Galenus. De placitis Hippocratis et Platonis (De plac. Hipp. et Plat.) [n° 033 Fichtner] [GalLat]

Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Doctrines d’Hippocrate et de Platon
The Doctrines of Hippocrates and Plato (PHP)
De Lacy, 2005.
De Hippocratis et Platonis placitis, 1823, vol. 5, p. 181-805. urn:cts:greekLit:tlg0057.tlg032.verbatim-lat1
De Lacy, 2005 (eng).

De Hippocratis et Platonis placitis, 6.3, ed. Kühn, 1823, vol. 5, p. 519-532. urn:cts:greekLit:tlg0057.tlg032.1st1K-grc1:6.3

10. Ὅτι δὲ τὸ μὲν ἐν τῇ κεφαλῇ καθίδρυται,
11. τὸ δ’ ἐν τῇ καρδίᾳ, τὸ δ’ ἐν τῷ ἥπατι, τοῦτο
12. ἐξ ἀρχῆς προὔκειτο, καὶ δέδεικται διὰ τῶν ἔμπροσθεν ὑπὲρ
13. τῶν δύο μερῶν. ὑπόλοιπον δὲ ἔτι τὸ ἐπιθυμητικὸν ἰδίας
14. ἀποδείξεως δεόμενον, ἣν ἐν τῷδε διέξιμεν, ἐκεῖνο πρότερον
15. ἐν ἀρχῇ τοῦ λόγου προειπόντες, ὡς οὐκ ἐξ ὁμοίως ἐναργῶν,
16. οὐδ’ ἐξ αὐτῆς ἄντικρυς τοῦ ζητουμένου τῆς φύσεως ἡ ἀπόδειξις
17. ἔσοιτο, καθάπερ ἐπὶ τῶν ἔμπροσθεν, ἀλλ’ ἐκ τῶν
18. τούτῳ συμβεβηκότων ἰδίᾳ. τῶν μὲν γὰρ νεύρων βρόχῳ
1. διαλαμβανομένων ἢ τεμνομένων, ἐφαίνετο τὰ μὲν ἐγκεφάλῳ
2. συνεχῆ μόρια διασώζοντα τὰς ἀρχαίας δυνάμεις, τὰ δ’
3. ἐπέκεινα τοῦ βρόχου παραχρῆμα καὶ τὴν αἴσθησιν ἀπολλύντα
4. καὶ τὴν κίνησιν. οὕτω δὲ καὶ τῶν ἀρτηριῶν αἱ μὲν
5. τῇ καρδίᾳ συνεχεῖς τὰς ἀρχαίας ἐνεργείας ἐργάζονται, αἱ δ’
6. ὑπὸ τοῦ βρόχου διειργόμεναι τελέως ἄσφυκτοι γιγνόμεναι.
7. καὶ μέντοι καὶ τὰ παθήματα τῆς ψυχῆς, ὅσα κατὰ τοὺς
8. θυμούς τε καὶ τοὺς φόβους συμπίπτει, προφανῶς ἐξιστάντα
9. τὴν καρδίαν ἐφαίνετο τῆς κατὰ φύσιν ἐνεργείας. ἐμνημονεύσαμεν
10. δὲ καὶ ὅσα θλιβόμενος ὁ ἐγκέφαλος ἢ τιτρωσκόμενος
11. εἰς τὰς κοιλίας ἅπαν βλάπτει τὸ σῶμα, καὶ ὡς καὶ
12. ταῦτ’ ἐναργῶς ἐνδείκνυται κινήσεώς τε καὶ αἰσθήσεως ἀρχὴν
13. ὑπάρχειν αὐτόν. ἐπὶ δὲ τοῦ ἥπατος οὐδὲν τοιοῦτον
14. ἔχομεν ἐπιδεικνύειν, οὔτ’ εἰ γυμνώσαντες αὐτὸ θλίβομεν,
15. οὔτ’ εἰ βρόχῳ τὰς φλέβας διαλαμβάνομεν. οὔτε γὰρ ἐναργοῦς
16. ἐστι κινήσεως ἡ ἀρχὴ, καθάπερ ἡ μὲν καρδία τῆς
17. σφυγμικῆς, ὁ δ’ ἐγκέφαλος τῆς αἰσθητικῆς τε καὶ προαιρετικῆς,
18. οὔτ’ ὀξείας βλάβης αἴτιον, ὡς ἐκείνων ἑκάτερον,
19. ἀλλ’ ἐν τῷ χρόνῳ βλάπτεται τὸ ζῶον εἰς ἀτροφίαν τε καὶ
1. ἄχροιαν, ἥπατος ἀτονήσαντος. ὡσαύτως δὲ καὶ τὸ μέρος,
2. εἰς ὅπερ ἂν ἐμβάλλουσαν φλέβα βρόχῳ διαλάβῃς, ἢ καὶ
3. παντάπασιν ἐκκόψῃς, ἀτροφώτερόν τε καὶ ἀχρούστερον ἐν
4. πλέονι χρόνῳ φαίνεται γιγνόμενον, οὐ μὴν ἔν γε τῷ παραυτίκα
5. βλαπτόμενον οὐδὲν, ὅ τι ἄξιον λόγου. τοιαύτης γὰρ
6. δυνάμεως ἀρχὴ τὸ ἧπαρ, οἵα καὶ τοῖς φυτοῖς ὑπάρχει.
7. καλείσθω γὰρ ἔν γε τῷ παρόντι δύναμις, ὕστερον ἐπιδειξόντων
8. ἡμῶν ἀκριβέστερον, ὡς πολλῶν ἐστι δυνάμεων ἀρχὴ τὸ
9. ἧπαρ, καὶ κάλλιον οὐσίαν ψυχῆς ὀνομάζειν, οὐ δύναμιν, ἐν
10. ἑκάστῳ τῶν τριῶν σπλάγχνων περιεχομένην, ἐν ἐγκεφάλῳ
11. μὲν λογιστικὴν, ἐν καρδίᾳ δὲ θυμοειδῆ, κατὰ δὲ τὸ
12. ἧπαρ ἐπιθυμητικὴν, ἢ φυτικὴν, ἢ γεννητικὴν, ἢ, ὡς
13. οἱ περὶ τὸν Ἀριστοτέλην, θρεπτικὴν, ἀφ’ ἑνὸς ἑκάστου
14. τοὔνομα θέμενοι, ἀπὸ μὲν τοῦ φύειν φυτικὴν,
15. ἀπὸ δὲ τοῦ τρέφειν θρεπτικὴν, ἀπὸ δὲ τοῦ γεννᾷν γεννητικήν·
16. ὁ δὲ Πλάτων ἀπὸ τοῦ πλήθους τῶν ἐπιθυμιῶν
17. ἐπιθυμητικήν. οἱ δὲ Στωϊκοὶ οὐδὲ ψυχὴν ὅλως ὀνομάζουσι
18. τὴν τὰ φυτὰ διοικοῦσαν, ἀλλὰ φύσιν. ὀνομαζέτω μὲν οὖν
1. ἕκαστος, ὡς ἂν ἐθέλῃ, περὶ δὲ τῶν ἐναργῶς τοῖς πράγμασι
2. διαφορῶν ἀποδείξει πιστούσθω, καθάπερ ἡμεῖς ἐπὶ μὲν ἐγκεφάλου
3. καὶ καρδίας ἔμπροσθεν ἐποιήσαμεν, ἐφ’ ἥπατος
4. δὲ κατὰ τὸν ἐνεστῶτα λόγον ὁρμώμεθα διελθεῖν. ἀρξόμεθα
5. δ’ ἀπὸ τῶν ἐναργεστέρων, ἵν’ ὥσπερ γυμνασθέντες ἐν τούτοις
6. ῥᾷον ἐξεύρωμέν τι τῶν ἀμυδροτέρων, ἅμα τε προτάσεων
7. εὐπορήσωμεν εἰς αὐτά. ἐναργέστερον δ’ ἐστὶν ἀπὸ τῶν φλεβῶν
8. ἄρξασθαι καὶ ζητῆσαι, πότερον καὶ τούτων
9. ἐστὶν ἀρχὴ τὸ ἧπαρ, ὡς ἀρτηριῶν μὲν ἡ καρδία, τῶν νεύρων
10. δ’ ὁ ἐγκέφαλος, ἢ, καθάπερ ἔνιοι νομίζουσιν, οὐ ταῖς
11. ἀρτηρίαις μόναις, ἀλλὰ καὶ ταῖς φλεψὶν ἐπιπέμπει τὰς φυσικὰς
12. δυνάμεις ἡ καρδία. κάλλιστον οὖν εἰς τοῦτο περὶ τῆς
13. κατὰ τὰ φυτὰ γεννήσεώς τε ἅμα καὶ διοικήσεως ἐπισκέψασθαι
14. πρότερον· εἰκὸς γάρ που, μόνην ἐκείνοις ὑπάρχουσαν
15. τὴν ζητουμένην δύναμιν ἐναργέστερα τεκμήρια τοῦ μέρους,
16. ὅθεν ὁρμᾶται, παρασχέσθαι. καταβληθέντος εἰς τὴν γῆν
17. σπέρματος οὑτινοσοῦν, εἰ μὲν αὐχμώδης εἴη, πλέον οὐδὲν
18. εἰς φυτοῦ γένεσιν αὐτὸ περιεργάσεται τὸ σπέρμα, πᾶσαν
1. αὐτοῦ τὴν ἔμφυτον ἰκμάδα πρὸς ἑαυτὴν τῆς γῆς ἑλκυσάσης·
2. μετρίως δ’ ὑπαρχούσης ὑγρᾶς, μαλακὸν γίνεται τὸ σπέρμα,
3. διοιδίσκεται δὲ κατὰ τὸ περιέχον αὐτὸ σύμφυτον σκέπασμα
4. τὸ οἷον δέρμα, καὶ ῥήγνυται μὲν πρῶτον, ἀερωθείσης τῆς
5. κατὰ τὸ σπέρμα νοτίδος· εἶθ’ ἑξῆς ἀποτείνεται κατὰ τὸ
6. ῥαγὲν ἀποβλάστημά τι λεπτὸν καὶ μαλακὸν εἰς ἄμφω τὰ
7. μέρη, τό τε ἄνω τοῦ σπέρματος ὡς πρὸς τὸν ἀέρα καὶ τὸ
8. κατὰ βάθους τῆς γῆς. καὶ ταῦτα συνεχῆ φαίνεται τὴν αὔξησιν
9. ποιούμενα καὶ φερόμενα διὰ παντὸς εἰς ἅπερ ἀρχῆθεν
10. ὥρμησε. καὶ τοῦ χρόνου προϊόντος εἰ τὸ σπέρμα δένδρου
11. τινὸς εἴη μεγάλου σπέρμα, τὸ μὲν εἰς τὸν ἀέρα φερόμενον
12. αὐτοῦ πρέμνον γίγνεται, τὸ δ’ εἰς τὸ βάθος τῆς γῆς
13. ῥίζα, καὶ σχίζεταί γε πολλὰς σχίσεις ἑκάτερον, εἰ πολυσχιδοῦς
14. εἴη δένδρου τὸ σπέρμα. μία μὲν οὖν ἀρχὴ τῆς γενέσεώς
15. ἐστι καὶ τῆς αὐξήσεως ἅπασι τοῦ φυτοῦ τοῖς μέρεσιν
16. ὁ τόπος ἐκεῖνος, ὅθεν ἄνω μὲν τὸ πρέμνον, ἡ δ’ ἀρχὴ τῆς
17. ῥιζώσεως κάτω γίγνεται, καὶ φαίνεται καθάπερ ἔκ τινος
18. ἑστίας ἡ διοικοῦσα τὸ δένδρον δύναμις ἐκεῖθεν ὁρμωμένη.
1. κινεῖται μὲν οὖν τὰς ἐναντίας κινήσεις, εἰς μὲν τὸ κάτω
2. καὶ τὸ βάθος τῆς γῆς ἔν τε τῷ κατασχίζειν τὸν βλαστὸν
3. πολυμερῶς εἰς πολλὰς τὰς πρώτας ῥίζας αὐξάνειν ἀρχομένας·
4. εἰς δὲ τὸ ἄνω κλάδους μέν τινας ἀποφύουσιν τοῦ στελέχους,
5. ἐκείνους δ’ αὖθις εἰς ἑτέρους σχίζουσιν μέχρι τῶν
6. ἐσχάτων καὶ λεπτοτάτων βλαστῶν. καὶ ἔοικε τὸ μὲν ἄνω
7. μέρος ἅπαν, ὅπερ ἐστὶ τὸ δένδρον, ἕνεκεν ἑαυτοῦ τε καὶ τοῦ
8. καρποῦ διαπλάττειν, τὸ κάτω δ’ ὑπὲρ τῆς κατὰ τὴν τροφὴν
9. εὐπορίας. ὁποῖον γάρ τι τοῖς ζώοις ἐστὶ τὸ στόμα,
10. τοιοῦτον τοῖς φυτοῖς τὸ πέρας τῆς ῥιζώσεως ἀτεχνῶς φάναι
11. δοκεῖ, στοματίων πολλῶν ἑλκόντων ἐκ τῆς γῆς τροφὴν ὑπὸ
12. τῆς φύσεως δεδημιουργημένην. ἄγε δή μοι τὴν εἰκόνα κᾀπὶ
13. τὰ ζῶα. καὶ πρῶτον μὲν ἐπίσκεψαι τὴν μεγίστην ἀρτηρίαν,
14. ἥτις ὥσπερ πρέμνον ἐκφύουσα τῆς καρδίας διασχίζεται, τῷ
15. μὲν ἑτέρῳ μέρει τῷ μικροτέρῳ πρὸς τὴν κεφαλὴν ἀναφερομένη,
16. θατέρῳ δὲ τῷ μείζονι κατὰ τῆς ῥάχεως ἐκτεταμένη.
17. θέασαι δ’ ἑξῆς ἅπαντ’ αὐτῆς τὰ βλαστήματα πάντοσε τοῦ
18. σώματος φερόμενα καθ’ ὃν ἐν τῷ πρώτῳ γράμματι λέλεκται
1. τρόπον, ἑτέραν δ’ ἀρτηρίαν ἐκ τῆς αὐτῆς κοιλίας τῆς καρδίας
2. ἐκφερομένην, τὴν εἰς τὸν πνεύμονα κατασχιζομένην ἀνάλογον
3. τῷ καθήκοντι μέρει τῆς ῥιζώσεως εἰς τὴν γῆν. ὥσπερ
4. γὰρ ἐκ τῆς γῆς τὰ φυτὰ διὰ τῶν ῥιζῶν ἅπασαν ἐπισπᾶται
5. τὴν τροφὴν, οὕτως ἐκ τοῦ πνεύμονος ἡ καρδία τὸν
6. ἀέρα διὰ τῶν εἰρημένων ἀρτηριῶν. αὗται δύο μὲν τῆς καρδίας
7. ἐκπεφύκασιν ἀρτηρίαι, μέγισται τῶν οἰκείων ἀποβλαστημάτων
8. ἑκάτεραι. καὶ καθάπερ ἐν τῷ φυτῷ τὸ μὲν ἐξέχον
9. τῆς γῆς τὸ πρέμνον ἐστὶν ἁπάντων εὐρύτατον τῶν ἄλλων,
10. τὸ δ’ εἰς τὰς ῥίζας σχιζόμενον ἁπάντων καὶ τοῦτ’
11. εὐρύτατον τῶν κάτω, τὸ μέσον δ’ ἀμφοῖν ἡ ἀρχὴ τοῦ φυτοῦ,
12. κατὰ τὸν αὐτὸν τρόπον ἡ μὲν οἷον στέλεχος ἀρτηρία
13. μεγίστη τῶν καθ’ ὅλον ἐστὶ τὸ ζῶον, ἡ δ’ εἰς τὸν πνεύμονα
14. τὴν ἔμφυσιν ἔχουσα τῶν ἐν ἐκείνῳ πασῶν, αὐτὴ
15. δὲ ἡ καρδία μέση τ’ ἀμφοτέρων ἐστὶ καὶ ἀρχὴ τῶν διοικουσῶν
16. αὐτὰ δυνάμεων. ἀνδρί τε περὶ φύσιν δεινῷ καὶ
17. χωρὶς τῶν εἰρημένων εὔδηλον, ὡς τὰ μείζω τῶν ἐλαττόνων
18. ἀρχαὶ, καθάπερ γε καὶ ἡ πηγὴ τῶν ὀχετῶν, εἰς οὕς
19. διανέμεται. καίτοι τινὲς εἰς τοσοῦτον ἥκουσιν ἀλογίας, ὡς
1. τῆς ἀρχῆς τὰ μετ’ αὐτὴν μείζω νομίζειν, ἐξαπατώμενοι πρὸς
2. τῶν ποταμῶν, οἵ μικροὶ παντάπασι πρὸς ταῖς πηγαῖς ὄντες
3. αὐξάνονται προϊόντες, οὐκ ἐξ ἀνάγκης ἀεὶ γιγνομένου.
4. τινὲς μὲν γὰρ αὐτῶν ἑτέρους ὑποδεχόμενοι ποταμοὺς εἰκότως
5. αὐξάνονται, τινὲς δ’ ὀχετῶν ἀποσχιζομένων σμικρύνονται.
6. ποταμὸς δὲ οὐδεὶς ἐκ μιᾶς ὁρμώμενος πηγῆς ἐλάττονα
7. τὴν κεφαλὴν ἔχει τῶν ἐφεξῆς· εἰ δὲ ἐκ πολλῶν ἀθροίζοιτο
8. πηγῶν, εὔλογον δήπου τὸ ὅλον ἑκάστης αὐτῶν γενέσθαι
9. μείζονα. καὶ χωρὶς δὲ τοῦ παραδείγματος, εἰ τὰ κατὰ
10. τὸ σῶμα τῶν ζώων ἀγγεῖα τὰ μικρότερα τῶν μειζόνων ἀρχὰς
11. θησόμεθα, μαχεῖται πρὸς ἑαυτὸν ὁ λόγος ἐν ἅπαντι μορίῳ
12. τοῦ σώματος ἀναγκαζόμενος ὁμολογεῖν ἀρχὴν εἶναι τῶν ἄλλων
13. τριῶν ὀργάνων, ἀρτηρίας, καὶ νεύρου, καὶ φλεβός.
14. ὥστ’, εἰ οὕτως ἔτυχε, τὴν πτέρναν ἢ τὸν δάκτυλον ἀρχὴν
15. εἶναι τῆς μεγίστης ἀρτηρίας, καὶ τῆς κοίλης φλεβὸς, καὶ
16. τοῦ νωτιαίου· ταυτὶ γὰρ ὥσπερ τινὰ πρέμνα, τὸ μὲν ἀρτηριῶν
17. ἐστι, τὸ δὲ φλεβῶν, τὸ δὲ νεύρων. ὥστ’ ἴσως ὁ
18. τοῦτον τὸν λόγον εἰσηγούμενος οὐδὲ τὰ βλαστήματα τῶν
19. δένδρων, οὐδὲ τὰ πέρατα τῶν ῥιζῶν αἰσχύνεται λέγειν ἀρχὰς
1. τοῦ φυτοῦ. καίτοι τά γε πέρατα τῶν ῥιζῶν ἀρχαὶ
2. τροφῆς τοῦ δένδρου δύναιτ’ ἂν λέγεσθαι παραπλησίως ταῖς
3. εἰς τὴν γαστέρα καθηκούσαις φλεψὶ καὶ ταῖς εἰς τὸν πνεύμονα
4. κατασχιζομέναις ἀρτηρίαις. ἁπλῶς δ’ ἅπαντα τῶν
5. φλεβῶν τὰ πέρατα λέγειν ἀρχὰς ἀτοπώτατον. οὔτε γὰρ
6. τῆς τροφῆς οὐδὲν αὐτῶν ἀρχὴ πλὴν τῶν εἰρημένων, οὔτε
7. τῆς διοικούσης δυνάμεως· οὕτως γὰρ ἅπαν ἔσται μόριον
8. ἀρχή. εἰ δέ τινα μὲν ἀρχὰς ἐροῦσι τῶν περάτων, τινὰ
9. δ’ οὐκ ἀρχὰς, ἀναπόδεικτον ὑπόθεσιν θήσονται. τί γὰρ
10. μᾶλλον τάδε τῶνδε νομιστέον ἀρχὰς, οἷον τὰ κατ’ ἐγκέφαλον
11. τῶν κατὰ πνεύμονα, καὶ τούτων τὰ κατὰ τὸ ἧπαρ,
12. ἢ τὸν σπλῆνα, κᾀκείνων τὰ κατ’ ἄλλο τι μόριον ἢ
13. σπλάγχνον; ἐγὼ τοῦτον τὸν λόγον οὐδ’ ὅτε μειράκιον ὂν
14. ἤκουσα παρὰ τοῦ διδασκάλου Πέλοπος, ἐπιδεικνύναι πειρωμένου
15. τὸν ἐγκέφαλον ἁπάντων τῶν ἀγγείων ἀρχὴν, οὔτ’ ἐν
16. τῷ παραχρῆμα προσηκάμην, οὔθ’ ὕστερον ἀνασκεπτόμενος
17. ἐπῄνεσα. τὰ δ’ ἀπὸ τῆς κεφαλῆς καταφέρεσθαι λεγόμενα
18. τέτταρα ζεύγη φλεβῶν ἐμβεβλῆσθαί τέ μοι δοκεῖ
1. τοῖς ἐπιγραφομένοις Ἱπποκράτους συγγράμμασι καὶ διεσκευάσθαι
2. φανερῶς. οὐδὲν γοῦν αὐτῶν δείκνυται, καίτοι
3. τἄλλα τὰ περὶ φλεβῶν εἰρημένα πρὸς Ἱπποκράτους, ἅπερ
4. ἔγραψεν πάντα κατὰ τὴν περὶ τῆς Ἱπποκράτους ἀνατομῆς
5. πραγματείαν, ὡμολόγηται τοῖς ἀνατομικοῖς ἀνδράσι, καὶ
6. δείκνυται καὶ πρὸς ἡμῶν. τὰ τέτταρα δὲ ἐκεῖνα ζεύγη,
7. πρὸς τῷ μηδ’ ὑφ’ ἑνὸς ἄλλου λέγεσθαι τῶν ἀνατομικῶν,
8. οὐδὲ δείκνυται πρός τινος. ἀλλ’ ἔνιοι μὲν τῶν τιθεμένων
9. αὐτὰ πιστεύειν Ἱπποκράτει φασὶ, κᾂν οὗτοι μὴ δύνωνται
10. δεικνύειν, ὡς περὶ λόγῳ θεωρητοῦ πράγματος, οὐκ αἰσθητοῦ,
11. διαλεγόμενοι, τινὲς δ’ ἐπαγγέλλονται μὲν δείξειν,
12. ἔδειξαν δ’ οὐδέποτε. τὸ μὲν οὖν ἐν ἑτέρῳ τινὶ γράφεσθαι
13. βιβλίῳ τῶν προφανῶς νόθων τὰ τέσσαρα ζεύγη τῶν
14. φλεβῶν οὐδὲν θαυμαστόν· εὑρίσκεται δὲ καὶ κατὰ
15. τὴν τελευτὴν τοῦ περὶ φύσεως ἀνθρώπου, δευτέρου δὲ
16. τοῦ περὶ διαίτης, ᾧ τὴν ἀνατομὴν τῶν βιβλίων ἐμβεβλήκασιν,
17. οὐδένα λόγον ἔχουσαν τῇ διαίτῃ συνῆφθαι.
18. πολὺ γὰρ ἦν πιθανώτερον, οὐ τούτῳ τῷ μέρει τοῦ
1. γράμματος, ἀλλὰ τῷ προτέρῳ συνάπτειν αὐτήν. ἀλλὰ
2. γὰρ ὁ διασκευάζων ᾤετο λήσεσθαι μᾶλλον, ἢ εἰ τῷ τέλει
3. παρέγραψεν. ὅτι δ’ οὐδὲ τῷ προτέρῳ μέρει προσαρμόττεσθαι
4. λόγον εἶχεν, εὔδηλόν ἐστιν ἅπασι τοῖς ἀνεγνωκόσι τὸ
5. σύγγραμμα. ζητεῖ γὰρ ἐν αὐτῷ φύσιν ἀνθρώπου τὴν ὡς
6. ἐκ στοιχείων, οὐ τὴν ἐξ ἀνατομῆς φαινομένην. ἀλλ’ ὅτι
7. μὲν οὐκ ἔστι γνήσιος οὔθ’ Ἱπποκράτους οὔτε Πολύβου
8. τῶν εἰρημένων φλεβῶν ἡ ἀνατομὴ, καὶ πρὸ ἡμῶν μὲν ἑτέροις
9. ἀποδέδεικται, καὶ ἡμεῖς δ’ ἂν, εἰ θεὸς δοίη ποτὲ
10. περὶ τῶν γνησίων Ἱπποκράτους συγγραμμάτων πραγματεύσασθαι,
11. διὰ πλειόνων ἐπιδείξομεν, ἥτις ἐστὶν Ἱπποκράτους
12. γνώμη περὶ φλεβῶν ἀρχῆς, ἣν ἐκ τε τοῦ περὶ τροφῆς ἔνεστι
13. λαβεῖν καὶ ἐκ τοῦ δευτέρου τῶν ἐπιδημίων. ἀλλὰ τοῦτο
14. μὲν εἰσαῦθις ἀναβεβλήσθω. δεῖξαι γὰρ πρότερον ὃ λέγων
15. ἀπέλιπον ἔγνωκα, ὅτι κᾀν τοῖς φυτοῖς μὲν ἀρχὴ καὶ
16. γενέσεως καὶ διοικήσεως τὰ μείζω σώματα τῶν μικροτέρων
17. ὑπάρχει, οὐχ ἥκιστα δὲ κᾀν τοῖς ζώοις. ἐπάνειμι
18. γὰρ αὖθις ὡς τὸν Πέλοπα συγχωροῦντα τὸν ἐγκέφαλον
1. ἁπάντων εἶναι τῶν νεύρων ἀρχήν. ὁμολογεῖ γοῦν καὶ αὐτὸς,
2. ἀπ’ ἐγκεφάλου φυόμενα δύο νεῦρα διασπείρεσθαι τοῖς κατ’
3. ὀφθαλμοὺς μυσὶν ἐκ μιᾶς καὶ παχείας ἐκφύσεως εἰς μικρὰ
4. καὶ πολλὰ σχιζόμενα. τούτων δ’ ἔτι μᾶλλον ἡ ἐφεξῆς συζυγία
5. παχίστη μέν ἐστιν ἐκφυομένη, τέμνεται δ’ εἰς πάμπολλα
6. μικρὰ τοῖς περὶ τὸ πρόσωπόν τε καὶ τὸ στόμα διανεμομένη
7. μορίοις, ὥσπερ γε καὶ ἡ μετ’ αὐτήν. ἵνα δὲ μὴ
8. τρίβω τὸν χρόνον, ὁ νωτιαῖος ἐξ ἐγκεφάλου ἐκφυόμενος βλαστάνειν
9. αὐτῷ δοκεῖ καὶ εἶναι καθάπερ τι πρέμνον ἀριθμοῦ
10. παμπόλλου νεύρων οἷον κλάδων ἀποφυομένων αὐτοῦ. ταῦτα
11. μὲν οὖν ἀληθῆ τ’ ἐστὶ καὶ τοῖς ἐναργῶς ὁρωμένοις ὁμολογούμενα,
12. τὸ δὲ τὰ μικρὰ τῶν μεγάλων ἀρχὰς εἶναι μάχεται
13. μὲν καὶ τοῖς κατὰ τὰ νεῦρα φαινομένοις, (ἀεὶ γὰρ ἐν
14. τούτοις τὰ μείζω τῶν μικροτέρων ἀρχαὶ,) μάχεται δὲ, ὡς εἴρηται,
15. καὶ τοῖς κατὰ τὰ φυτὰ, καὶ προσέτι τοῖς κατὰ τὰς
16. ἀρτηρίας τε καὶ τὴν καρδίαν. ἀναισχυντία πάντως γὰρ ἐστιν
17. ἄλλο τι σπλάγχνον ἀρτηριῶν ἀρχὴν ὑποθέσθαι. φαίνονται
18. γοῦν αἱ μὲν ἀρτηρίαι, πρὶν ἐκτμηθῆναι τοῦ ζώου, τὴν
1. κίνησιν ἀπολλύουσαι σαφῶς, ἐπειδὰν βρόχῳ διαληφθῶσι,
2. μήτι γε δὴ χωρισθεῖσαι καὶ ἐκτὸς γενόμεναι, μόνη δ’ ἡ
3. καρδία πάντων τῶν ἐν τῷ ζώῳ μορίων ἐξαιρουμένη μέχρι
4. πλείστου διαφυλάττουσα τὴν κατὰ φύσιν ἐνέργειαν, ὡς ἀρχὴ
5. κινήσεως ἑαυτῇ τε καὶ τοῖς ἀφ’ ἑαυτῆς· αἱ δ’ ἀρτηρίαι
6. ἀποχωρισθεῖσαι αὐτῆς ἢ βρόχοις ἢ τομαῖς ἅμα τῷ πάθει
7. καὶ τὴν κίνησιν ἀπολλύουσιν. ἀλλ’ εἴπερ ἀναίσχυντόν
8. ἐστι τὰς ἀρτηρίας ἑτέρωθεν ἄρχεσθαι φάναι, τὰ μέγιστα
9. μόρια τῶν ἀρτηριῶν ἀρχαὶ τῶν μικροτέρων γενήσονται. εὐρύταται
10. οὖν ἁπασῶν εἰσι τοῦ ζώου ἀρτηριῶν αἱ τῆς καρδίας
11. ἐκφυόμεναι, παχύταται δὲ καὶ τῶν νεύρων αἱ ἀρχαὶ,
12. καθάπερ ἐν τοῖς φυτοῖς παχύτατον μὲν τὸ πρέμνον
13. ἁπάντων τῶν κλάδων, παχίστη δ’ ἡ ῥίζωσις τῶν ῥιζῶν.
14. ὀνομάζω δὲ ῥίζωσιν, ὅπερ ὀλίγον ἔμπροσθεν ἐδείκνυον τὸ
15. κάτωθεν μέρος ἀρχὴν εἶναι τοῦ φυτοῦ. καί μοι δοκεῖ καὶ
16. ὁ Ἱπποκράτης, ἐντεῦθεν ἐπὶ τὰ ζῶα μεταφέρων τοὔνομα,
17. ῥίζωσιν εἰρηκέναι τῶν μὲν ἀρτηριῶν τὴν καρδίαν, τῶν δὲ
18. φλεβῶν τὸ ἧπαρ. ὡς γὰρ ἀπὸ τῆς ῥιζώσεως τῶν φυτῶν
1. αἱ ῥίζαι μὲν κάτω, τὸ δὲ στέλεχος ἄνω φύεται, κατὰ τὸν
2. αὐτὸν τρόπον ἐκ μὲν τῆς καρδίας ἥ τε εἰς τὸν πνεύμονα
3. καὶ ἡ εἰς ὅλον τὸ ζῶον, ἐκ δὲ τοῦ ἥπατος ἥ τ’ εἰς τὴν
4. κατὰ τὴν γαστέρα καὶ εἰς τὸ σύμπαν σῶμα. ῥίζαι μὲν
5. οὖν ἐοίκασιν αἱ εἰς τὴν γαστέρα καθήκουσαι φλέβες,
6. ὡς καὶ τοῦτ’ αὐτὸς Ἱπποκράτης ἔδειξε, φάμενος· ὡς γὰρ τοῖς
7. δένδροις ἡ γῆ, οὕτω τοῖς ζώοις ἡ γαστὴρ, τὸ δ’ οἷον πρέμνον ἡ
8. κοίλη φλέψ ἐστιν, ἐκ μὲν τῶν κυρτῶν τοῦ ἥπατος ἐκπεφυκυῖα,
9. φερομένη δ’ ἐκ τοῦ ἥπατος εὐθεῖα πρὸς ἑκάτερα τοῦ ζώου τὰ
10. μέρη, τό τε ἄων καὶ τὸ κάτω. εὐρύτατον μὲν οὖν αὐτῆς ἐστι τὸ
11. κάτω τοῦ ἥπατος, ἧττον δ’ εὐρὺ τὸ διὰ τῶν φρενῶν ἀνατεταμένον,
12. ἔλαττον δὲ ἀμφοτέρων τὸ τῇ καρδίᾳ ἐμφυόμενον. καίτοι,
13. εἴπερ εἴη ἡ καρδία τῆς κοίλης φλεβὸς, ὡς καὶ τῆς μεγάλης ἀρτηρίας,
14. ἀρχὴ, μέγιστον ἂν ἦν, οἶμαι, τὸ συνεχὲς αὐτῆς μέρος.

Cliquer un n° de page pour en afficher l’image