15. Εἰ δέ τις οἴεται τῆς μὲν δυνάμεως ταῖς
16. φλεψὶ χορηγὸν τὴν καρδίαν, τῆς δ’ ὕλης τὸ ἧπαρ, ἐντεῦθεν
17. γὰρ ὁρμᾶσθαι τὸ αἷμα, καὶ διὰ τοῦτ’ εὐρυτέραν εἶναι
18. τὴν κάτω κοίλην τῆς ἄνω, διότι πλείω μόρια τὰ κάτω τοῦ
1. ἥπατός ἐστιν, οἷς ἀναγκαῖόν ἐστιν ἅπασι χορηγεῖσθαι τροφὴν,
2. οὗτός μοι δοκεῖ δι’ αὐτῶν ὧν ὑποτίθεται συγχωρεῖν
3. ἃ μὴ βούλεται. τὸ γὰρ ἐξ ἥπατος ὁρμᾶσθαι τὸ αἷμα τί
4. ἄλλο ἐστὶν, ἢ τὴν γεννῶσαν αἷμα δύναμιν ἐν τούτῳ τῷ
5. σπλάγχνῳ περιέχεσθαι; εἴπερ οὖν ἕνεκα μὲν τοῦ τρέφεσθαι
6. τὸ ζῶον ἡ τοῦ αἵματός ἐστι γένεσις, ἐν ἥπατι δὲ γίγνεται
7. τὸ αἷμα, τῆς θρεπτικῆς δυνάμεως ἀρχὴ τοῦτ’ ἔσται τὸ
8. σπλάγχνον, οὐχ ἡ καρδία. τὸ γὰρ προνοούμενον ὕλης ἐπιτηδείου
9. πρὸς θρέψιν ἅπαντι τῷ σώματι, τοῦτ’ εὔλογον ἀρχὴν
10. εἶναι τῆς θρεπτικῆς τε καὶ φυτικῆς δυνάμεως, ὥσπερ,
11. οἶμαι, κᾀν τοῖς φυτοῖς ἐκεῖνο τὸ μέρος, ὃ ῥίζωσιν ἐκαλοῦμεν.
12. ἕλκει τε γὰρ ἐφ’ ἑαυτὸ διὰ παμπόλλων ῥιζῶν ἐκ τῆς γῆς
13. τὴν τροφὴν, ἐπιπέμπει τε προκατεργασάμενον ἅπαντι τῷ
14. φυτῷ διὰ τοῦ στελέχους. εἰ γὰρ καὶ τῆς αὐτῆς δυνάμεως,
15. ὥσπερ καὶ τῆς σφυγμικῆς, ἀρχὴν θησόμεθα τὴν καρδίαν, ἐκ
16. τοῦ περιττοῦ τὸ ἧπαρ ἡ μηδὲν μάτην ἐργαζομένη φύσις
17. ἐποίησεν· ἦν γὰρ δή που κατὰ τὴν καρδίαν αἱματοῦσθαι
18. τὴν τροφήν. ἀλλ’ ὡς εἰς μέγα τὸ ἔργον οἷον ὑπηρέτην τινὰ
1. τὸ ἧπαρ ἡ φύσις τῇ καρδίᾳ παρεστήσατο προπαρασκευάσοντα
2. τὴν ὕλην αὐτῇ, καθάπερ ἡ γαστὴρ ἐκείνῳ. πιθανὸς
3. μὲν ὁ λόγος, οὐ μὴν ἀληθής γε. φαίνεται γὰρ οὐχ ὡς
4. ὑπηρέτης ἡγουμένῳ προπαρασκευάζων ἐπιτήδειον ὕλην τὸ
5. ἧπαρ, ἀλλ’ ὡς αὐτὸς ὁ ἡγούμενος ἐξουσίαν ἔχων τοῦ διανέμειν
6. αὐτήν. ἐναργῆ δὲ παραδείγματα κατ’ αὐτὸ τοῦ ζώου
7. τὸ σῶμα πάρεστι θεάσασθαι. πάντα γοῦν, ὅσα προπαρασκευάζει
8. τὰς ὕλας ἑτέροις, ἐκείνοις αὐτὰς ἀκεραίους φυλάττει,
9. καὶ οὔτ’ ἐκ πνεύμονος ἄλλη τις ὁδὸς ἑτέρωσε τέτμηται,
10. πλὴν μιᾶς τῆς εἰς τὴν καρδίαν, οὔτ’ ἐκ κοιλίας τε καὶ ἐντέρων
11. ἑτέρωσε, πλὴν εἰς ἧπαρ, οὔτ’ ἐκ τοῦ δικτυοειδοῦς
12. πλέγματος ἑτέρωσε, πλὴν εἰς ἐγκέφαλον, οὔτ’ ἐκ τῶν τὸ
13. σπέρμα προπαρασκευαζόντων ἀγγείων εἰς ἄλλο τι, πλὴν τῶν
14. ὄρχεων. οὕτω δὲ καὶ οἱ τὸ χολῶδες ὑγρὸν ἀθροίζοντες πόροι
15. πάντες εἰς ἓν ἀγγεῖον ἀποφέρονται, τὴν συνημμένην δηλονότι
16. ἥπατι κύστιν, ἐντεῦθέν τε εἰς τὴν νῆστιν ἐκπέμπουσιν,
17. καθάπερ οἱ νεφροὶ τὸ οὖρον, εἰς τὴν μίαν δηλονότι
18. κύστιν. οὐκοῦν οὐδὲ τὸ ἧπαρ, εἴπερ τῇ καρδίᾳ τὸ αἷμα
1. προπαρασκευάσον ὑπὸ τῆς φύσεως ἐγένετο, διανέμειν αὐτὸ
2. τῇ παρασκευῇ ἡμίεργον ἐπιστεύθη ἄν. οὔτε γὰρ ὑπηρέτου
3. τὸ τοιοῦτον ἔργον, ἀλλ’ ἡγεμόνος καὶ ἄρχοντος, οὔθ’
4. ὕλης ἐλλιπῶς παρεσκευασμένης τὸ πάθος· ὑπηρέτου γάρ
5. ἐστι τὸ παρασκευάζειν μόνον, ὕλης τ’ ἐλλιποῦς ἐστι
6. τὸ μὴ διανέμεσθαι. καὶ μὴν οὔθ’ ὡς ὑπηρέτης τὸ ἧπαρ,
7. ἀλλ’ ὡς ἄρχων, οὔθ’ ὡς ὕλην ἐλλιπῆ τὸ αἷμα διανέμειν
8. πεπίστευται. πάντα γὰρ ὅσα κάτω τοῦ διαφράγματός ἐστι
9. τοῦ ζώου μόρια παρ’ ἥπατος ἀναμφισβητήτως ἔχει τὸ
10. αἷμα, καίτοι πλείω τῶν ἡμίσεών ἐστι. μᾶλλον δ’ ὅτι καὶ
11. αὐτὸ τὸ διάφραγμα, καὶ ὁ περικάρδιος ὑμὴν ἅμα τοῖς ἄλλοις
12. ὑμέσι τοῖς πλησίον, ὅσοι τε διαφράττουσι τὸν θώρακα,
13. καὶ ὅσοι περιαλείφουσι τὸν πνεύμονα, τὴν τροφὴν ἐκ τῆς
14. κοίλης ἔχει, πρὶν ἐπὶ τὴν καρδίαν ἀφικέσθαι, διδαχθῶμεν,
15. ὑπὸ τῆς ἀνατομῆς εἰσόμεθα τὰ πλείω τῶν τοῦ ζώου μορίων
16. ἐξ ἥπατος τρεφόμενα προφανῶς τε καὶ ἀναμφισβητήτως.
17. ἐπιδειχθήσεται μὲν γὰρ ὀλίγον ὕστερον, ὅτι καὶ τὸ ἄνω τῆς
18. καρδίας ἅπαν ἐξ ἥπατος ἔχει τὴν τροφήν. ἀλλὰ τό γ’
1. ἀναμφισβήτητον ἤδη λαμβανέσθω τὸ τὰ κάτω τῆς καρδίας
2. ἐξ ἐκείνου τρέφεσθαι, ἀλλὰ καὶ αὐτοῦ τοῦ θώρακος ὅλα
3. τὰ κάτω μέρη. μαρτυρεῖ δὲ τῷ λόγῳ καὶ τὰ ἄλλα σύμπαντα
4. τὰ κατὰ τὰς ἀνατομὰς φαινόμενα, καὶ πρῶτόν γε
5. καὶ μέγιστον ἡ κάθαρσις τῶν περιττωμάτων τοῦ αἵματος.
6. ὡς γὰρ συμπεπληρωμένῃ τῇ τοῦ χυμοῦ γενέσει καὶ τὸ
7. προσῆκον εἶδος ἐχούσῃ παρεσκεύασεν ἡ φύσις ὄργανα καθαρτικὰ
8. τῶν περιττωμάτων, νεφροὺς καὶ σπλῆνα καὶ τὴν
9. χοληδόχον κύστιν. οὐδ’ ἔστιν ἄλλο τέταρτον οὐδ’ ἐπινοῆσαι
10. περίττωμα τροφῆς ἢ ὕλης ἡστινοσοῦν ὑπὸ θερμοῦ μεταβαλλομένης,
11. ἀλλὰ τὰ πλεῖστα τρία τὸν ἀριθμόν ἐστι.
12. τουτὶ γὰρ δέδεικταί μοι δι’ ἑτέρων ἤδη πραγματειῶν, αὖθίς
13. τε δειχθήσεται κατὰ τὴν ἐνεστῶσαν ἐπὶ προήκοντι τῷ λόγῳ
14. πραγματείαν. νυνὶ δ’ εἴρηται μὲν, ὡς μηδὲν τῶν ἀληθῶν
15. παραλείποιτο, τῆς δ’ ἐξ αὐτοῦ πίστεως οὐδὲν δεῖ τοῖς παροῦσιν.
16. ὁμολογεῖται γὰρ ἥ τε τῶν νεφρῶν ἐνέργεια καὶ ἡ
17. τῆς χοληδόχου κύστεως ἐκκαθαίρειν τὸ αἷμα. κατὰ δὲ τὴν
18. καρδίαν οὔτ’ ἄλλο τι καθαρτικὸν ὄργανον ἡ φύσις ἐποίησεν,
1. οὔτ’ ἄλλον ἐργάζεται χυμόν. ὅμοιον γὰρ τό τ’ ἐν τῇ δεξιᾷ
2. κοιλίᾳ τῆς καρδίας αἷμα καὶ τὸ κατὰ πάσας τὰς φλέβας
3. ὅλῳ τῷ ζώῳ, καθάπερ γε καὶ τὸ κατὰ τὰς ἀρτηρίας ἁπάσας
4. ὅμοιόν ἐστι τῷ κατὰ τὴν ἀριστερὰν κοιλίαν. τουτὶ
5. μὲν οὖν ὡς τὰ πολλὰ λεπτότερόν τ’ ἐστὶ καὶ ξανθότερον,
6. ἔσθ’ ὅτε δὲ καὶ τἀναντία, παχύτερόν τε καὶ μελάντερον,
7. ἀεὶ μέντοι θερμότερον αὐτό ἐστι. τὸ δὲ κατὰ τὴν δεξιὰν
8. κοιλίαν αἷμα τὴν αὐτὴν ἰδέαν ἔχει τῷ τ’ ἄλλῳ παντὶ καὶ
9. τῷ κατὰ τὸ ἧπαρ, ὡς ἂν οὐδὲν ἐξαίρετον ἐπικτώμενον ἐν
10. τῇ δεξιᾷ κοιλίᾳ. μεγίστη δὲ πίστις, ὡς οὐ προπαρασκευάζει
11. τῇ καρδίᾳ τὸ ἧπαρ οὐδένα χυμὸν εἰς τροφὴν τῶν τοῦ
12. ζώου μορίων, ἀλλ’ αὐτὸ συμπληροῖ τὴν σύμπασαν ἰδέαν αὐτοῦ,
13. τὸ μίαν εἶναι φλέβα τὴν ἐξ ἥπατος εἰς καρδίαν ἐκφυομένην,
14. ἑτέραν δὲ μηκέτι ἀντεκφύεσθαι κατ’ ἄλλο μέρος
15. αὐτῶν, εἰς ὅλον ἅπαξ φέρουσαν τὸ σῶμα τὸν κατεργασθέντα
16. χυμὸν, καίτοι γ’ ἄλλης μὲν εἰσαγούσης ἀρτηρίας,
17. ἄλλης δ’ ἐξαγούσης τὸ πνεῦμα. φαίνεται γὰρ ἡ
18. φύσις οὐ τοῖς αὐτοῖς ἀγγείοις χρωμένη πρός τε τὰς
1. ἡμιεργάστους ὕλας καὶ πρὸς τὰς τελέως κατειργασμένας,
2. οὐδὲ ταῖς αὐταῖς ὁδοῖς. οὐδὲ γὰρ δυνατόν ἐστιν ἅμα
3. τε τὸ ἡμίπεπτον ἐξ ἥπατος εἰς καρδίαν ἀναπέμπεσθαι τροφὴν,
4. ἅμα δὲ τὴν ἤδη κατειργασμένην διὰ τῆς αὐτῆς ὁδοῦ
5. καταφέρεσθαι, ἀλλ’ ἦν ἂν πάντως ἑτέρα μὲν φλὲψ ἡ εἰσάγουσα
6. τὴν ἡμίπεπτον, ἑτέρα δὲ ἡ τὴν ἀκριβῶς κατειργασμένην
7. ἐξάγουσα. νυνὶ δ’ εἰσάγει μέν τις, ἐξάγει δ’ οὐδεμία
8. πλὴν τῆς εἰς πνεύμονα, περὶ ἧς αὖ ἐπὶ πλέον ἐν τοῖς περὶ
9. χρείας μορίων ἐπισκεψόμεθα, τὴν αἰτίαν ἐρευνῶντες, ἧς
10. ἕνεκεν ἐκ τῆς καρδίας, οὐκ ἐκ τῆς κοίλης, ἐξέφυσεν ἡ φύσις
11. εἰς τὸν πνεύμονα τὴν θρέψουσαν τὸ σπλάγχνον φλέβα.
⟨
(De plac. Hipp. et Plat.) [n° 033 Fichtner] [GalLat]
De placitis Hippocratis et Platonis
Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Doctrines d’Hippocrate et de Platon
The Doctrines of Hippocrates and Plato (PHP)
De Lacy, 2005.
De Hippocratis et Platonis placitis, 1823, vol. 5, p. 181-805. urn:cts:greekLit:tlg0057.tlg032.verbatim-lat1
De Lacy, 2005 (eng).
De Hippocratis et Platonis placitis, 6.4, ed. Kühn, 1823, vol. 5, p. 532-538. urn:cts:greekLit:tlg0057.tlg032.1st1K-grc1:6.4
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩