ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΚΑΘ’ ΙΠΠΟΚΡΑΤΗΝ
ΚΑΙ ΠΛΑΤΩΝΑ ΔΟΓΜΑΤΩΝ ΒΙΒΛΙΟΝ
ΕΚΤΟΝ.
1. Προὔκειτο μὲν ἐξ ἀρχῆς ἐπισκέψασθαι περὶ
2. τῶν διοικουσῶν ἡμᾶς· δυνάμεων, εἴτ’ ἐκ τῆς καρδίας μόνης
3. ὁρμῶνται σύμπασαι, καθάπερ Ἀριστοτέλης τε καὶ
4. Θεόφραστος ὑπελάμβανον, εἴτε τρεῖς ἀρχὰς αὐτῶν τίθεσθαι
5. βέλτιον, ὡς Ἱπποκράτης τε καὶ Πλάτων ἐδόξαζον.
6. ἐπεὶ δὲ Χρύσιππος οὐ περὶ τῶν ἀρχῶν μόνον ἠμφισβήτησε
7. πρὸς τοὺς παλαιοὺς, ἀλλὰ καὶ περὶ τῶν δυνάμεων
1. αὐτῶν, οὔτε τὴν θυμοειδῆ συγχωρήσας ὑπάρχειν, οὔτε τὴν
2. ἐπιθυμητικὴν, ἔδοξε χρῆναι τὴν τούτου προτέραν δόξαν
3. ἐπισκεψαμένους οὕτως ἐπανέρχεσθαι πάλιν ἐπὶ τὸ προκείμενον
4. ἐξ ἀρχῆς, ὡς ἐγκέφαλός τε καὶ καρδία καὶ ἧπαρ
5. ἀρχαὶ τῶν διοικουσῶν ἡμᾶς δυνάμεών εἰσιν. ἀφῖκται οὖν
6. ὁ λόγος ἤδη πρὸς τοῦτο, καὶ ἀρχὴν ἕξει τὴν τῶν ὀνομάτων
7. ἐξήγησιν, οἷς ἔμπροσθέν τε ἤδη κεχρήμεθα, κᾀν τῷ
8. μεταξὺ τούτῳ λόγῳ πολλάκις χρησόμεθα. πρὸς γὰρ
9. τὸ μηδενὸς τῶν εἰρημένων παρακούειν, ἀλλ’ ἐν ἅπασι τὸ
10. διωρισμένον τε ἅμα καὶ σαφὲς ἕτοιμον ὑπάρχειν, ἀναγκαιότατόν
11. ἐστιν ἕκαστον τῶν ὀνομάτων ἐφ’ ὅτου λέγεται
12. πράγματος ἀκριβῶς ἀφωρίσθαι. καὶ γάρ τοι καὶ λύεσθαί
13. τινα τῶν ἔμπροσθεν ἀναβληθέντων ζητημάτων ἐκ τούτου
14. τοῦ τρόπου συμβέβηκεν, ὥσπερ, οἶμαι, καὶ τόδε, πότερον
15. ἐνεργείας ἢ πάθη προσαγορευτέον ἐστὶ τὴν ἐπιθυμίαν,
16. καὶ τὸν θυμὸν, ὅσα τ’ ἄλλα τοιαῦτα. ἡ μὲν οὖν ἐνέργεια
17. κίνησίς ἐστιν δραστικὴ, (δραστικὴν δ’ ὀνομάζω τὴν ἐξ ἑαυτοῦ,)
18. τὸ δὲ πάθος ἐν ἑτέρῳ κίνησίς ἐστιν ἐξ ἑτέρου. ὥστε
1. ἀναγκαῖον μὲν πολλάκις εἰς ἓν ὑποκείμενον τῷ πάθει τὴν
2. ἐνέργειαν συνέρχεσθαι, καὶ κατὰ τοῦτο διαφέρειν μηδὲν,
3. τῷ λόγῳ μέντοι διαφέρειν. ἡ γὰρ ὑπὸ τοῦ τέμνοντος ἐν
4. τῷ τεμνομένῳ διαίρεσις, ἓν καὶ ταὐτὸν ὑπάρχουσα πρᾶγμα,
5. τοῦ μὲν τέμνοντος ἐνέργεια, τοῦ δὲ τεμνομένου πάθος ἐστίν.
6. οὕτως οὖν καὶ ὁ θυμὸς ἐνέργεια μέν ἐστι τοῦ θυμοειδοῦς,
7. πάθημα δὲ τῶν λοιπῶν τῆς ψυχῆς δύο μερῶν, καὶ προσέτι
8. τοῦ σώματος ἡμῶν παντὸς, ὅταν ὑπὸ τοῦ θυμοῦ βιαίως ἄγηται
9. πρὸς τὰς πράξεις. ἓν μὲν δὴ τοῦτο τὸ σημαινόμενον
10. ἑκατέρων τῶν ὀνομάτων, ἕτερον δὲ, τὴν μὲν ἐνέργειαν κατὰ
11. φύσιν τινὰ κίνησιν ἡμῶν νοούντων, τὸ δὲ πάθος παρὰ
12. φύσιν. πολλαχοῦ δὲ τοῦ κατὰ φύσιν λεγομένου, τοῦτ’
13. ἀκούειν χρὴ νῦν, ὃ κατὰ πρῶτον λόγον ὑπὸ τῆς φύσεως
14. γίγνεται. κατὰ πρῶτον δὲ λόγον ἐκεῖνα γίγνεσθαί φαμεν
15. ὑπὸ τῆς φύσεως, ὧν ὥσπερ σκοπῶν ἀντιποιεῖται, καὶ μὴ δι’
16. ἀκολουθίαν τινὰ ἑτέροις ἐξ ἀνάγκης ἕπεται. ἡ τοιαύτη κίνησις
17. κατὰ φύσιν, εἴτ’ ἐξ αὑτοῦ κινοῖτο τὸ κινούμενον,
18. εἴθ’ ὑφ’ ἑτέρου. ἤδη μὲν οὖν οἶμαι σαφὲς εἶναι τὸ λεγόμενον,
1. ἀλλ’ οὐδὲν χεῖρον ἐπὶ παραδειγμάτων αὐτὸ σαφέστερον
2. ἀπεργάσασθαι. ἡ τῆς καρδίας κίνησις, ἡ μὲν κατὰ
3. τοὺς σφυγμοὺς ἐνέργειά ἐστιν, ἡ δὲ κατὰ τοὺς παλμοὺς
4. πάθος. ἐξ αὐτῆς μὲν γάρ ἐστι καὶ ἡ κατὰ τοὺς παλμοὺς,
5. ἀλλ’ οὐ κατὰ φύσιν· ἐξ αὐτῆς δὲ καὶ ἡ τῶν σφυγμῶν,
6. ἀλλὰ κατὰ φύσιν. δεῖ δὲ τοῦ σφυγμὸς ὀνόματος ἀκούειν
7. οὕτως νῦν, ὡς Πραξαγόρας καὶ Ἡρόφιλος ἅπαντές τε
8. σχεδὸν οἱ μετ’ αὐτοὺς ἐχρήσαντο μέχρι καὶ ἡμῶν, ὡς ἥ γε
9. παλαιοτέρα χρῆσις, ἣ κᾀν τοῖς Ἐρασιστράτου τε καὶ Ἱπποκράτους
10. εὑρίσκεται γράμμασιν, ἑτέρα τίς ἐστι, καὶ λεχθήσεται
11. περὶ αὐτῆς ἐν τοῖς μετὰ ταῦτα. τὴν μέντοι τῆς καρδίας
12. ἰδίαν κίνησιν ὀνομαζόντων ἡμῶν σφυγμὸν, ὁ παλμὸς
13. μὲν πάθος εἶναι λεχθήσεται κατά γε τὸ δεύτερον τῆς πάθος
14. φωνῆς σημαινόμενον, ὁ σφυγμὸς δ’ οὐ πᾶς ἐνέργεια.
15. τὸν γὰρ μείζονα τοῦ κατὰ φύσιν, ἢ μικρότερον, ἢ ὠκύτερον,
16. ἢ βραδύτερον, ἢ πυκνότερον, ἢ ἀραιότερον, ἤ πως
17. ἄλλως ἐξιστάμενον οὐκ ἄν τις ἐνέργειαν εἴποι κατὰ τὸ
18. δεύτερον τῆς ἐνεργείας σημαινόμενον. ἐξ ἑαυτῆς μὲν γὰρ ἐν
19. τοῖς τοιούτοις σφυγμοῖς ἡ καρδία κινεῖται, κατὰ φύσιν δ’ οὐ
1. κινεῖται· ὥστ’, εἰ οὕτως ἔτυχεν, οὐδὲν εἶναι θαυμαστὸν ἓν
2. πρᾶγμα καὶ πάθος ὀνομάζεσθαι καὶ ἐνέργειαν, ὥσπερ
3. τὸν μικρότερον τοῦ κατὰ φύσιν σφυγμὸν, οὐ μὴν κατά γε
4. ταὐτὸν σημαινόμενον, ἀλλὰ κατὰ μὲν τὸ πρότερον ῥηθὲν
5. ἐνέργειαν, (ἔστι μὲν γὰρ καὶ ἡ κατὰ τοῦτον τὸν σφυγμὸν
6. κίνησις δραστικὴ) κατὰ δὲ τὸ δεύτερον οὐκ ἐνέργειαν, ἀλλὰ
7. πάθος, ὅτι μὴ κατὰ φύσιν ἐστὶν ἡ κίνησις. οὕτως οὖν ἔχει
8. κᾀπὶ τοῦ θυμοῦ καὶ τῶν ἄλλων παθῶν. ἅπαντα γὰρ ἐνέργειαί
9. τινές εἰσι τοῦ παθητικοῦ τῆς ψυχῆς κατά γε τὸ
10. πρῶτον τῆς ἐνεργείας σημαινόμενον, καθ’ ὅσον δ’ ἔκφοροί
11. τε καὶ ἄμετροι κινήσεις εἰσὶ, καὶ οὐ κατὰ φύσιν, οὐκ ἐνέργειαι
12. λέγοιντ’ ἂν ὑπάρχειν, ἀλλὰ πάθη κατὰ τὸ δεύτερον
13. σημαινόμενον. οἷον γάρ τι κατὰ τὴν τῶν ἀρτηριῶν κίνησιν
14. ὁ μέγας σφυγμός ἐστι, τοιοῦτος κατὰ τὴν τοῦ θυμοειδοῦς
15. ὁ θυμὸς, οἷον δ’ αὖ πάλιν ὁ μικρὸς σφυγμὸς, τοιοῦτον ἡ
16. ἀθυμία. αὕτη μὲν γὰρ ἐλλιπής ἐστι κίνησις τοῦ θυμοειδοῦς,
17. ὑπερβάλλουσα δὲ καὶ πλεονάζουσα τοῦ προσήκοντος
18. ἡ κατὰ τοὺς θυμούς. ταύτῃ γοῦν ἐνέργειαί τε ἅμα καὶ
1. πάθη λεχθήσονται καθ’ ἕτερόν τε καὶ ἕτερον σημαινόμενον
2. ἥ τε ὀργὴ καὶ ἡ λύπη, καὶ ὁ φόβος, καὶ ἡ ἐπιθυμία,
3. καὶ ὁ θυμὸς, ὅσα τε ἄλλα τοιαῦτα, καὶ προσέτι
4. καθ’ ὅσον ὅλον τὸ σῶμα μετὰ τῆς ψυχῆς ἀπάγεται πρὸς
5. αὐτῶν, ἡ κίνησις τοῦ ζώου πάθος ἔσται κατ’ ἄμφω τὰ σημαινόμενα.
6. πολλάκις μὲν γὰρ ἕπεται τῷ θυμοειδεῖ τὰ λοιπὰ
7. δύο, πολλάκις δὲ τῷ ἐπιθυμητικῷ, καθάπερ ἑλκόμενά
8. τε καὶ συρόμενα παραπλήσιον τρόπον, ὡσεὶ καὶ ξυνωρίδες
9. ἵππων, ὁ μὲν ἕτερος ἰσχυρότερον ᾄξας ἐπισύρει τὸν ἕτερον
10. ἅμ’ ἑαυτῷ μετὰ τοῦ σύμπαντος ἅρματός τε καὶ ἡνιόχου,
11. ὁ δ’ ἕτερος ὑπ’ ἀσθενείας ἕπεται κατεπτηχὼς, αὐτὸς δ’
12. ὁ ἡνίοχος ἀποφέρεται βίᾳ. τηνικαῦτα γὰρ ἡ μὲν κατὰ τὸν
13. ἔκφορον ἵππον κίνησις ἐνέργειά τε καὶ πάθος αὐτοῦ λεχθήσεται,
14. κατὰ μὲν τὸ πρότερον σημαινόμενον ἐνέργεια, (κίνησις
15. γάρ ἐστιν ἐξ ἑαυτοῦ,) κατὰ δὲ τὸ δεύτερον οὐκ ἐνέργεια,
16. παρὰ φύσιν γ’ οὖσα κίνησις αὐτῷ, ἀλλ’ ἤδη πάθος.
17. ἡ μέντοι τοῦ ἡνιόχου κίνησις οὐδὲ καθ’ ἕτερον
18. τῶν σημαινομένων ἐνέργειά ἐστιν, ἀλλὰ κατὰ ἄμφω πάθος,
19. εἴ γε μήτ’ ἐξ ἑαυτοῦ, μήτε κατὰ φύσιν ἡ κίνησις αὐτῷ.
1. πολλαὶ γὰρ τῶν κινήσεων, εἰ καὶ μὴ δραστικαί τινές εἰσι,
2. μήτ’ ἐξ ἑαυτῶν, ἀλλὰ τῷ γε κατὰ φύσιν ὑπάρχειν ἐνέργειαι
3. λέγονται, καθάπερ καὶ ἡ τοῦ σκέλους, ἢ ὅλης τῆς
4. χειρός. ἐξ ἑτέρων γὰρ ἔχει ταῦτα τὴν ἀρχὴν τῆς κινήσεως,
5. οὐκ ἐξ ἑαυτῶν, ὥσπερ ἡ καρδία, ἀλλ’ ὅμως καὶ ἡ βάδισις
6. ἐνέργεια σκελῶν ἐστι, καὶ λέγεται κατὰ τὸ δεύτερον σημαινόμενον,
7. εἰ καί τινες ὑπ’ ἀγυμνασίας τῆς περὶ τὰ σημαινόμενα
8. τὴν βάδισιν οὐ σκελῶν ἐνέργειαν, ἀλλὰ διὰ σκελῶν
9. εἶναί φασιν, ἀληθὲς μέν τι λέγοντες, (ἐπὶ γὰρ τὸ πρότερόν
10. τε καὶ κυριώτερον ἔρχονται σημαινόμενον,) ὅτι μέντοι μόνον
11. οὕτως λέγειν ἀξιοῦσιν, καὶ μὴ συγχωροῦσι καὶ κατὰ θάτερον
12. ἑρμηνεύειν, οὐκ ὀρθῶς ποιοῦσιν. οὕτως οὖν καὶ ὁ
13. θυμὸς καὶ ἡ ἐπιθυμία καὶ πάθος καὶ ἐνέργεια λεχθήσονται.
14. τῶν γὰρ τῆς ψυχῆς συμφύτων δυνάμεων κινήσεις
15. τινὲς ἄμετροί τε καὶ οὐ κατὰ φύσιν οὖσαι, διότι μὲν ἐξ
16. ἑαυτῶν ἐκεῖναι κινοῦνται, διὰ τοῦτ’ ἐνέργειαι τῶν δυνάμεών
17. εἰσιν, διότι δ’ ἀμέτρως, διὰ τοῦτο πάθη. καὶ τῆς
18. ὅλης μὲν ψυχῆς, καὶ αὐτῶν δὲ τῶν κινουμένων δυνάμεων
1. ἀμφοτέρων αἱ κινήσεις αὐτῶν παρὰ φύσιν εἰσίν· ταῖς μὲν
2. ἀλόγοις δυνάμεσιν διὰ τὴν ἀμετρίαν, τῇ δ’ ὅλῃ ψυχῇ,
3. διότι παρὰ φύσιν, ἐπεὶ οὐχ ὑπὸ τῶν τοῦ παθητικοῦ κινήσεων,
4. ἀλλ’ ὑπὸ τῶν τοῦ λογιστικοῦ κρίσεων ἐπιτροπεύεσθαί
5. τε καὶ διοικεῖσθαί φαμεν τὸν βίον ἡμῶν. ὅταν οὖν ἔμπαλιν
6. διοικώμεθα, παρὰ φύσιν τε δηλονότι καὶ διὰ τοῦτο
7. καὶ κατὰ πάθος ὁ τοιοῦτος βίος ἐπιτελεῖται. διὰ ταύτας
8. μὲν ἤδη τὰς αἰτίας, ἄν τ’ ἐνέργειάν τις, ἄν τε πάθος εἴπῃ
9. τὸν θυμὸν, ἢ τὴν ἐπιθυμίαν, ἤ τι τῶν ἄλλων τῶν κατὰ
10. ταῦτα παθῶν, οὐ χρὴ μέμφεσθαι τούτῳ, πρὶν ἐρέσθαι τὰ
11. σημαινόμενα ἐκ τῆς φωνῆς, ἐφ’ ὅ τι φέρων οὕτως ὠνόμασεν.
12. εὑρίσκεται δὲ καὶ Πλάτων αὐτὸς ἐνίοτε μὲν ἐνεργείας,
13. ἐνίοτε δὲ πάθη προσαγορεύων τό τε διψῇν καὶ τὸ
14. πεινῇν καὶ ὅλως τὰς ἐπιθυμίας καὶ τοὺς θυμούς. καὶ
15. μὲν δὴ καὶ ὡς οὐδὲν διαφέρει πρός γε τὰ παρόντα τὸ
16. οὕτως ἢ ἐκείνως ὀνομάζειν, ἐν τῷ τετάρτῳ τῆς Πολιτείας
17. ᾧδε γράφει. ἆρ’ οὖν, ἦν δ’ ἐγὼ, τὸ ἐπινεύειν, τὸ ἀνανεύειν,
18. καὶ τὸ ἐφίεσθαί τινος λαβεῖν, τὸ ἀπαρνεῖσθαι, καὶ τὸ
19. προσάγεσθαι, τὸ ἀπωθεῖσθαι, πάντα τὰ τοιαῦτα τῶν
1. ἐναντίων ἀλλήλοις θείης, εἴτε ποιημάτων, εἴτε παθημάτων;
2. διὰ παραδειγμάτων δ’ ἐναργέστερον τοῦτο διδάξαι
3. προελόμενος, ἐπιφέρων φησί· τί οὖν; ἦν δ’ ἐγὼ, διψῇν,
4. καὶ πεινῇν, καὶ ὅλως τὰς ἐπιθυμίας, καὶ αὖ τὸ ἐθέλειν,
5. καὶ τὸ βούλεσθαι, οὐ πάντα ταῦτα εἰς ἐκεῖνά ποι ἂν θείης
6. τὰ εἴδη τὰ νῦν δὴ λεχθέντα; οἷον ἀεὶ τὴν τοῦ ἐπιθυμοῦντος
7. ψυχὴν οὐχὶ ἤτοι ἐφίεσθαι φήσεις ἐκείνου, οὗ ἂν ἐπιθυμῇ,
8. ἢ προσάγεσθαι τοῦτο, ὃ ἂν βούληταί οἱ γενέσθαι;
9. ἢ αὖ, καθόσον ἐθέλει τί οἱ πορισθῆναι, ἐπινεύειν
10. τοῦτο πρὸς αὑτὴν, ὥσπερ τινὸς ἐρῶντος ἐπορεγομένην αὐτοῦ
11. τῆς γενέσεως; ἔγωγε. τί δέ; τὸ ἀβουλεῖν, καὶ μὴ ἐθέλειν,
12. μηδ’ ἐπιθυμεῖν, οὐκ εἰς τὸ ἀπωθεῖν καὶ ἀπελαύνειν
13. ἀπ’ αὐτῆς, καὶ εἰς ἅπαντα τἀναντία ἐκείνοις θήσομεν; αὗται
14. μὲν αἱ τοῦ Πλάτωνος ῥήσεις, οὐ μόνον ὅπερ ἐλέγομεν ἐπιδεικνύουσαι
15. σαφῶς, ὡς τὸ πεινῇν, καὶ τὸ διψῇν, καὶ ὅλως
16. τὸ ἐπιθυμεῖν τινος, ἢ ἐφίεσθαί τε καὶ φεύγειν, εἴτε ποιήματά
17. τις, εἴτε παθήματα, τοὐτέστιν εἴτε ἐνεργείας, εἴτε
18. πάθη προσαγορεύσειεν, οὐδὲν διαφέρει, ἀλλὰ καὶ περὶ τῶν
19. μερῶν τῆς ψυχῆς διδάσκουσαι.