1. Διὸ καὶ καλῶς ἂν ἔχοι μὴ παραδραμεῖν αὐτὰς,
2. ἀλλ’ ὅλον ἀναλαβεῖν τὸν λόγον, ὃν ἐν τῷ τετάρτῳ
3. τῆς Πολιτείας διῆλθεν, ὑπὲρ τοῦ τρία τὰ τῆς ψυχῆς ἡμῶν
4. ὑπάρχειν εἴδη. προσέχειν δὲ χρὴ κᾀνταῦθα τῷ λεγομένῳ
5. τὸν νοῦν ἀπ’ αὐτῶν ἀρξαμένους αὖθις τῶν ὀνομάτων, καὶ
6. μὴ νομίζειν, ἐπιλανθάνεσθαι τὸν Πλάτωνα τῶν ὑφ’ ἑαυτοῦ
7. λεγομένων, ἐπειδὰν εἴδη τρία τὴν ψυχὴν ἡμῶν ἔχειν εἰπὼν
8. αὖθις εἰς τρία μέρη διαιρεῖσθαι φάσκῃ. καὶ γὰρ εἴδη καὶ
9. μέρη ψυχῆς ὀρθῶς ἄν τις ὀνομάζοι τὸ λογιστικὸν, καὶ τὸ
10. θυμοειδὲς, καὶ τὸ ἐπιθυμητικὸν, ὥσπερ εἰ καὶ σώματος
11. εἴδη τις εἰπὼν εἴη φλέβα, καὶ ἀρτηρίαν, καὶ νεῦρον, ὀστοῦν
12. τε καὶ χόνδρον, καὶ σάρκα, καὶ τἄλλ’ ὅσα τοιαῦτα, μετὰ
13. ταῦθ’ ὡς περὶ μερῶν αὐτῶν διαλέγοιτο. καὶ γὰρ καὶ μέρη
14. τοῦ σώματος ἡμῶν ἀληθῶς ἄν τις εἶναι λέγοι τὰ τοιαῦτα,
15. (συμπληροῦται γὰρ τὸ ὅλον ἐξ αὐτῶν,) καὶ μέντοι καὶ εἴδη τοῦ
16. σώματος οὐδὲν ἧττον, ἐν μόνοις γὰρ τοῖς ὁμοιομερέσι τὸ διαφέρειν
17. εἶδος οὐκ ἔστιν, ἢ τὸ τῆς σαρκὸς μέρος, ἢ τὸ τῆς φλεβὸς,
18. ἢ τὸ τῆς πιμελῆς. οὐδὲ ἀληθὲς εἰπεῖν ἐπὶ τῶν τοιούτων,
1. ὡς ἐκ τοσῶνδέ τινων εἰδῶν σύγκειται τὸ ὅλον. ἐν δὲ τοῖς
2. ἀνομοιομερέσιν ἡ τῶν εἰδῶν διαφορὰ τὸν ἀριθμὸν ὁρίζει
3. τοῖς μορίοις. τοιοῦτον δέ τι χρῆμα καὶ ἡμῶν τὴν ψυχὴν ὁ
4. Πλάτων εἶναί φησιν, ἐκ τριῶν μερῶν συγκειμένην. εἰκάζει
5. δ’ οὕτω τὸ μὲν ἐπιθυμητικὸν θηρίῳ ποικίλῳ τε καὶ πολυκεφάλῳ
6. τὸ δὲ θυμοειδὲς λέοντι, τὸ δὲ λογιστικὸν ἀνθρώπῳ.
7. αὕτη γὰρ ἡ εἰκὼν οἰκειοτέρα τῆς κατὰ τὸν Φαῖδρον,
8. ἐν ᾗ τῶν εἰδῶν ἱππομόρφω μέν τινε δύο φησὶν
9. ὑπάρχειν, ἡνίοχον δὲ τρίτον. ἀλλὰ καὶ ἐν τῷ τῆς Πολιτείας
10. ἐννάτῳ τῆς προτέρας εἰκόνος ἐμνημόνευσεν, ὡς σαφέστερον
11. ἐνδεικνυμένης, ὁποῖον ἕκαστόν ἐστι τῶν εἰδῶν τῆς
12. ψυχῆς. ὁ μὲν οὖν Πλάτων, καὶ τοῖς τόποις τοῦ σώματος
13. κεχωρίσθαι νομίζων αὐτὰ, καὶ ταῖς οὐσίαις πάμπολυ διαλλάττειν,
14. εὐλόγως εἴδη τε καὶ μέρη προσαγορεύει. ὁ δ’
15. Ἀριστοτέλης τε καὶ ὁ Ποσειδώνιος εἴδη μὲν ἢ μέρη ψυχῆς
16. οὐκ ὀνομάζουσιν, δυνάμεις δ’ εἶναί φασι μιᾶς οὐσίας
17. ἐκ τῆς καρδίας ὁρμωμένης. ὁ δὲ Χρύσιππος, ὥσπερ εἰς
18. μίαν οὐσίαν, οὕτω καὶ εἰς δύναμιν μίαν ἄγει καὶ τὸν
1. θυμὸν, καὶ τὴν ἐπιθυμίαν. ἀλλ’ ὅτι μὲν οὐκ ὀλίγον ἁμαρτάνει
2. τῆς ἀληθείας ὁ ἀνὴρ οὗτος, αὐτάρκως ἡμῖν ἐπιδέδεικται.
3. ὅτι δὲ οἱ περὶ τὸν Ἀριστοτέλην σφάλλονται, μιᾶς
4. οὐσίας τὰς τρεῖς δυνάμεις εἶναι νομίζοντες, ἔν τε τοῖς ἔμπροσθεν
5. ἱκανῶς ἐπιδέδεικται, καὶ οὐδὲν ἧττον ὁ μετὰ
6. τοῦτον λόγος ἀποδείξει. πρότερον δ’, ὅτι Πλάτων
7. αὐτὸς εἴδη τε καὶ μέρη ψυχῆς ὀνομάζει τό τε λογιστικὸν,
8. καὶ τὸ θυμικὸν, καὶ τὸ ἐπιθυμητικὸν, ἐξ αὐτῶν τῶν ῥήσεων
9. αὐτοῦ πιστωσόμεθα. ἐν μὲν οὖν τῷ Τιμαίῳ περὶ
10. τῆς ἐπιθυμητικῆς ψυχῆς, ἧς καὶ τὰ φυτὰ μετέχει φύσει,
11. διαλεγόμενος ᾧδέ πως γράφει. μετέχει γε μὴν τοῦτο,
12. ὃ νῦν λέγομεν, τοῦ τρίτου τῆς ψυχῆς εἴδους, ὃ μεταξὺ φρενῶν
13. ὀμφαλοῦ τε ἵδρυται. αὖθις δ’ ἐν τῷδε τῷ βιβλίῳ περὶ
14. τῆς λογιστικῆς ψυχῆς διαλεγόμενος ᾧδέ πώς φησι. τὸ δὲ δὴ περὶ
15. τοῦ κυριωτάτου παρ’ ἡμῖν ψυχῆς εἴδους διανοεῖσθαι δεῖ τῇδε,
16. ὡς ἄρα αὐτὸ δαίμονα ὁ θεὸς ἑκάστῳ δέδωκε, ὃ δή φαμεν
17. οἰκεῖν μὲν ἡμῶν ἐπ’ ἄκρῳ τῷ σώματι, πρὸς δὲ τὴν ἐν οὐρανῷ
18. συγγένειαν ἀπὸ γῆς ἡμᾶς αἴρειν. συμαμφότερα δ’ αὖ
1. πάλιν ἐν ταὐτῷ βιβλίῳ τὸ ἐπιθυμητικὸν καὶ τὸ θυμοειδὲς
2. τῇδε τῇ ῥήσει ψυχῆς εἶδος ὠνόμασεν. ἄλλο τι εἶδος
3. ἐν αὐτῷ ψυχῆς προσῳκοδόμουν τὸ δεινὰ καὶ ἀναγκαῖα ἐν
4. ἑαυτῷ παθήματα ἔχον. ὁμοῦ δ’ αἶ πάλιν τὰ τρία μέρη
5. τῆς ψυχῆς ἡμῶν εἴδη προσαγορεύει τῆς ψυχῆς ἐν ταὐτῷ
6. βιβλίῳ, τῷ Τιμαίῳ, κατὰ τήνδε τὴν διήγησιν. ἔστι γὰρ,
7. καθάπερ εἴπομεν πολλάκις, ὅτι τρία τῆς ψυχῆς ἐν ἡμῖν εἴδη
8. κατῴκισται. ὡσαύτως δ’ κᾀν τῇ Πολιτείᾳ κατὰ μὲν τὸ
9. τέταρτον ὑπὲρ τοῦ θυμοειδοῦς προειρηκὼς, ὡς ἕτερόν ἐστι
10. τοῦ ἐπιθυμητικοῦ, κᾄπειθ’ ἐφεξῆς ζητῶν, εἰ καὶ τοῦ λογιστικοῦ
11. διαφέρει, φησίν· ἆρ’ οὖν ἕτερον ὂν καὶ τούτου,
12. ἢ λογιστικοῦ τι εἶδος, ὥστε μὴ τρία, ἀλλὰ δύο εἴδη εἶναι
13. ἐν τῇ ψυχῇ, λογιστικόν τε καὶ ἐπιθυμητικόν; οὕτω δὲ καὶ
14. κατὰ τὸ ἔννατον ἔγραψεν ἔν γε τῇδε τῇ ῥήσει. ἀλλ’ ἡσυχάσας
15. μὲν τὼ δύω εἴδη, τὸ τρίτον δέ τις κινήσας, ἐν ᾧ τὸ
16. φρονεῖν ἐγγίγνεται. καὶ προσέτι τῇδε. ὅτι δὴ οὖν εἶπον,
17. ἀμφισβητοῦνται ἑκάστου εἴδους αἱ ἡδοναὶ, καὶ αὐτὸς ὁ βίος,
18. μὴ ὅτι πρὸς τὸ κάλλιον καὶ αἴσχιον ζῇν, μηδὲ τὸ χεῖρον
1. καὶ ἄμεινον, ἀλλὰ πρὸς αὐτὸ τὸ ἥδιον καὶ ἀλυπότερον.
2. πῶς ἂν ἤδη μέν τις αὐτῶν ἀληθέστατα λέγοι; τί ἂν ἔτι
3. δέοιμεν ἑτέρας παραγράφειν ῥήσεις; ἱκαναὶ γὰρ καὶ αἵδε
4. δηλῶσαι τὴν γνώμην τἀνδρὸς, ὡς εἴδη ψυχῶν εἶναι βούλεται
5. τὰ τρία ταυτὶ, λογιστικὸν, ἐπιθυμητικὸν καὶ θυμοειδές.
6. ἀμέλει μόνας αὐτὰς εἶναί φησι χωρὶς ἀλλήλων, ἐν
7. μὲν τοῖς φυτοῖς τὴν ἐπιθυμητικὴν, ἐν δὲ τοῖς θεοῖς τὴν
8. λογιστικήν. τὴν μέντοι θυμοειδῆ διὰ τί μόνην οὐχ οἷόν
9. τε κατ’ οὐδὲν τῶν σωμάτων εἶναι, προϊὼν ὁ λόγος ἀποδείξει,
10. παραθεμένων ἡμῶν τὴν ἐκ τοῦ Τιμαίου ῥῆσιν, ἔνθα
11. τὴν χρείαν τῆς γενέσεως αὐτῆς διδάσκων ἕνεκα τῆς ἐπιθυμητικῆς
12. γεγονέναι φησὶ βοηθὸν τῇ λογικῇ ψυχῇ, καθάπερ
13. τινὰ κύνα κατὰ τοῦ πολυκεφάλου τε καὶ ἀγρίου θρέμματος,
14. τῆς ἐπιθυμίας. εἰκότως οὖν εἴδη ψυχῆς αὐτὰ προσαγορεύει
15. κατά τε τὰς προγεγραμμένας ῥήσεις καὶ προσέτι πολλὰς
16. ἑτέρας, ὧν οὐκ ἀνάγκη μνημονεύειν, ἐναργῶς ἤδη διὰ τούτων
17. τῆς γνώμης τἀνδρὸς ἐγνωσμένης. εἰ δὲ καὶ
18. μέρη ψυχῆς ἕκαστον αὐτῶν ὀνομάζει, θαυμαστὸν οὐδέν.
1. πρῶτον μὲν γὰρ αὐτὸς ἡμᾶς ἐδίδαξεν, ὡς, ὅ τι περ ἂν εἶδος
2. ᾖ, τοῦτο καὶ μέρος ὀνομάζειν ἐγχωρεῖ, μὴ μέντοι τό γε
3. μέρος ἅπαν εὐθὺς καὶ εἶδος εἶναι· δεύτερον δὲ, ὅτι μηδ’
4. ἐγχωρεῖ λέγειν μηδὲν σύνθετον ὁμοιομερὲς, ἑαυτῷ γε συνεχὲς
5. ὅλον ὑπάρχον. ἐξ ὡρισμένων γὰρ τὸν ἀριθμὸν σύγκειται
6. μορίων· οὐδενὸς γὰρ ὁμοιομεροῦς ἀριθμῷ περιλαβεῖν
7. ἐγχωρεῖ τὸ πλῆθος τῶν μορίων. ὅτι μὲν οὖν εὐλόγως ὁ
8. Πλάτων εἴδη τε καὶ μέρη τῆς ψυχῆς ὀνομάζει ταῦτα, μακροτέρων
9. οὐ δέομαι λόγων.
⟨
(De plac. Hipp. et Plat.) [n° 033 Fichtner] [GalLat]
De placitis Hippocratis et Platonis
Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Doctrines d’Hippocrate et de Platon
The Doctrines of Hippocrates and Plato (PHP)
De Lacy, 2005.
De Hippocratis et Platonis placitis, 1823, vol. 5, p. 181-805. urn:cts:greekLit:tlg0057.tlg032.verbatim-lat1
De Lacy, 2005 (eng).
De Hippocratis et Platonis placitis, 6.2, ed. Kühn, 1823, vol. 5, p. 514-519. urn:cts:greekLit:tlg0057.tlg032.1st1K-grc1:6.2
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩