14. Μεταβήσομαι δ’ ἤδη πρὸς τὴν ὑπὸ Πλάτωνος
15. εἰρημένην ἐπίδειξιν ἐν τῷ τετάρτῳ τῆς Πολιτείας
16. ὑπὲρ τοῦ τρία τῆς ψυχῆς εἶναι μόρια τὰ καθ’ ὁρμὴν ἡμᾶς
17. κινοῦντα. γινώσκειν δὲ χρὴ κᾀνταῦθα τὸ μὲν, ὅτι μόρια
18. διαφέροντ’ ἀλλήλων ἐστὶν, οὐκ ἀναγκαστικῶς ἀποδεικνύμενον·
1. οὐδὲν γὰρ μᾶλλον τρεῖς εἶναι δυνάμεις ἢ τρία μόρια δείκνυσιν
2. ὁ λόγος· ὅτι μέν γε τρία μόνα σύμπαντ’ ἐστὶν, εἴτε
3. μόρια ψυχῆς, εἴτε δυνάμεις, ὑφ’ ὧν ὁ βίος ἡμῶν διοικεῖται,
4. βιαστικῶς τε καὶ ἀναντιῤῥήτως ἀποδείκνυται. ὥστε καὶ ἐκ
5. τῶν νῦν λεχθησομένων ἡ μὲν τοῦ Χρυσίππου διαβληθήσεται
6. δόξα, κατασκευασθήσεται δὲ τὸ κοινὸν Ἀριστοτέλους
7. καὶ Πλάτωνος καὶ Ποσειδωνίου δόγμα, τὸ καθ’ ἑτέραν μὲν
8. ἡμᾶς δύναμιν λογίζεσθαι, καθ’ ἑτέραν δὲ θυμοῦσθαι, κατ’
9. ἄλλην δ’ ἐπιθυμεῖν. ὅτι μέντοι καὶ ταῖς οὐσίαις ἀλλήλων
10. ταῦτα διαφέρει, καὶ πολὺ μᾶλλον ὅτι κατὰ διαφέροντας
11. ἵδρυται τόπους, ἐκ μὲν τῶν νῦν λεχθησομένων ἐπιστημονικὴν
12. ἀπόδειξιν οὐκ ἔνεστι λαβεῖν, ἐν δὲ τῷ μετὰ ταῦθ’
13. ὑπομνήματι γραφησομένῳ μοι, τῆς ὅλης πραγματείας ἕκτῳ
14. γενήσεσθαι μέλλοντι, δι’ ἐναργῶν λημμάτων ἀποδειχθήσεται
15. κατὰ τὰς Ἱπποκράτους τε καὶ Πλάτωνος μεθόδους.
16. ἰστέον δ’, ὅτι καὶ ὁ Πλάτων αὐτὸς ἐπίσταται τὴν
17. δύναμιν τῶν λεχθησομένων ἀποδείξεων. ἄρχεσθαι γοῦν αὐτῶν
18. μέλλων τάδε προὔγραψε. καὶ εὖ ἴσθι, ὦ Γλαύκων,
1. ὡς ἡ ἐμὴ δόξα, ἀκριβῶς μὲν τοῦτο ἐκ τοιούτων μεθόδων,
2. οἵαις δὴ νῦν ἐν τοῖς λόγοις χρώμεθα, οὐ μή ποτε λάβωμεν.
3. ἄλλη γὰρ μακροτέρα καὶ πλείων ὁδός ἐστι, δι’ ἧς ἀποδείκνυται,
4. τρία τῆς ψυχῆς ἡμῶν εἶναι τὰ μέρη, οὐ μόνον τοῖς
5. τόποις τοῦ σώματος, ἀλλὰ καὶ ταῖς οὐσίαις, καὶ ταῖς δυνάμεσι,
6. καὶ ταῖς ἐνεργείαις διαφέροντα, ὡς κατὰ τὸν ἑξῆς
7. λόγον ἐπιδείξω, καθ’ ὃν καὶ τὴν μέθοδον αὐτὴν, ἣν ἐνταῦθ’
8. αἰνίττεται, μέλλω διεξέρχεσθαι. διὰ τί δὲ, καίτοι
9. μὴ θαῤῥῶν ᾗ μέλλει λέγειν ἀποδείξει, ὅμως χρῆται, πρόδηλον
10. ὑπάρχειν οἶμαι τῷ γε προσεσχηκότι τὸν νοῦν. οἷς
11. δὲ ἀρτίως ἐλέγομεν, ὡς ὅτι μὲν τρεῖς εἰσι δυνάμεις διοικοῦσαι
12. τὸν βίον ἡμῶν, ἐναργῶς ἀποδείκνυται, μὴ μέντοι
13. τὸ, ὅτι διαφέρουσι ταῖς οὐσίαις. πρὸς δὲ τὴν προκειμένην
14. αὐτῶν πραγματείαν ἐν τῇ Πολιτείᾳ, τὴν περὶ δικαιοσύνης
15. τε καὶ τῶν ἄλλων ἀρετῶν, (ὑπὲρ ἁπασῶν γὰρ ἐν τοῖς
16. ἑξῆς ποιεῖται τὸν λόγον,) ἤρκει τὸ δειχθῆναι, τρεῖς εἶναι δυνάμεις
17. ἑτερογενεῖς. οὕτω γοῦν καὶ ὁ Ποσειδώνιος ὑπολαβὼν
18. ἀπεχώρησέ τε τοῦ Χρυσίππου καὶ μᾶλλον ἠκολούθησεν
1. Ἀριστοτέλει καὶ Πλάτωνι. προσέθηκα δὲ τῷ λόγῳ τὸ μᾶλλον,
2. ἐπειδὴ κατὰ μέρος εὑρίσκονταί τινα διαφωνοῦντες οἱ
3. τρεῖς ἄνδρες ὑπὲρ τῆς τῶν ἀρετῶν διαφορᾶς, κατὰ δὲ τὸ
4. συμπέρασμα ὁμολογοῦσιν ἀλλήλοις. ἐπιδείξω δὲ καὶ αὐτὸ
5. τοῦτο σαφῶς, ἡνίκ’ ἂν ἐν τοῖς ἔπειτα τὸν ὑπὲρ τῶν ἀρετῶν
6. διεξέρχωμαι λόγον. ἐν δὲ τῷ παρόντι τῶν ἐν τῷ τετάρτῳ
7. τῆς Πολιτείας ὑπὸ τοῦ Πλάτωνος εἰρημένων ἀποδείξεων ἤδη
8. μνημονεύσω, προγράψας τὴν ῥῆσιν, ἀφ’ ἧς ἄρχεται τοῦ λόγου·
9. ἔχει δὲ ᾧδε. Ταὐτὸν δῆλον ὅτι τἀναντία ποιεῖν ἢ
10. πάσχειν κατὰ ταὐτόν τε καὶ πρὸς ταὐτὸν οὐκ ἐθελήσει
11. ἅμα. εἶθ’ ἑξῆς πιστωσάμενός τε τοῦτο καὶ περὶ τῶν δοκούντων
12. μάχεσθαι διελθὼν ἐπιφέρει· Ἆρ’ οὖν, ἦν δ’ ἐγὼ,
13. τὸ ἐπινεύειν τῷ ἀνανεύειν, καὶ τὸ ἐφίεσθαί τινος λαβεῖν
14. τῷ ἀπαρνεῖσθαι, καὶ τὸ προσάγεσθαι τῷ ἀπωθεῖσθαι,
15. πάντα τὰ τοιαῦτα τῶν ἐναντίων ἀλλήλοις θείης, εἴτε ποιημάτων,
16. εἴτε παθημάτων; οὐδὲν γὰρ ταύτῃ διοίσει. ἀλλ’,
17. ἦ δ’ ὃς, τῶν ἐναντίων. τί οὖν, ἦν δ’ ἐγὼ, διψῇν καὶ πεινῇν,
18. καὶ ὅλως τὰς ἐπιθυμίας, καὶ αὖ τὸ ἐθέλειν, καὶ τὸ
19. βούλεσθαι, οὐ ταῦτα πάντα εἰς ἐκεῖνά ποι ἂν θείης τὰ
1. εἴδη τὰ νῦν λεχθέντα; οἷον ἀεὶ τὴν τοῦ ἐπιθυμοῦντος
2. ψυχὴν οὐχὶ ἤτοι ἐφίεσθαι φήσεις ἐκείνου, οὗ ἂν ἐπιθυμῇ,
3. ἢ προσάγεσθαι τοῦτο, ὃ ἂν βούληταί οἱ γενέσθαι; ἢ αὖ οὐ,
4. καθ’ ὅσον ἐθέλει τί οἱ πορισθῆναι, ἐπινεύειν τοῦτο πρὸς
5. αὐτὴν, ὥσπερ τινὸς ἐρῶντος ἐπορεγομένου αὐτοῦ τῆς γενέσεως;
6. ἔγωγε. τί δέ; τὸ ἀβουλεῖν, καὶ μὴ ἐθέλειν, μηδ’
7. ἐπιθυμεῖν οὐκ εἰς τὸ ἀπωθεῖν καὶ ἀπελαύνειν ἀπ’ αὐτῆς
8. καὶ εἰς ἅπαντα τἀναντία ἐκείνοις θήσομεν; πῶς γὰρ οὔ;
9. ἐν ταύτῃ τῇ ῥήσει καὶ ταῖς ἑξῆς ἁπάσαις δείκνυσιν ἕτερον
10. εἶναι μέρος τῆς ψυχῆς τὸ ἐπιθυμοῦν τοῦ λογιζομένου,
11. πῶς καὶ τίνα τρόπον ἐν μὲν τῷ πεινῇν ἐφιέμεθα πληρωθῆναι
12. σιτίων, ἐν δὲ τῷ διψῇν πόματος. ἀλλὰ παῖδες μὲν
13. ὄντες ὁμοίως τοῖς ἀλόγοις ζώοις ἑτοίμως ἐπὶ τὸ πληρωθῆναι
14. ἐχόμεθα, μήτ’ εἰ συνοίσει τοῦτο, μήτ’ εἰ βλάψει σκοπούμενοι,
15. κατὰ δὲ τὴν ἡλικίαν καὶ τὸν λογισμὸν γενόμενοι,
16. πολλάκις μὲν οὐδ’ ὅλως πίνομεν, ἐπειδὰν πεισθῶμεν ἀπὸ
17. τοῦ πόματος βλάβην ἔσεσθαι, πολλάκις δὲ ὀλιγώτερον, ἢ
18. ὅσον ἐπιθυμοῦμεν, εἰ κᾀνταῦθα μέλλοι βλάψειν τὸ πλέον,
1. ἐνίοτε δ’ ὕδωρ πίνομεν, οἶνον ἐπιθυμοῦντες πιεῖν, ἢ σφοδρῶς
2. ὀρεγόμενοι ψυχροῦ θερμὸν προσφερόμεθα. οἱ δέ γε
3. ἀλόγιστοι τῶν ἀνθρώπων ὡσαύτως τοῖς βρέφεσι καὶ θηρίοις
4. οὔτε τὸν καιρὸν ἀναμένουσιν, οὔτε ποσότητα καὶ
5. ποιότητα τοῦ σώματος ἐπισκέπτονται. τὸ μὲν δὴ μὴ
6. χρῆσθαι λογισμῷ μήτε τὰ θηρία μήτε τὰ βρέφη, καὶ
7. πρὸς τοὺς περὶ τὸν Χρύσιππον ὡμολόγηται· τὸ δὲ ὑπὸ δυνάμεώς
8. τινος ἑτέρας παρὰ τὸν λογισμὸν ἐπὶ τὴν ἀπόλαυσιν
9. ὧν ἐπιθυμοῦσιν ἔρχεσθαι ποτὲ μὲν ὁμολογοῦσιν, ἔστιν ὅτε
10. δ’ ἀρνοῦνται, περιπλέκοντες ἄνω καὶ κάτω τοὺς λόγους, ἐνὸν
11. ὡς ἄνδρας ἐραστὰς ἀληθείας ἐκ προχείρου συλλογίζεσθαι,
12. δύναμίν τινα ὑπάρχειν ἄλογον, ἐπὶ τὴν τοῦ σώματος ἀπόλαυσιν
13. ἄγουσαν οὐ τὰ βοσκήματα μόνα καὶ τοὺς παῖδας,
14. ἀλλὰ καὶ τοὺς βοσκήμασιν ὁμοίους ἀνθρώπους. εἰς μὲν
15. οὖν τὴν τοιαύτην ἀπόδειξιν ὁ λόγος ἡμᾶς ἤγαγεν προτέραν
16. ὁ ἐξ ἀκολουθίας τινὸς, οὐ σμικρὰ συντελοῦσαν οὐδ’ αὐτὴν
17. ταῖς ὑπὸ τοῦ Πλάτωνος λεγομέναις. ἐπὶ δὲ τοὺς ἤδη τελείους
18. ἄνδρας οὐ κατὰ τὴν ἡλικίαν μόνον, ἀλλὰ καὶ κατὰ
1. τὸν λογισμὸν ἀφικόμενοι τῷ λόγῳ θεασώμεθα ἤδη τὴν ἐν αὐτοῖς
2. μάχην τῆς λογιστικῆς δυνάμεως πρὸς τὴν ἐπιθυμητικὴν
3. ἔν τε νόσοις καὶ ἄλλαις πολλαῖς περιστάσεσιν, ἐν αἷς οὔπω
4. δοκεῖ καιρὸς εἶναι προσφέρεσθαι πόμα τὸν διψῶντα, καὶ
5. σιτία τὸν πεινῶντα, καὶ θάλπεσθαι τὸν ῥιγοῦντα, καὶ ψύχεσθαι
6. τὸν θαλπόμενον, ἀφροδισίοις τε χρῆσθαι τὸν ἐπὶ
7. ταῦτ’ ὀργῶντα. ἡ μὲν γὰρ ἄλογος ἐν ἡμῖν δύναμις ἐφ’
8. ἕκαστον τῶν ἐπιθυμουμένων ἕλκει τὸν δεόμενον, ὁ δὲ λογισμὸς
9. ἀντισπᾷ καὶ κατέχει τὴν οὐκ ἐν καιρῷ φοράν. καὶ
10. μάχη γε πολλάκις ἑκατέρων ἰσχυρὰ γίγνεται πρὸς ἄλληλα,
11. φανερῶς ἐνδεικνυμένη, διττὴν εἶναι φύσιν ἐν ἡμῖν τῶν
12. στασιαζουσῶν ἀλλήλαις δυνάμεων. εἴπερ γὰρ ἦν μία μόνη,
13. καθάπερ ἐν τοῖς παισὶν, οὐδὲν ἂν ἐκώλυεν ἀκαίρως ἡμᾶς ἀπολαύειν
14. τῶν ἐπιθυμουμένων, ὥσπερ γε καὶ εἰ μόνος ὁ λογισμὸς
15. ἦν, πρὸς οὐδὲν ἀνθέλκειν τε καὶ στασιάζειν εἰθισμένος,
16. οὐδὲν ἂν ἦν πρᾶγμα διψῶντα μὴ πίνειν, ἢ πεινῶντα
17. μὴ ἐσθίειν, οὐδ’ ἐγκρατὴς οὐδὲ σώφρων ἂν ὁ μὴ
18. πίνων ὠνομάζετο, καθάπερ οὐδ’ ὁ μὴ βαδίζων, εἰ μὴ βούλοιτο.
19. νυνὶ δ’, ἐπεὶ διτταί τινές εἰσιν αἱ τὸν ἄνθρωπον
1. ἐπισπώμεναι δυνάμεις, ἔστι δὲ ἄλογος ἡ τοῦ πόματος ἐπιθυμοῦσα,
2. ἡ δὲ κατέχουσα ταύτην λογικὴ, ἀφροσύνης ἐν τῷ
3. τοιούτῳ καὶ ἐγκρατείας γένεσις. ἀλλὰ τοῦτο μὲν ἡμῖν οὐ
4. σμικρὸν ἐν παρέργῳ δειχθὲν εἰς τὸν περὶ τῶν ἀρετῶν λόγον
5. μνημονευέσθω, μήτ’ ἐγκράτειαν εἶναί τι, μήτε σωφροσύνην,
6. ἀναιρεθείσης τῷ λόγῳ τῆς ἐπιθυμητικῆς δυνάμεως.
7. ἐπὶ δὲ τὸ προκείμενον αὖθις ἐπάνειμι, ὡς ἡ τοῦ διψῶντος
8. μὲν, μὴ βουλομένου δὲ πίνειν ψυχὴ κατὰ μέν τινα τῶν
9. ἑαυτῆς δυνάμεων ἢ μερῶν ἐφίεται ποτοῦ, καθ’ ἕτερον δέ
10. τι φεύγει καὶ ἀποτρέπεται. ἑνὶ γὰρ καὶ ταὐτῷ προσίεσθαί
11. τι καὶ φεύγειν οὐκ ἐνδέχεται. εἴτε δὲ προσίεσθαι καὶ
12. φεύγειν λέγεις. εἴτε διώκειν, εἴτ’ ἐφίεσθαι, διαφέρει οὐδὲν,
13. ὥσπερ οὐδὲ εἰ βούλεσθαι, ἢ ὀρέγεσθαι, ἢ ἀντιποιεῖσθαι,
14. ἢ ἀσπάζεσθαι, ἢ ἐπιθυμεῖν, ἡ γὰρ τῶν τοιούτων ὀνομάτων
15. διαίρεσις οὐδὲν εἰς τὴν παροῦσαν σκέψιν ὀνίνησιν,
16. ἀλλ’ αὐτὸ τοὐναντίον ἄκαιρός τ’ ἐστὶ καὶ τὴν περὶ τῶν
17. πραγμάτων ζήτησιν εἰς τὴν περὶ τῶν ὀνομάτων ἀμφισβήτησιν
18. ἀπάγει. διὸ καὶ τεχνάζονταί τινες ἐξεπίτηδες ὑπὲρ
1. τοῦ μηδὲν περανθῆναι πρὸς ἕκαστον τῶν ὀνομάτων ἐνίστασθαι,
2. εἰ μὲν ὀρέγεσθαι πόματος εἴποις τὸν διψῶντα, μὴ
3. συγχωροῦντες ὀρέγεσθαι λέγειν, αἴτιον γάρ τι τὴν ὄρεξιν
4. εἶναι καὶ μόνου τοῦ σοφοῦ, ὑπάρχειν γοῦν αὐτὴν ὁρμὴν
5. λογιστικὴν ἐπί τι ὅσον χρὴ ἥδοντος, ἂν δὲ ἐπιθυμεῖν, οὐδὲ
6. οὕτως ὀνομάζειν συγχωροῦντες· τὸ μὲν γὰρ διψῇν οὐκ ἐν
7. τοῖς φαύλοις μόνον, ἀλλὰ καὶ τοῖς ἀστείοις γίγνεσθαι, τὴν
8. δ’ ἐπιθυμίαν αὐτήν τε φαύλην εἶναι καὶ μόνοις τοῖς φαύλοις
9. ἐγγίνεσθαι, εἶναι γὰρ ὄρεξιν ἀθρόως ῥεπτικὴν πρὸς
10. τὸ τυγχάνειν. εἰ δὲ μὴ μακρὸν οὕτως αὐτῆς ὁρισμὸν ποιήσειεν,
11. ἀλλ’ ὄρεξίν τε ἄλογον ὑπάρχειν εἰπὼν, ἐπιτιμήσει
12. μάλα σεμνῶς ἀνδρὶ, πολλάκις οὐκ ἐν τῇ τῶν πραγμάτων
13. ἐπιστήμῃ μόνον, ἀλλὰ κᾀν τῇ τῶν ὀνομάτων χρήσει
14. μυρίων διαφέροντι. τοιοῦτοι δ’ ἀμέλει καὶ τῶν παλαιῶν
15. ἦσαν οὐκ ὀλίγοι, καθάπερ καὶ αὐτὸς ὁ Πλάτων φησὶν,
16. ὀνόμασι χρώμενοι καινῶς μετωνομασμένοις. δι’ οὕς μοι δοκεῖ
17. καὶ νῦν οὐχ ἓν ἁπλῶς γράψαι κατὰ τὸν προκείμενον
1. λόγον ὄνομα, χρήσασθαι δὲ ἐξεπίτηδες ἅπασιν, οἷς ἐγχωρεῖ
2. ταὐτὸν δηλῶσαι πρᾶγμα. τῷ τε γὰρ ὀρέγεσθαι, καὶ
3. τῷ ἐπιθυμεῖν, καὶ τῷ ἐφίεσθαι, καὶ τῷ νεύειν, ἐπορέγεσθαί
4. τε καὶ θέλειν, καὶ βούλεσθαι, καὶ προσάγεσθαι,
5. καὶ μέντοι καὶ τοῖς ἐναντίοις αὐτῶν ἐπὶ τοῦ
6. ἑνὸς πράγματος φαίνεται χρώμενος, τῷ ἀβουλεῖν καὶ μὴ ἐθέλειν.
7. ἐνδείξασθαι γὰρ αὐτῷ πρόκειται καὶ δηλῶσαι σαφῶς,
8. ὃ βούλεται, περὶ τὴν ἀπόδειξιν ἐσπουδακότι, καὶ δουλεύοντι
9. διὰ τῆς λέξεως τῇ μηνύσει τοῦ πράγματος, οὐ τερθρευομένῳ
10. περὶ τὰς συλλαβάς. ἐκ μὲν δὴ τῶν προειρημένων ἕτερον
11. ἐπέδειξε τὸ ἐπιθυμοῦν τοῦ λογιζομένου. παραγράφειν
12. γὰρ ἁπάσας αὐτοῦ τὰς ῥήσεις μακρὸν ἔδοξέ μοι, δυναμένῳ
13. γε παντὶ τῷ βουλομένῳ τὸ ἐφεξῆς ἅπαν ἀναγνῶναι τοῦ βιβλίου
14. χωρίον. εἰ δὲ καὶ τὴν ἐπὶ τῆς τελευτῆς ὁμοῦ τοῦ
15. λόγου δέοι παραγράψαι ῥῆσιν, ὡς ἔμοιγε δοκεῖ χάριν τοῦ
16. σαφεστέραν γενέσθαι τὴν ἐπὶ τὸ δεύτερον κεφάλαιον μετάβασιν,
17. οὐδὲ ταύτην παρήσω· ἔχει δὲ ᾧδε. Ἆρα τοῦ διψῶντος
18. ἡ ψυχὴ, καθόσον διψῇ, οὐκ ἄλλό τι βούλεται ἢ πιεῖν,
19. καὶ τούτου ὀρέγεται, καὶ ἐπὶ τοῦτο ὁρμᾷ; δῆλον δή. οὐκοῦν,
1. εἴ ποτέ τι αὐτὴν ἀνθέλκει διψῶσαν, ἕτερον ἄν τι ἐν αὐτῇ
2. εἴη αὐτοῦ τοῦ διψῶντος καὶ ἄγοντος ὥσπερ θηρίον ἐπὶ
3. τὸ πιεῖν· οὐ γὰρ δὴ, φαμὲν, τῷ γε αὐτῷ, τὸ αὐτὸ, τῷ
4. ἑαυτοῦ, περὶ τὸ αὐτὸ, ἅμα τἀναντία πράττοι. οὐ γὰρ οὖν.
5. ὥσπερ γε, οἶμαι, τοῦ τοξότου οὐ καλῶς ἔχει λέγειν, ὅτι
6. αὐτοῦ ἅμα αἱ χεῖρες τὸ τόξον ἀπωθοῦνταί τε καὶ προσέλκονται,
7. ἀλλ’ ὅτι μὲν ἄλλη μὲν ἡ ἀπωθοῦσα χεὶρ, ἑτέρα δ’
8. ἡ προσαγομένη. παντάπασι μὲν οὖν, ἔφη. πότερον δὴ φῶμέν
9. τινας ἔστιν ὅτε διψῶντας οὐκ ἐθέλειν πιεῖν; καὶ μάλα
10. γ’, ἔφη, πολλοὺς καὶ πολλάκις. τί οὖν, ἔφην ἐγὼ, φαίη
11. τις ἂν τούτων πέρι; οὐκ ἐνεῖναι μὲν ἐν τῇ ψυχῇ αὐτῶν τὸ
12. κελεῦον, ἐνεῖναι δὲ τὸ κωλῦον πιεῖν, ἄλλο ὂν καὶ κρατοῦν
13. τοῦ κελεύοντος; ἔμοιγ’, ἔφη, δοκεῖ. ἆρ’ οὖν οὐ τὸ μὲν
14. κωλῦον τὰ τοιαῦτα ἐγγίγνεται, ὅταν ἐγγένηται, ἐκ τοῦ λογισμοῦ,
15. τὰ δὲ ἄγοντα καὶ ἕλκοντα διὰ παθημάτων τε καὶ
16. νοσημάτων παραγίγνεται; φαίνεται. οὐ δὴ ἀλόγως, ἦν δ’
17. ἐγὼ, ἀξιώσομεν αὐτὰ διττά τε καὶ ἕτερα ἀλλήλων εἶναι, τὸ
1. μὲν, ᾧ λογίζεται, λογιστικὸν προσαγορεύοντες τῆς ψυχῆς,
2. τὸ δ’, ᾧ ἐρᾷ τε καὶ πεινῇ καὶ διψῇ καὶ περὶ τὰς ἄλλας
3. ἐπιθυμίας ἐπτόηται, ἀλόγιστόν τε καὶ ἐπιθυμητικὸν, πληρώσεών
4. τινων καὶ ἡδονῶν ἑταῖρον. διὰ τούτων ἔδειξεν, ἕτερον
5. εἶδος εἶναι ψυχῆς τὸ λογιστικὸν τοῦ ἐπιθυμητικοῦ. ἀλλ’,
6. ὡς εἶπον καὶ πρόσθεν, οὔπω μοι πρόκειται δεικνύειν, ὡς
7. ἕτερα τῷ εἴδει ταυτὶ τὰ δύο μέρη τῆς ψυχῆς ἐστιν, ἀλλ’ εἴς
8. γε τὸ προκείμενον ἀπόχρη τὸ περαινόμενον ἀναμφισβητήτως,
9. ὅτι μὴ τῆς αὐτῆς ἐστι δυνάμεως τό τε λογίζεσθαι καὶ τὸ
10. σιτίων ἢ ποτῶν ἢ ἀφροδισίων ἐπιθυμεῖν, ὅπερ οὐκ οἶδ’
11. ὅπως ὁ Χρύσιππος ἅμα πολλοῖς Στωϊκοῖς ἠγνόησεν. ἀλλὰ
12. τὸ μὲν ἀγνοῆσαί τι συγγνωστὸν, ὡς καὶ πρόσθεν ἔλεγον, οὐ
13. συγγνωστὸν δὲ τὸ πλημμελῶς οὕτως μεταχειρίσασθαι τὸν
14. λόγον, ὥστε τῶν μὲν τοῖς κωμικοῖς ἢ τραγικοῖς ποιηταῖς
15. εἰρημένων μνημονεύειν εἰς τηλικούτου δόγματος ἀπόδειξιν,
16. ἀνθρώπων οὐδ’ ἐπιχειρούντων ἀποδεικνύειν οὐδὲν,
17. ἀλλὰ μόνον, οἷα ἂν αὐτοῖς δόξῃ πρέπειν τῷ λέγοντι προσώπῳ
18. κατὰ τὸ δρᾶμα, κοσμούντων διὰ τῆς ἑρμηνείας,
1. τῶν δ’ ὑπὸ Πλάτωνος εἰρημένων εἰς τὴν ἀπόδειξιν
2. αὐτοῦ μήτε μνημονεῦσαι μήτ’ ἀντειπεῖν ἐπιχειρῆσαι, ἀλλ’
3. ἐξ ἑτοίμου τε καὶ προχείρου λαμβάνειν, ὡς, ἔνθ’ ἂν ᾖ τὰ
4. πάθη τῆς ψυχῆς, ἐνταῦθ’ ἐστὶ καὶ τὸ λογιζόμενον. Χρύσιππος
5. μὲν οὖν ἀεὶ τοιοῦτος. ὁ δὲ Πλάτων, ἐπειδὴ διώρισται
6. ἐν τῇ προγεγραμμένῃ ῥήσει τὸ ἐπιθυμητικὸν τοῦ λογιστικοῦ,
7. μετὰ ταῦτα πειρᾶται καὶ τὸ θυμοειδὲς αὐτῶν διορίζειν.
8. ἔχει δ’ ἡ ἀρχὴ τῆς ῥήσεως ᾧδε. ταῦτα μὲν τοίνυν,
9. ἦν δ’ ἐγὼ, δύο μοι ὡρίσθω εἴδη ἐν ψυχῇ ἐνόντα. αὐτοῦ
10. δὲ τοῦ θυμοῦ καὶ ᾧ θυμούμεθα πότερον τρίτον, ἢ
11. τούτων ποτέρῳ εἴη ἂν ὁμοφυές; ἴσως, ἔφη, τῷ ἑτέρῳ τῷ
12. ἐπιθυμητικῷ. ἀλλ’, ἦν δ’ ἐγὼ, ποτὲ ἀκούσας τι, πιστεύω
13. τοῦτο, ὡς |ἄρα Λεόντιος ὁ Ἀγλαΐωνος, ἀνιὼν ἐκ Πειραιέως
14. ὑπὸ τὸ βόρειον τεῖχος, ἐκτὸς αἰσθόμενος νεκροὺς
15. παρὰ τῷ δημίῳ κειμένους, ἅμα μὲν ἰδεῖν ἐπιθυμοῖ, ἅμα
16. δὲ δυσχεραίνοι καὶ ἀποτρέποι ἑαυτὸν, καὶ τέως μάν μάχοιτό
17. τε καὶ παρακαλύπτοιτο, κρατούμενος δ’ οὖν ὑπὸ τῆς ἐπιθυμίας,
18. διελκύσας τοὺς ὀφθαλμοὺς, προσδραμὼν πρὸς τοὺς
1. νεκροὺς, ἰδοὺ ὑμῖν, ἔφη, ὦ κακοδαίμονες, ἐμπλήσθητε τοῦ
2. κακοῦ θεάματος. ἤκουσα, ἔφη, καὶ αὐτός. οὗτος
3. μέντοι, ἔφην, ὁ λόγος σημαίνει τὴν ὀργὴν χαλεπαίνειν καὶ
4. πολεμεῖν ἐνίοτε ταῖς ἐπιθυμίαις, ὡς ἄλλο ὂν ἄλλῳ. σημαίνει
5. γὰρ, ἔφη. πάλιν κᾀν τούτοις ὁ Πλάτων ἐπιδείκνυσιν, ὡς
6. ἕτερόν ἐστι τὸ ἐπιθυμητικὸν τοῦ ὀργιζομένου, προσχρώμενος
7. δηλονότι τῷ κατ’ ἀρχὰς ὑποκειμένῳ ἀξιώματι, ὡς οὐκ ἐνδέχεται
8. τὸ ἀκριβῶς ἓν καὶ ἁπλοῦν καὶ ἀσύνθετον ὀρέγεσθαί τινος
9. καὶ ἀποτρέπεσθαι, καὶ χαίρειν τῷ αὐτῷ καὶ δυσχεραίνειν, ἀλλ’
10. ἀναγκαῖον, ἕτερον μὲν τὸ ἐπιθυμοῦν θεάσασθαι τοὺς νεκροὺς,
11. ἕτερον δὲ τὸ κωλῦον θεάσασθαι, καὶ ὡς τῷ μὲν ἐπιθυμοῦντι
12. πάντως πού τις ἡδονὴ κατὰ τὴν θέαν ἤμελλεν ἔσεσθαι, τῷ δὲ
13. κωλύοντι δυσχέρειά τε καὶ ἀνία. τὸ γὰρ ὀργίζεσθαι τῷ ἐπιθυμοῦντι
14. καὶ δυσχεραίνειν αὐτοῦ ταῖς ὁρμαῖς, καὶ κωλύειν, ἐθέλειν
15. τε ταῖς ἐπιθυμίαις ἐπιτιμᾷν τε καὶ μέμφεσθαι, καὶ πάνθ’
16. ὅσα τοιαῦτα, μέρους ἑτέρου τῆς ψυχῆς ἔργον ἐστὶν, οὐκ αὐτοῦ
17. τοῦ ἐπιθυμοῦντος· εἰ δὲ καὶ μὴ μέρους, ἀλλὰ δυνάμεώς
18. γε πάντως ἑτέρας. εἴρηται γὰρ ἤδη γε τοῦτο πολλάκις,
1. ὡς οὐδέποτε κατὰ τόδε τὸ βιβλίον ἀγωνιζόμεθα πρὸς Ἀριστοτέλην
2. καὶ Ποσειδώνιον, ὁμολογοῦντας μὲν ἑτέροις ἀλλήλων
3. λογίζεσθαί τε καὶ θυμοῦσθαι καὶ ἐπιθυμεῖν ἡμᾶς,
4. οὐ μὴν εἴδεσί γε ἢ μορίοις ψυχῆς, ἀλλὰ δυνάμεσιν. ἐν γὰρ
5. τοῖς ἐφεξῆς λόγοις ἐπιδείξομεν, ὅτι μὴ δυνάμεσι μόνον, ἀλλὰ
6. καὶ μέρεσι τῆς ψυχῆς ἑτέροις ἀλλήλων κατ’ εἶδος. ἐν δὲ
7. τῷδε τῷ νῦν ἐνεστῶτι τοῦτ’ ἀρκεῖ μόνον ἀποδεῖξαι πρὸς
8. ἔνδειξιν τῆς Χρυσίππου περὶ τὰ τοιαῦτα ῥᾳθυμίας, ὡς αὐτὸς,
9. ἰσχυρῶν λόγων ὑπὸ Πλάτωνος ἠρωτημένων εἰς ἀπόδειξιν
10. τοῦ νῦν ἡμῖν ζητουμένου δόγματος, οὔτ’ ἐμνήσθη τινὸς αὐτῶν,
11. οὔτ’ ἀντειπεῖν ἐπεχείρησεν, καίτοι πληρώσας λόγων
12. μακρῶν καὶ ποιητικῶν ἐπῶν ὅλον τὸ πρῶτον βιβλίον περὶ
13. ψυχῆς, ἐν ᾧ περὶ ἡγεμονικοῦ διεξῆλθεν. οὐ μόνον δὲ κατὰ
14. τοῦτο τελέως ἐσιώπησε τοὺς τοῦ Πλάτωνος λόγους, ἀλλὰ
15. καὶ κατὰ τὰ περὶ παθῶν συγγράμματα, τά τε τρία τὰ λογικὰ
16. καὶ τὰ χωρὶς αἰτιῶν ἰδίᾳ γεγραμμένα ὑπ’ αὐτοῦ, τὸ
17. θεραπευτικόν τε καὶ ἠθικὸν ἐπιγραφόμενον. ἐπὶ τὰς ὑπολοίπους
18. οὖν τοῦ Πλάτωνος ῥήσεις ἴωμεν ἐχούσας ᾧδε.
1. οὐκοῦν καὶ ἄλλοθι, ἔφην, πολλάκις αἰσθανόμεθα, ὅταν
2. βιάζωνταί τινα παρὰ τὸν λογισμὸν ἐπιθυμίαι, λοιδοροῦντά
3. τε αὐτὸν καὶ θυμούμενον τῷ βιαζομένῳ ἐν ἑαυτῷ, καὶ
4. ὥσπερ δυοῖν στασιαζόντοιν ξύμμαχον τῷ λόγῳ γιγνόμενον τὸν
5. θυμὸν τοῦ τοιούτου, ταῖς δ’ ἐπιθυμίαις αὐτὸν κοινωνήσαντα
6. αἱροῦντος λόγου μηδὲν ἀντιπράττειν. οἶμαι δέ σε
7. οὐκ ἂν φάναι γενομένου ποτ’ ἐν σεαυτῷ τοιούτου αἰσθέσθαι,
8. οἶμαι δ’ οὐδ’ ἐν ἄλλῳ. οὐ μὰ τὸν Δία, ἔφη. κατὰ
9. μὲν οὖν τὴν προτέραν ῥῆσιν ὁ Πλάτων, ἐν ᾗ τοῦ ποθοῦντος
10. θεάσασθαι τοὺς νεκροὺς ἐμνημόνευσεν, ἐναργῶς μὲν
11. ἀπέδειξεν, ἕτερον ὑπάρχειν τὸ θυμούμενον τοῦ ἐπιθυμοῦντος,
12. οὐ μὴν, ὅτι τὸ λογιζόμενον ἕτερον ἀμφοῖν ἐστιν, ἐναργῶς
13. εἶπεν, ἀλλ’ ἐνεδείξατο καὶ κατ’ ἐκεῖνον μέν πως τὸν λόγον,
14. ἐνταῦθα δ’ ἱκανῶς ἐπεξέρχεται. ὅταν γάρ τινα βιάζηταί
15. τις ἐπιθυμία παρὰ τὸν λογισμὸν, ὥσπερ τὸν ἔμπροσθεν
16. εἰρημένον Λεόντιον, ὁ θυμὸς ἐνταῦθα κινεῖται συμμαχῶν
17. τῷ λογισμῷ, καὶ πολλάκις μὲν ἐκράτησεν ἅμα τῷ λογισμῷ
18. τῆς ἀμέτρου κινήσεως τοῦ ἀκολάστου τῆς ψυχῆς εἴδους, καὶ
1. κατέσχε τε καὶ διεκώλυσεν αὐτὸ, καὶ τῆς ὁρμῆς ἐπέσχεν,
2. ὥσπερ οὖν καὶ ὁ Λεόντιος ἐδυνήθη λοιδορηθεὶς ἑαυτῷ τῆς
3. περὶ τὸ θεάσασθαι τοὺς νεκροὺς ἀκρασίας προελθεῖν μὴ
4. θεασάμενος αὐτοὺς, ἐνίοτε δ’, ἀμφοτέρων τῶν μερῶν τῆς
5. ψυχῆς ἀγχόντων τε καὶ λοιδορουμένων, ἀντιπραττόντων τε
6. καὶ ἀνθελκόντων, ἐκράτησε τὸ ἐπιθυμητικὸν, ὥσπερ ἐπ’
7. αὐτοῦ τοῦδε τοῦ θεασαμένου τοὺς νεκροὺς ὁ Πλάτων διηγεῖται
8. γενέσθαι, συνενδεικνύμενος ἐν τῷ λόγῳ πολλά. καὶ
9. γὰρ, ὅτι τὸ θυμαινόμενον ἕτερόν ἐστι τοῦ ἐπιθυμοῦντος,
10. καὶ ὅτι τὸ λογιζόμενον ἀμφοῖν ἄλλο, καὶ ὡς τὸ θυμαινόμενον
11. οὐδέποτε συμμαχεῖ τῷ ἐπιθυμητικῷ, δι’ ἑνὸς ἐνεδείξατο
12. τοῦδε τοῦ προειρημένου παραδείγματος. οὐδεὶς γὰρ ἐπετίμησεν
13. ἑαυτῷ ποτε καὶ ὠργίσθη, διότι τῶν ἀκαίρως ἐπιθυμιῶν
14. ἀφίστασθαι προαιρεῖται. εἴπερ τις γὰρ ἐν νόσῳ τῶν
15. ἀμέτρως συγκαιομένων ὀρεγόμενος πόμα τὸ ψυχρὸν ὁρμὴν
16. πλεονάζουσαν, ἐντεῦθεν περὶ πόματος ψυχροῦ λογισάμενος,
17. ὄλεθρον οἴσειν αὐτῷ τὸ πόμα, ἐσχάτην εἶτ’ ἐπισχὼν τὴν
18. ὁρμὴν, καὶ κατὰ τὰς ψυχὰς ἃς ἐπετίμησεν αὐτῷ καὶ ὠργίσθη,
19. διότι καλῶς ἐλογίσατο; οὐδεὶς, ὡς οἶμαι, τῶν πάντων. ἀλλ’
1. ἔνθα μὲν ἂν ἑκὼν ὁ λογισμὸς ἕπηται τῷ ἐπιθυμητικῷ,
2. συνέπεται καὶ τὸ θυμοειδὲς τῷ λογισμῷ· τούτῳ γὰρ ὑπηρετεῖν
3. καὶ συμπράττειν ὥσπερ τις κύων κυνηγέτῃ κατὰ τοῦ
4. τρίτου τῆς ψυχῆς εἴδους ὑπὸ τῆς φύσεως ἐδόθη· ἔνθα δὲ
5. ἐναντιοῦται καὶ στασιάζει καὶ μάχεται, μετὰ τοῦ λογισμοῦ
6. γίγνεται, καὶ τούτῳ συμμαχεῖ. ὅτι δὲ τῷ λογιστικῷ τὸ θυμοειδὲς
7. ἀεὶ κατὰ τοῦ ἐπιθυμητικοῦ συμμαχεῖ, καὶ διὰ τῆς
8. ἐπιφερομένης ῥήσεως δῆλον ποιεῖται γράφων ᾧδε. τί δέ;
9. ἦν δ’ ἐγὼ, ὅταν τις οἴηται ἀδικεῖν, οὐχ, ὅσῳ ἂν γενναιότερος
10. ᾖ, τοσούτῳ ἧττον δύναται ὀργίζεσθαι, καὶ πεινῶν
11. καὶ ῥιγῶν, καὶ ἄλλο ὁτιοῦν τῶν τοιούτων πάσχων ὑπ’ ἐκείνου,
12. ὃν ἂν οἴηται δικαίως ταῦτα δρᾷν; καὶ ὃ λέγω, οὐκ
13. ἐθέλει πρὸς τοῦτον αὐτοῦ ἐγείρεσθαι ὁ θυμός; ἀληθῆ,
14. ἔφη. τί δέ; ὅταν ἀδικεῖσθαί τις ἡγῆται, οὐκ ἐν τούτῳ
15. ζεῖ τε καὶ χαλεπαίνει καὶ συμμαχεῖ τῷ δοκοῦντι δικαίῳ; καὶ
16. διὰ τὸ πεινῇν, καὶ διὰ τὸ ῥιγοῦν, καὶ πάντα τὰ τοιαῦτα
17. πάσχειν, καὶ ὑπομένων νικᾷ καὶ οὐ λήγει τῶν γενναίων,
18. πρὶν ἂν ἢ διαπράξηται, ἢ τελευτήσῃ, ἢ ὥσπερ κύων ὑπὸ
1. νομέως, ὑπὸ τοῦ λόγου τοῦ παῤ αὐτῷ ἀνακλιθεὶς πραϋνθῇ;
2. ἐν ταύτῃ τῇ ῥήσει πάλιν ὁ Πλάτων ἐμνημόνευσεν δυοῖν ἀνθρώπων,
3. ἀμφοῖν μὲν ταὐτὰ πασχόντων ὑπό τινος ἄρχοντός τε
4. καὶ κρατοῦντος, ὡς καὶ πεινῇν, καὶ διψῇν, καὶ ῥιγοῦν, ἀλλὰ
5. τοῦ μὲν ἑτέρου δικαίως πεπεισμένου πάσχειν αὐτὰ, τοῦ δὲ
6. ἑτέρου ἀδίκως. εἶτά φησιν, ὡς ὁ μὲν ἕτερος, ὅστις οἴεται
7. δικαίως πάσχειν ταῦτα διὰ τὸ πρότερον αὐτὸς ἀδικεῖν
8. τι, φέρει πρᾴως αὐτὰ καὶ οὐκ ὀργίζεται τῷ δικαίως κολάζοντι,
9. καὶ τοσούτῳ γε μᾶλλον, φησὶ, ὅσω περ ἂν ᾖ
10. γενναιότερος. εἴρηκε δὲ τοῦτο περὶ αὐτοῦ τοῦ κολαζομένου.
11. οὗτος γὰρ, ὅσῳ περ ἂν εὐγενέστερος ὑπάρχῃ φύσει, τοσούτῳ
12. μᾶλλον ὑπομένει γενναίως τὰς κολάσεις. ὁ δ’
13. ἕτερος, ὅστις ἂν ἀδικεῖσθαι νομίζῃ, θυμοῦται καὶ χαλεπαίνει,
14. καὶ συμμαχεῖ τῷ δοκοῦντι δίκαια. ταῦθ’ ὁσημέραι γενόμενα
15. κᾀπὶ τῶν οἰκετῶν ἔστι θεάσασθαι. ὅσοι μὲν γὰρ
16. ἂν αὐτῶν ἢ κλέπτοντες ἤ τι τοιοῦτον ἕτερον δρῶντες
17. ἁλῶσι, καὶ μαστιγούμενοι, καὶ λιμαγχονούμενοι, καὶ ἀτιμαζόμενοι
18. πρὸς τῶν δεσποτῶν οὐκ ὀργίζονται· ὅσοι δ’ ἂν
1. οἰηθῶσιν ἀδίκως τι τούτων ἢ πάσχειν, ἢ πεπονθέναι,
2. ἀεὶ τούτων ἔνδον ὁ θυμὸς ἀγριούμενός ἐστι καὶ ποθῶν ἀντιτιμωρήσασθαι
3. τὸν ἀδικοῦντα. δηλοῦται δ’ ἐξ ἀμφοτέρων
4. τῶν παραδειγμάτων, ὡς τὸ θυμοειδὲς ὑπὸ τῆς φύσεως
5. ἡμῖν ἐδόθη σύμμαχον τῷ λογιστικῷ. τούτῳ γοῦν δὴ
6. φαίνεται συμμαχοῦν, ὅταν ὑπό τινος ἢ ἔνδοθεν ἢ ἔξωθεν
7. ἀδικεῖσθαί τε καὶ βιάζεσθαι δοξάζῃ. τὸ μὲν οὖν
8. δοξάζειν ἀδικεῖσθαι τοῦ λογιστικοῦ, τὸ δ’ ἐπαμύνειν αὐτῷ
9. κατὰ τοῦ βιαζομένου τοῦ θυμοειδοῦς ἴδιον. ἐπειδὰν μὲν
10. οὖν ἀμέτρως ἐπί τι φερόμενον τὸ τῆς ψυχῆς ἐπιθυμητικὸν
11. ἄκοντα τὸν λογισμὸν ἕλκῃ βιαίως, κατ’ ἐκείνου σύμμαχον
12. τῷ λογιστικῷ τὸ θυμοειδὲς γίγνεται· ὅταν δὲ ἔξωθεν
13. ᾖ τις ἀδικῶν ἐκεῖνον, ἀντιτιμωρεῖσθαι σπεύδει. ἐπειδὰν
14. δ’ ὑπὸ μηδενὸς ἀδικεῖσθαι δοξάζῃ τὸ λογιστικὸν, οὐδ’
15. ὁ θυμὸς ἀναζεῖ τηνικαῦτα, κᾂν ὅτι μάλιστα κολάζηται τὸ
16. σῶμα δικαίως ὑπό τινος, ἢ ῥιγοῦν, ἢ πεινῇν, ἢ διψῇν
17. ἀναγκαζόμενον. ᾧ δῆλον, ὡς ταῖς δόξαις ἕπεται τοῦ λογιστικοῦ
18. κατὰ φύσιν ἔχον τὸ θυμοειδές. ἐνδέχεται γάρ ποτε
1. καὶ τοῦτο μοχθηρῶς διακείμενον ἀπειθῶς κινεῖσθαι τῷ
2. λογισμῷ. μετ’ ὀλίγα γοῦν καὶ αὐτὸς ὁ Πλάτων ἐνδεικνύμενος
3. τοῦτό φησιν. εἰ, καθάπερ ἐν τῇ πόλει συνεῖχεν αὐτὴν
4. τρία ὄντα γένη, χρηματιστικὸν, ἐπικουρητικὸν, βουλευτικὸν,
5. οὕτω καὶ ἐν ψυχῇ τοῦτο τρίτον ἐστὶ τὸ θυμοειδὲς,
6. ἐπίκουρον ὂν τῷ λογιστικῷ φύσει, ἐὰν μὴ ὑπὸ κακῆς
7. τροφῆς διαφθαρῇ. τίνες μὲν οὖν εἰσιν αἱ διαφοραὶ τοῦ
8. θυμοειδοῦς, οὐκ ἐν καιρῷ νῦν λέγειν. ἐν γὰρ τῷ μετὰ
9. τοῦτον λόγῳ περί τε τῶν παθῶν τῆς ψυχῆς, ὡς ἐδόκει
10. Πλάτωνι, καὶ περὶ νοσημάτων καὶ ἁμαρτημάτων κατ’ αὐτὴν
11. ἁπασῶν, τῆς κακίας ὅπως γίγνεταί τε καὶ θεραπεύεται
12. μετὰ τὸ γενέσθαι, διελθεῖν ἔγνωκα, καὶ δὴ καὶ περὶ κάλλους
13. τε καὶ ὑγιείας αὐτῆς ἁπασῶν τε τῶν ἀρετῶν· οὐ σμικρὰ
14. γὰρ οὐδ’ ἐν τούτοις ὁ Χρύσιππος σφάλλεται. νυνὶ δὲ
15. ἔτι μίαν ῥῆσιν ὑπογράψαι βούλομαι τοῦ Πλάτωνος, ἐν ᾗ
16. δείκνυσιν, ἕτερον ὑπάρχειν τὸ θυμοειδὲς τοῦ λογιστικοῦ.
17. γέγραπται δ’ ἐφεξῆς τῶν προειρημένων ἐν τῷ τετάρτῳ τῆς
1. Πολιτείας τόνδε τὸν τρόπον. καὶ γὰρ ἐν τοῖς παιδίοις
2. τοῦτό γ’ ἄν τις ἴδοι, ὅτι θυμοῦ μὲν, εὐθὺς γενόμενα,
3. μεστά ἐστι· λογισμοῦ δ’ ἔνιοι μὲν ἔμοιγε δοκοῦσιν οὐδέποτε
4. μεταλαμβάνειν, οἱ δὲ πολλοὶ ὀψέ ποτε. ναὶ μὰ Δί’,
5. ἦν δ’ ἐγὼ, καλῶς γε εἶπες. ἔτι δ’ ἐν τοῖς θηρίοις ἄν τις
6. ἴδοι, ὃ λέγεις, ὅτι οὕτως ἔχει. πρὸς δὲ τούτοις καὶ ὃ ἄνω
7. που ἐκεῖ εἴπομεν, τὸ τοῦ Ὁμήρου μαρτυρήσει, τό,
9. ἐνταῦθα γὰρ δὴ σαφῶς ὡς ἕτερον ἑτέρῳ ἐπιπλῆττον πεποίηκεν
10. Ὅμηρος, τὸ ἀναλογισάμενον περὶ βελτίονός τε καὶ
11. χείρονος τῷ ἀλογίστως θυμουμένῳ. ἐν τούτοις ἐναργῶς ὁ
12. Πλάτων ἐπιδείκνυσιν ἕτερον ὑπάρχον τὸ θυμούμενον τοῦ
13. λογιζομένου. οἱ γοῦν παῖδες, ὥσπερ καὶ τὰ θηρία, θυμοῦ
14. μὲν πλήρεις εἰσὶ, λογισμοῦ δὲ ἥκιστα μετέχουσιν. ἐπὶ
15. μὲν οὖν τῶν θηρίων ἐτόλμησαν ἔνιοι λέγειν, οὔτε θυμὸν,
16. οὔτ’ ἐπιθυμίαν ἐνυπάρχειν αὐτῶν ταῖς ψυχαῖς, ἐπὶ δὲ τῶν
17. παίδων οὐκ οἶδ’ ὅ τι φήσουσιν. οὐ γὰρ δή γε καὶ τὰ
1. τούτων πάθη διὰ συλλογισμοῦ χρὴ μαθεῖν, ἀλλ’ ἀναμνησθῆναι
2. μόνον αὔταρκες, ὡς οὐκ ἄλλως μὲν νῦν, ἄλλως
3. δὲ παῖδες ὄντες θυμούμεθα. καὶ γὰρ δύναμις ἡ αὐτὴ,
4. καὶ ὁ τρόπος τῆς τοῦ πάθους γενέσεως ὅμοιος. ἓν δὲ μόνον
5. ἐξαίρετον ὑπάρχει τοῖς τελείοις ἀνδράσιν, ὅταν γε μὴ κατὰ
6. πάθος ὦσιν, ἀλλὰ λογισμὸς αὐτῶν ἐξηγῆται τοῦ
7. βίου, κατέχουσιν ἐν πολλαῖς πράξεσι τὸν θυμὸν, ὥσπερ
8. τις νομεὺς κύνα γενναῖον ἀγριώτερον ἐκφερόμενον ἐπὶ τοὺς
9. πέλας. ἐν δὲ τοῖς παισὶν οὐδὲν γίγνεται τοιοῦτον, ὥσπερ
10. οὐδὲ ἐν τοῖς θηρίοις, ὅτι τοῖς μὲν οὐδέπω, τοῖς δὲ οὐδέποτε
11. λογισμὸς ἄρχει τῶν ὁρμῶν. ταῦτα μὲν οὖν ὀρθῶς
12. εἴρηται τῷ Πλάτωνι, καὶ προσέτι τὸ κατὰ τὴν τελευτὴν τῆς
13. ῥήσεως γεγραμμένον, ἔνθα τὸν Ὅμηρον ἐπάγεται μάρτυρα
14. ταυτὶ λέγοντα·
16. ἐνταῦθα γάρ φησιν, ὡς ἕτερον ἑτέρῳ πεποίηκεν ἐπιπλῆττον,
17. τὸ ἀναλογισάμενον περὶ τοῦ βελτίονός τε καὶ χείρονος
1. τῷ ἀλογίστῳ θυμουμένῳ. ἠβουλόμην δ’ ἂν καὶ τὸν Χρύσιππον
2. ἀνεγνωκέναι τε τὴν ῥῆσιν αὐτοῦ, προσεσχηκέναι τε
3. τὸν νοῦν αὐτῇ. πάντως γὰρ ἄν τι καὶ αὐτὸς ὤνητο μαθὼν,
4. ὁπηνίκα τε προσήκει καλεῖν Ὅμηρον μάρτυρα καὶ περὶ
5. τίνων πραγμάτων. οὔτε γὰρ ἐν ἀρχῇ τῶν λόγων, ἀλλ’
6. ἐπειδὰν ἱκανῶς ἀποδείξῃ τις τὸ προκείμενον, ἀνεπίφθονον
7. ἤδη καὶ τοὺς πρεσβυτέρους ἐπικαλεῖσθαι μαρτυρήσοντας,
8. οὔτε περὶ πραγμάτων ἀδήλων παντάπασιν, ἀλλ’ ἤτοι περὶ
9. φαινομένων ἐναργῶς, ἢ παρακειμένην αἰσθήσει τὴν ἔνδειξιν
10. ἐχόντων, οἷά πέρ ἐστι τὰ πάθη τῆς ψυχῆς, οὐ
11. μακρῶν λόγων οὐδ’ ἀποδείξεων ἀκριβεστέρων δεόμενα, μόνης
12. δὲ ἀναμνήσεως ὧν ἑκάστοτε πάσχομεν, ὡς καὶ Ποσειδώνιος
13. εἶπεν. ὅτι μὲν γὰρ ἐν ἐγκεφάλῳ τὸ λογιζόμενόν
14. ἐστιν, ἢ ἐν καρδίᾳ τὸ θυμούμενον, οὐ μεγάλην μοῖραν
15. πρὸς πίστιν ἐκ τῶν μαρτύρων, ἀλλ’ ἀποδείξει χρὴ τὸ πᾶν
16. ἐπιτρέπειν ἐνταῦθα. τὸ δὲ πρότερον εἶναι τοῦ θυμουμένου
17. τὸ λογιζόμενον, οὔτ’ ἀποδείξεως δεῖται μακρᾶς, οὔτε
1. σοφῶν τῶν μαρτυρησόντων, ἀλλ’ ἀρκεῖ μὲν καὶ Ὅμηρος ἐπὶ
2. τοῖς ἀρτίως ῥηθεῖσι μαρτυρῶν, ἀρκεῖ δὲ καὶ Θουκυδίδης
3. λέγων· καὶ οἱ λογισμῷ ἐλάχιστα χρώμενοι θυμῷ πλεῖστα
4. εἰς ἔργον καθίστανται, ἀρκεῖ δὲ καὶ Δημοσθένης εἰπών·
5. ἀλλὰ μὴν, ἄν τις ἄφνω τὸν λογισμὸν φθάσας ἐξαχθῇ,
6. πράξεις ὑβριστικὰς ποιήσει. δι’ ὀργὴν δ’ ὁ Πλάτων ἔφησε
7. πεποιηκέναι, πρὸς τούτοις οἱ λοιποὶ πάντες, καὶ
8. ῥήτορες, καὶ ποιηταὶ, καὶ μυθολόγοι· διὰ γὰρ τὴν
9. ἐνάργειαν τοῦ πράγματος οὐδείς ἐστιν, ὃς οὐχ οὕτω γιγνώσκει.
10. προσεκτέον οὖν ἐστι τῇ προγεγραμμένῃ τοῦ Πλάτωνος
11. ῥήσει, τῶν τε ἄλλων ἕνεκα καὶ ὅπως ἀσφαλῶς
12. οὐ περὶ μὲν τοῦ κατὰ τὸν ἐγκέφαλον εἶναι τὸ λογιζόμενον,
13. ἐν καρδίᾳ δὲ τὸ θυμούμενον, ἐπεκαλέσατο μαρτυρήσοντα
14. τὸν Ὅμηρον, ἀλλὰ περὶ μόνου τοῦ διαφέρειν
15. τὸ θυμούμενον τῆς ψυχῆς τοῦ λογιζομένου. τοῦτο
16. μὲν γὰρ ἅπαντες ἄνθρωποι γιγνώσκουσι δι’ ἐνάργειαν,
17. ἐκεῖνο δ’ οὐκ ἔθ’ ὁμοίως ἅπαντες, ἀλλ’ ἀποδείξεως
18. αὐτὸ δεῖ. διό μοι δοκῶ κᾀγὼ καταπαύειν μὲν ἤδη τὸν
1. ἐνεστῶτα λόγον, ἐν δὲ τῷ μετ’ αὐτὸν ἐπὶ τὴν ἀπόδειξιν
2. τρέπεσθαι τοῦ καὶ τοῖς τόποις διωρίσθαι τὰ τρία
3. μόρια τῆς ψυχῆς.