶν τε καὶ τοῦ τέλους, ἀρκεῖ
10. μοι τὰ Ποσειδωνίου παραγράψαι τόνδε τὸν τρόπον
11. ἔχοντα. τὸ δὴ τῶν παθῶν αἴτιον, τουτέστι τῆς τε ἀνομολογίας
12. καὶ τοῦ κακοδαίμονος βίου, τὸ μὴ κατὰ πᾶν ἕπεσθαι
13. τῷ ἐν αὑτῷ δαίμονι συγγενεῖ τε ὄντι καὶ τὴν ὁμοίαν
14. φύσιν ἔχοντι τῷ τὸν ὅλον κόσμον διοικοῦντι, τῷ δὲ χείρονι
15. καὶ ζωώδει ποτὲ συνεκκλίνοντας φέρεσθαι. οἱ δὲ τοῦτο παριδόντες
16. οὔτε ἐν τούτοις βελτιοῦσι τὴν αἰτίαν τῶν παθῶν,
17. οὔτ’ ἐν τοῖς περὶ τῆς εὐδαιμονίας καὶ ὁμολογίας ὀρθοδοξοῦσιν.
18. οὐ γὰρ βλέπουσιν, ὅτι πρῶτόν ἐστιν ἐν αὐτῇ τὸ
1. κατὰ μηδὲν ἄγεσθαι ὑπὸ τοῦ ἀλόγου τε καὶ κακοδαίμονος
2. καὶ ἀθέου τῆς ψυχῆς. ἐν τούτοις φανερῶς ὁ Ποσειδώνιος
3. ἐδίδαξε, πηλίκον ἁμαρτάνουσιν οἱ περὶ τὸν Χρύσιππον,
4. οὐ μόνον ἐν τοῖς περὶ τῶν παθῶν λογισμοῖς, ἀλλὰ
5. καὶ περὶ τοῦ τέλους. οὐ γὰρ, ὡς ἐκεῖνοι λέγουσιν, ἀλλ’ ὡς
6. ὁ Πλάτων ἐδίδαξε, τὸ τῇ φύσει ζῆν ὁμολογουμένως ἐστίν.
7. ὄντος γὰρ ἐν ἡμῖν τοῦ μὲν βελτίονος τῆς ψυχῆς μέρους,
8. τοῦ δὲ χείρους, ὁ μὲν τῷ βελτίονι συνεπόμενος ὁμολογουμένως
9. ἂν λέγοιτο τῇ φύσει ζῇν, ὁ δὲ τῷ χείρονι μᾶλλον
10. ἑπόμενος ἀνομολογουμένως· ἔστι δ’ οὗτος μὲν ὁ κατὰ πάθος
11. ζῶν, ἐκεῖνος δὲ ὁ κατὰ λόγον. οὐκ ἀρκεσθεὶς δὲ τούτοῖς
12. ὁ Ποσειδώνιος ἐναργέστερόν τε καὶ σφοδρότερον καθάπτεται
13. τῶν περὶ τὸν Χρύσιππον, ὡς οὐκ ὀρθῶς ἐξηγουμένων
14. τὸ τέλος. ἔχει δὲ ἡ ῥῆσις ᾧδε· ἃ δὴ παρέντες ἔνιοι
15. τὸ ὁμολογουμένως ζῇν συστέλλουσιν εἰς τὸ πᾶν τὸ ἐνδεχόμενον
16. ποιεῖν ἕνεκα τῶν πρώτων κατὰ φύσιν, ὅμοιον αὐτὸ
17. ποιοῦντες τῷ σκοπὸν ἐκτίθεσθαι τὴν ἡδονὴν, ἢ τὴν
18. ἀοχλησίαν, ἢ ἄλλο τι τοιοῦτον. ἔστι δὲ μάχην ἐμφαῖνον
1. κατ’ αὐτὴν τὴν ἐκφορὰν, καλὸν δὲ καὶ εὐδαιμονικὸν οὐδέν.
2. παρέπεται γὰρ κατὰ τὸ ἀναγκαῖον τῷ τέλει, τέλος δὲ
3. οὐκ ἔστιν, ἀλλὰ καὶ τούτου διαληφθέντος ὀρθῶς, ἔξεστι
4. μὲν αὐτῷ χρῆσθαι πρὸς τὸ διακόπτειν τὰς ἀπορίας, ἃς οἱ
5. σοφισταὶ προτείνουσι, μὴ μέντοι γε τὸ κατ’ ἐμπειρίαν τῶν
6. κατὰ τὴν ὅλην φύσιν συμβαινόντων ζῇν, ὅπερ ἰσοδυναμεῖ
7. τῷ ὁμολογουμένως εἰπεῖν ζῇν, ἡνίκα μὴ τοῦτο μικροπρεπῶς
8. συντείνειν εἴς τι τῶν διαφόρων τυγχάνει. ἤρκει μὲν οὖν
9. ἴσως καὶ τοῦτο πρὸς ἔνδειξιν τῆς ἀτοπίας ὧν ὁ Χρύσιππος
10. εἴρηκε περὶ τοῦ τέλους ἐξηγούμενος, ὅπως ἂν τις τυγχάνοι
11. τοῦ ὁμολογουμένως τῇ φύσει ζῇν. ἄμεινον μὴν ἡγοῦμαι καὶ
12. τὰ τούτοις ἑξῆς ὑπὸ τοῦ Ποσειδωνίου γεγραμμένα παραθέσθαι
13. τόνδε τὸν τρόπον ἔχοντα. ταύτην τε δὴ τὴν ἀτοπίαν
14. διέλυσεν ἡ αἰτία τῶν παθῶν ὁραθεῖσα, καὶ τὰς ἀρχὰς
15. ἔδειξε τῆς ἐν τοῖς ὀρεκτοῖς καὶ φευκτοῖς διαστροφῆς,
16. καὶ τοὺς τρόπους τῆς ἀσκήσεως διεῖλε. καὶ τὰ διαπορούμενα
17. περὶ τῆς ἐκ πάθους ὁρμῆς ἐξέφῃνεν. οὐ σμικρά γε
18. οὐδὲ τὰ τυχόντα φησὶν ἡμᾶς ἀπολαύσειν ἀγαθὰ, τῆς αἰτίας
1. τῶν παθῶν εὑρεθείσης. εἰς γὰρ τὸ μαθεῖν ἀκριβῶς, οἷόν
2. τι τὸ ὁμολογουμένως τῇ φύσει ζῇν ἐστιν, ἐκ τῆς τῶν παθῶν
3. αἰτίας εὑρεθείσης ὠφελήθημεν. ὁ μὲν γὰρ κατὰ πάθος
4. οὐχ ὁμολογουμένως ζῇ τῇ φύσει, ὁ δὲ μὴ κατὰ
5. πάθος ὁμολογουμένως ζῇ τῇ φύσει. ἕπεται γὰρ ὁ μὲν τῷ
6. ἀλόγῳ καὶ ἐμπλήκτῳ τῆς ψυχῆς, ὁ δὲ τῷ λογικῷ τε καὶ τῷ
7. θείῳ. καὶ τὰς ἀρχὰς δὲ τῆς ἐν τοῖς αἱρετοῖς τε καὶ
8. φευκτοῖς διαστροφῆς ἐδίδαξεν ἡ αἰτία τῶν παθῶν εὑρεθεῖσα.
9. τὰ γὰρ οἰκεῖα ταῖς ἀλόγοις δυνάμεσι τῆς ψυχῆς ἐξαπατώμενοί
10. τινες ὡς ἁπλῶς οἰκεῖα δοξάζουσιν, οὐκ εἰδότες, ὡς τὸ
11. μὲν ἥδεσθαί τε καὶ τὸ κρατεῖν τῶν πέλας τοῦ ζωώδους
12. τῆς ψυχῆς ἐστιν ὀρεκτὰ, σοφία δὲ καὶ πᾶν ὅσον ἀγαθόν
13. τε καὶ καλὸν ἅμα τοῦ λογικοῦ τε καὶ θείου. καὶ τοὺς τρόπους
14. δὲ, φησὶ, τῆς ἀσκήσεως ἡ τῶν παθῶν αἰτία γνωρισθεῖσα
15. διωρίσατο. τοὺς μὲν γὰρ ἐν τοιοῖσδε ῥυθμοῖς ἅμα
16. καὶ ἁρμονίαις καὶ ἐπιτηδεύμασι, τοὺς δὲ ἐν τοιοῖσδε διαιτᾶσθαι
17. κελεύσομεν, ὥσπερ ὁ Πλάτων ἡμᾶς ἐδίδαξε, τοὺς
18. μὲν ἀμβλεῖς καὶ νωθροὺς καὶ ἀθύμους ἔν τε τοῖς ὀρθίοις
1. ῥυθμοῖς καὶ ταῖς κινούσαις ἰσχυρῶς τὴν ψυχὴν ἁρμονίαις
2. καὶ τοῖς τοιούτοις ἐπιτηδεύμασι τρέφοντες, τοὺς δὲ θυμικωτέρους
3. καὶ μανικώτερον ᾄττοντας ἐν ταῖς ἐναντίαις. ἐπεὶ
4. διὰ τί πρὸς θεῶν (ἐρωτήσω γὰρ ἔτι τοῦτο τοὺς ἀπὸ τοῦ
5. Χρυσίππου) Δάμων ὁ μουσικὸς αὐλητρίδι παραγενόμενος
6. αὐλούσῃ τὸ Φρύγιον νεανίαις τισὶν οἰνωμένοις καὶ μανικὰ
7. ἄττα διαπραττομένοις ἐκέλευσεν αὐλῆσαι τὸ Δώριον, οἱ δ’
8. εὐθὺς ἐπαύσαντο τῆς ἐμπλήκτου φορᾶς; οὐ γὰρ δήπου τὰς
9. δόξας τοῦ λογιστικοῦ μεταδιδάσκονται πρὸς τῶν αὐλημάτων,
10. ἀλλὰ τὸ παθητικὸν τῆς ψυχῆς ἄλογον ὑπάρχον, ἐπεγείρονταί
11. τε καὶ πραΰνονται διὰ κινήσεων ἀλόγων. τῷ μὲν γὰρ
12. ἀλόγῳ διὰ τῶν ἀλόγων ἥ τε ὠφέλεια καὶ ἡ βλάβη, τῷ λογικῷ
13. δὲ δι’ ἐπιστήμης τε καὶ εὐμαθίας. καὶ ταῦτ’ οὖν ἐν
14. τῆς τῶν παθῶν αἰτίας γνωσθείσης ὠφελεῖσθαί φησιν ἡμᾶς
15. ὁ Ποσειδώνιος, καὶ προσέτι τὰ διαπορούμενα περὶ τῆς
16. ἐκ πάθους ὁρμῆς ἐξέφηνεν. εἶτ’ αὐτὸς, ἅττα ποτ’ αὐτά
17. ἐστιν, ἐπιφέρων ἐξηγεῖται τόνδε τὸν τρόπον. οἶμαι γὰρ,
18. ὅτι πάλαι βλέπετε, πῶς διὰ λόγου μὲν πεισθέντες κακὸν
1. ἑαυτοῖς παρεῖναι ἢ ἐπιφέρεσθαι οὔτε φοβοῦνται οὔτε λυποῦνται,
2. φαντασίας δ’ ἐκείνων αὐτῶν λαμβάνονται. πῶς
3. γὰρ ἄν τις λόγῳ κινήσειε τὸ ἄλογον, ἐὰν μή τινα ἀναζωγράφησιν
4. προσβάληται αἰσθητῇ παραπλησίαν; οὕτως οὖν ἐκ
5. διηγήσεώς τινες εἰς ἐπιθυμίαν ἐκπίπτουσιν, καὶ ἐναργῶς ἐγκελευσαμένου
6. του φεύγειν τὸν ἐπιφερόμενον λέοντα, οὐκ ἰδόντες
7. φοβοῦνται. ταῦτά τε οὖν εἴρηται καλῶς τῷ Ποσειδωνίῳ
8. καὶ τὰ τούτων ἐφεξῆς ἔτι, συμπάσας τὰς αἰτίας
9. ἐξηγουμένῳ τῶν ἀπορηθέντων ὑπὸ τοῦ Χρυσίππου, περὶ ὧν
10. κατὰ τὸ πρὸ τούτου γράμμα διῆλθον ἐπὶ τῆς τελευτῆς,
11. ὅθεν μοι δοκῶ καὶ νῦν ἐνταῦθα καταπαῦσαι τὸν λόγον,
12. μίαν ἔτι τὴν ἐφεξῆς αὐτοῦ παραγράψας ῥῆσιν ἔχουσαν ᾧδε.
13. καὶ μὴν οἱ προκόπτοντες μεγάλα κακὰ δοκοῦντες ἑαυτοῖς
14. οὐ λυποῦνται· φέρονται γὰρ οὐ κατὰ τὸ ἄλογον τῆς ψυχῆς
15. οὕτως ἀλλὰ κατὰ τὸ λογικόν. εἶτ’ ἐφεξῆς οὗτος, διὰ τί
16. τὰ χρονίζοντα τῶν παθῶν ἡσυχέστερά τε καὶ ἀσθενέστερα
17. γίγνεται, τὴν αἰτίαν ἀποδίδωσιν, ὑπὲρ ἧς ὁ Χρύσιππος ἐν
1. τῷ δευτέρῳ περὶ παθῶν ἀπορεῖν ὡμολόγησεν. εἴρηται δὲ
2. περὶ αὐτῆς ὑφ’ ἡμῶν ἐπὶ τῇ τελευτῇ τοῦ τετάρτου, καὶ νῦν
3. εἰρήσεται διὰ βραχέων οἷον ἐπιτομή τις τῆς Ποσειδωνίου ῥήσεως
4. μακρᾶς ὑπαρχούσης. τὸ τοίνυν παθητικὸν τῆς ψυχῆς
5. ἐν τῷ χρόνῳ τοῦτο μὲν ἐμπίπλαται τῶν οἰκείων ἐπιθυμιῶν,
6. τοῦτο δὲ κάμνει ταῖς πολυχρονίαις κινήσεσιν, ὥστε διὰ
7. ἄμφω καθησυχάσαντος αὐτοῦ καὶ μέτρια κινουμένου κρατεῖν
8. ὁ λογισμὸς ἤδη δύναται, ὥσπερ καὶ ἵππου τινὸς ἐκφόρου
9. τὸν ἐπιβάτην ἐξενεγκόντος βιαίως, εἶτα κάμνοντός τε
10. ἅμα τῷ δρόμῳ καὶ προσέτι καὶ ἐμπλησθέντος ὧν ἐπεθύμησεν,
11. αὖθις ὁ ἡνίοχος ἐγκρατὴς κατασταίη. φαίνεται γὰρ
12. τοῦτο πολλάκις γιγνόμενον, καὶ οἵ γε παιδεύοντες τὰ νέα
13. τῶν ζώων, ἐπιτρέψαντες αὐτοῖς κάμνειν τε ἅμα καὶ ἐμπλησθῆναι
14. κατὰ τὰς ἐκφόρους κινήσεις, ὕστερον ἐπιτίθενται.
15. περί τε οὖν τῶν τοιούτων ἠπόρησεν ὁ Χρύσιππος, ὡς ἂν
16. οὐ δυνάμενος εἰς τὸ παθητικὸν τῆς ψυχῆς ἀναφέρεσθαι αὐτῶν
17. τὰς αἰτίας, καὶ προσέτι, καὶ γὰρ καὶ τοῦτο δείκνυσιν
18. ἐν τοῖς ἑξῆς ὁ Ποσειδώνιος, οὐ τοῖς φαινομένοις μόνοις,
1. ἀλλὰ καὶ Ζήνωνι καὶ Κλεάνθει διαφέρεται. τὴν μὲν τοῦ
2. Κλεάνθους γνώμην ὑπὲρ τοῦ παθητικοῦ τῆς ψυχῆς ἐκ τῶνδε
3. φαίνεσθαί φησι τῶν ἐπῶν. ΛΟΓ. Τί ποτ’ ἔσθ’ ὅ τι βούλει,
4. θυμέ; τοῦτό μοι φράσον, Θ. Ἔχω, λογισμὲ, πᾶν ὃ
5. βούλομαι ποιεῖν. ΛΟΓ. Βασιλικόν γε πλὴν ὅμως εἰπὸν
6. πάλιν. Θ. Ὅσ’ ἂν ἐπιθυμῶ, ταῦθ’ ὅπως γενήσεται. ταυτὶ
7. τὰ ἀμοιβαῖα Κλεάνθους φησὶν εἶναι Ποσειδώνιος, ἐναργῶς
8. ἐνδεικνύμενος τὴν περὶ τοῦ παθητικοῦ τῆς ψυχῆς γνώμην
9. αὐτοῦ, εἴ γε δὴ πεποίηκε τὸν λογισμὸν τῷ θυμῷ διαλεγόμενον
10. ὡς ἕτερον ἑτέρῳ. ὁ δὲ Χρύσιππος οὔθ’ ἕτερον.
11. εἶναι νομίζει τὸ παθητικὸν τῆς ψυχῆς τοῦ λογιστικοῦ, καὶ
12. τῶν ἀλόγων ζώων ἀφαιρεῖται τὰ πάθη φανερῶς ἐπιθυμίᾳ
13. τε καὶ θυμῷ διοικουμένων, ὡς καὶ Ποσειδώνιος ὑπὲρ αὐτῶν.
14. ἐπιπλέον διεξέρχεται. ὅσα μὲν οὖν τῶν ζώων δυσκίνητ’ ἐστὶ
15. καὶ προσπεφυκότα δίκην φυτῶν πέτραις ἤ τισιν ἑτέροις
16. τοιούτοις, ἐπιθυμίᾳ μόνῃ διοικεῖσθαι λέγει αὐτὰ, τὰ δ’
17. ἄλλα τὰ ἄλογα σύμπαντα ταῖς δυνάμεσιν ἀμφοτέραις χρῆσθαι,
18. τῇ τ’ ἐπιθυμητικῇ καὶ τῇ θυμοειδεῖ, τὸν ἄνθρωπον
1. δὲ μόνον ταῖς τρισὶ, προσειληφέναι γὰρ καὶ τὴν λογιστικὴν
2. ἀρχήν. ταῦτά τε οὖν ὀρθῶς εἴρηται τῷ Ποσειδωνίῳ καὶ
3. ἄλλα πάμπολλα καθ’ ὅλην τὴν περὶ τῶν παθῶν πραγματείαν.
4. ὥσπερ οὖν ὁ Χρύσιππος ἐσφαλμένος ἐν αὐτοῖς, ὡς
5. ἄν τις εἴποι, τοῖς στοιχείοις τῆς περὶ τῶν παθῶν θεωρίας
6. ἐξ ἀνάγκης πάμπολλα κακῶς εἶπεν, οὕτως ἀνάγκη τὸν ἀληθέσι
7. ταῖς ἀρχαῖς χρησάμενον, εἰ μὲν ἀκριβῶς φυλάξειε τὸ
8. πρὸς αὐτὰς ἀκόλουθον, ἅπαν εἰπεῖν ὀρθῶς, εἰ δ’ οὐκ
9. ἀκριβῶς, ἀλλὰ τά γε πλεῖστα κατορθῶσαι. δοκῶ μοι καταπαύσειν
10. ἤδη τὸν ἐνεστῶτα λόγον ἐν τῷδε. τὸ γὰρ ἐπισκέπτεσθαι
11. νῦν, ὁποίας τινὸς ἔχεται γνώμης ὁ Ζήνων, οὐ
12. κατὰ τὸν ἐξ ἀρχῆς ἄν μοι προστεθέντα γίγνοιτο σκοπόν.
13. ἕνεκα γὰρ τοῦ μὴ μακρολογεῖν ἀποχωρήσειν ἔφην τῶν ἄλλων
14. Στωϊκῶν, ἐξετάζειν δὲ μόνα τὰ Χρυσίππου. καὶ γὰρ
15. οὐδὲ τί ποτε ἕκαστος ἐγίγνωσκε τῶν φιλοσόφων ὑπὲρ ψυχῆς,
16. ὑπεσχόμην ἐν τῇδε τῇ πραγματείᾳ διελθεῖν, ἀλλ’ ὅπως ἀληθείας
17. ἔχει τὰ Πλάτωνός τε καὶ Ἱπποκράτους δόγματα διασκέψασθαι.
18. ὥστε καὶ τὰ πρὸς τὸν Χρύσιππον ἀντειρημένα
1. μοι παρὰ τὸ προκείμενον ἐγένετο, καὶ Ζήνων, εἰ μὲν τὰ
2. αὐτὰ βούλοιτο Χρυσίππῳ, τοῖς αὐτοῖς ἐγκλήμασιν ὑπεύθυνος
3. καταστήσεται, εἰ δὲ ταῖς τοῦ Πλάτωνος ἀρχαῖς ἕποιτο
4. Κλεάνθει τε καὶ Ποσειδωνίῳ παραπλησίως, τῆς ἡμετέρας
5. ἂν οὕτω μετέχοι φιλοσοφίας, εἰ δ’, ὅπερ ἐγὼ πείθομαι,
6. κρίσεσιν ἐπιγίγνεσθαι τὰ πάθη νομίζει, μέσος ἂν εἴη τῆς τε
7. χειρίστης ὑπὲρ αὐτῶν αἱρέσεως τῆς Χρυσίππου καὶ τῆς ἀρίστης,
8. ἣν Ἱπποκράτης τε καὶ Πλάτων ἁπάντων πρῶτοι μετεχειρίσαντο.
9. Ποσειδώνιος δὲ καὶ Πυθαγόραν φησὶν, αὐτοῦ
10. μὲν τοῦ Πυθαγόρου συγγράμματος οὐδενὸς εἰς ἡμᾶς διασωζομένου,
11. τεκμαιρόμενος δ’ ἐξ ὧν ἔνιοι τῶν μαθητῶν αὐτοῦ
12. γεγράφασιν. ἀλλ’, ὅπερ εἶπον ὀλίγον ἔμπροσθεν, οὐχ ἱστορίαν
13. δογμάτων παλαιῶν ὁ λόγος διδάξειν ἐπηγγείλατο, μόνα δὲ
14. τὰ πρὸς Ἱπποκράτους καὶ Πλάτωνος εἰρημένα διασκέψεσθαι.
15. καί μοι τοῦτο, καθ’ ὅσον οἷόν τ’ ἦν, περαίνεται διὰ
16. βραχυτάτων. οὐ γὰρ, ὅτι πολύβιβλος ἡ πραγματεία, χρὴ
17. σκοπεῖν, ἀλλὰ τοῦτο μὲν εἰς τὸ πλῆθός τε καὶ τὸ
18. μέγεθος ὧν ἂν ἐπισκεπτώμεθα δογμάτων ἀναφέρειν, ἐξετάζειν
1. τε καὶ σκοπεῖν, εἰ περὶ τῶν αὐτῶν ἐνεχώρει βραχύτερον
2. εἰπεῖν ἄνευ τοῦ παραλιπεῖν τι τῶν ἀναγκαίων, ὡς τοῦτό γε
3. καὶ ἐξ αὐτῶν ὧν ἔγραψε Χρύσιππος περὶ παθῶν ἔνεστι καταμαθεῖν.
4. τεττάρων γὰρ βιβλίων οὕτω μεγάλων αὐτῷ γεγραμμένων,
5. ὥσθ’ ἕκαστον εἶναι διπλάσιον τῶν ἡμετέρων,
6. ὅμως ἡμεῖς οὐδ’ ἐν ὅλοις δύο τὴν περὶ τῶν παθῶν αὐτῷ
7. γνώμην ἐξητάκαμεν εὐθὺς καὶ τῶν τῷ Ποσειδωνίῳ γραφέντων
8. εἰς τὴν αὐτὴν πραγματείαν ἐπιμνησθέντες. ἡ μὲν δὴ
9. πρὸς Χρύσιππον ἀντιλογία τέλος ἐχέτω. νομίζω γὰρ, εἰ μέν
10. τις προσέσχε τὸν νοῦν τοῖς εἰρημένοις, οὐκ ἂν χαλεπῶς αὐτὸν
11. ἐξευρεῖν, ὅσα κατὰ μέρος ἐν ὅλῃ τῇ πραγματείᾳ διημάρτηται,
12. εἰ δέ τις οὐ προσέσχε τούτοις, οὐδ’ ἂν ἔτι πλείω
13. γράφηται προσέξει.

Cliquer un n° de page pour en afficher l’image