Galenus. De placitis Hippocratis et Platonis (De plac. Hipp. et Plat.) [n° 033 Fichtner] [GalLat]

Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Doctrines d’Hippocrate et de Platon
The Doctrines of Hippocrates and Plato (PHP)
De Lacy, 2005.
De Hippocratis et Platonis placitis, 1823, vol. 5, p. 181-805. urn:cts:greekLit:tlg0057.tlg032.verbatim-lat1
De Lacy, 2005 (eng).

De Hippocratis et Platonis placitis, 6.5, ed. Kühn, 1823, vol. 5, p. 538-547. urn:cts:greekLit:tlg0057.tlg032.1st1K-grc1:6.5

12. Δεῖται δὲ μάλιστα, εἴπερ τις ἄλλος
13. λόγος, καὶ ὁ νῦν ἡμῖν προκείμενος αὐτοῦ τοῦ φαινομένου
14. κατὰ τὰς ἀνατομάς. οὐ μόνον γὰρ οὐδεμία φαίνεται φλὲψ
15. ἐκ καρδίας εἰς τὰ κάτω μόρια φερομένη, πλὴν τῆς ἐξ
16. ἥπατος ἀναφερούσης τὸ αἷμα, ἀλλ’ οὐδ’ εἰς τὸ ἄνω καρδίας
17. ἀφικνεῖται φλὲψ οὐδεμία. φαίνεται γὰρ ἡ κοίλη φλὲψ
18. ἀπὸ τοῦ ἥπατος εὐθὺ τῶν σφαγῶν ἀναφερομένη; καὶ ταύτης
1. ἀποβλάστημά τι τὸ εἰς τὴν καρδίαν ἐμφυόμενον, οὐκ ἐξ
2. ἐκείνης αὐτή. γνώρισμα δ’ ἐναργέστατόν ἐστι τὸ κατὰ μὲν
3. ἀρτηρίαν τὴν μεγάλην τὸ θεωρούμενον, ἄν τινα βουλοίμην
4. οὕτως ἐπὶ τὴν κοίλην ἔρχεσθαι φλέβα. μία γὰρ ἀρτηρία
5. μεγίστη τῆς ἀριστερᾶς κοιλίας τῆς καρδίας ἐκφύσασα, σαφῆ
6. σχίσιν εἰς ἀμφοτέρας ποιεῖται τὰς ἀρτηρίας, ἥν τε ἄνω πρὸς
7. τὴν κεφαλὴν, ἥν τ’ ἐπὶ τὴν ῥάχιν ὁρῶμεν καταφερομένην.
8. οὕτως δ’ οὖν ἐχρῆν καὶ τὴν ἐκ τῆς δεξιᾶς κοιλίας ἐκφυομένην
9. φλέβα σαφῆ τὴν νομὴν ἴσχειν εἰς ἄμφω τὰ μέρη.
10. φαίνεται δ’ οὐχ οὕτως, ἀλλ’ ἀπὸ τῆς ἀναφερομένης ἐξ
11. ἥπατος εἰς καρδίαν ἀποσχίζεται. πῶς οὖν ἔτι δυνατόν ἐστι
12. τὴν δεξιὰν κοιλίαν τῆς καρδίας ὑπολαβεῖν εἶναι φλεβῶν
13. ἀρχὴν, ὥσπερ τὴν ἀριστερὰν ἀρτηριῶν; ἐπὶ γὰρ ἀνομοίοις
14. γνωρίσμασιν ἀνόμοιον εἶναι χρὴ καὶ τὴν ἔνδειξιν.
15. εἰ δέ τῳ δοκεῖ μικρὸν εἶναι τὸ τῆς ἐκφύσεως τῶν ἀγγείων γνώρισμα,
16. καίτοι γ’ οὐκ ὄντος μικροῦ, ἀλλ’ ἐκεῖνό γ’ οἶδ’ ὅτι οὐ
17. σμικρὸν εἶναί φησι, τὸ πολλὰ τῶν ζώων οὐκ ἔχειν τὴν δεξιὰν
18. κοιλίαν τῆς καρδίας. καίτοι γ’ οὐκ ἐνδέχεται τὴν κοίλην φλέβα
1. τῆς κοιλίας ταύτης ἐκφύεσθαι νομίζειν, ὅταν ἐν παμπόλλοις
2. γένεσι ζώων ἧπαρ μὲν ὑπάρχῃ καὶ κοίλη φλὲψ, ἡ κοιλία
3. δ’ ἡ δεξιὰ μηδ’ ὅλως ᾖ. τίνα τοίνυν ἐστὶ καὶ πόσα τὰ
4. γένη τῶν ζώων, ἐν οἷς φημι τὴν δεξιὰν οὐκ εἶναι τῆς καρδίας
5. κοιλίαν; ἀριθμῷ μὲν οὐκ ἔχω διελθεῖν αὐτὰ, κοινὸν
6. δ’ ἐφ’ ἅπασι κεφάλαιον εὗρον ἀνατεμών. πολλὰ ἀσύμβατα
7. μὲν εἰς ἕτερα, πρόσεστι δὲ ἓν αὐτοῖς ἐξαίρετον, ὅπερ οὐχ
8. ἅπασι τυγχάνει τοῖς ἐνύδροις, τὸ μήτ’ ἀναπνεῖν ἐξ ἀέρος,
9. μήτ’ ἔχειν πνεύμονα. τουτὶ γὰρ ἄχρι τοῦ δεῦρο κατὰ πάντα
10. γένη τῶν ζώων παρεφυλάξατο, συναπόλλυσθαί τε καὶ συγγεννᾶσθαι
11. τῷ πνεύμονι τὴν δεξιὰν κοιλίαν τῆς καρδίας.
12. ἐζήτησα δὲ χρόνῳ παμπόλλῳ καὶ τὴν αἰτίαν αὐτῶν, καὶ
13. γέγραπται τὰ φανένθ’ ἡμῖν εὔλογα κατὰ τὴν περὶ χρείας
14. μορίων πραγματείαν. ἐμπίδας μὲν οὖν καὶ μυίας, καὶ σκώληκας,
15. καὶ μελίττας, καὶ μύρμηκας οὔτ’ ἀνέτεμον οὔτ’
16. ἀνατεμεῖν ἐπιχειρήσαιμι ἄν. ὅπου γὰρ κᾀν τοῖς μεγάλοις
17. ζώοις εὑρίσκω πολλὰ σφαλλομένους τοὺς ἀνατεμόντας,
18. εὔλογον δήπου κατὰ τὰ σμικρότερα μᾶλλον σφαλῆναι.
1. τῶν γοῦν ἀνατμηθέντων ὑπ’ ἐμοῦ μέχρι γε τοῦ δεῦρο σχεδὸν
2. οὐκ ἔστιν ὅτῳ μὴ καὶ καρδία καὶ ἧπαρ ὑπάρχει, καὶ κοίλη
3. φλὲψ, καὶ ἀρτηρία ἡ μεγάλη. καὶ φαίνεται, καθάπερ ἡ ἀρτηρία
4. τῆς καρδίας, οὕτως ἡ φλὲψ τοῦ ἥπατος ἐκφυομένη
5. διὰ παντὸς, κᾂν μηδ’ ὅλως ἔχῃ δεξιὰν ἡ καρδία κοιλίαν.
6. καὶ διὰ τοῦτο φαίνεται σχιζομένη μετὰ τὸ διελθεῖν τὰς φρένας
7. ὑποκάτω τῆς καρδίας, ὥσπερ ἐπὶ τῶν ἄλλων, ὅταν ἐγγὺς
8. ἥκῃ τῶν σφαγῶν. ἐν ἑτέροις δὲ ζώοις οὐκ ὀλίγοις ἐστὶ
9. μὲν δεξιὰ κοιλία, φαίνεται δ’ οὐδὲν ἧττον ἡ κοίλη φλὲψ εἰς
10. μεγάλα δύο σχιζομένη, πρὶν ἐπὶ τὴν καρδίαν ἐξικέσθαι. καὶ
11. τοῦτο πᾶσι μὲν ὑπάρχει σχεδὸν τοῖς πτηνοῖς, ἅπασί
12. τε τοῖς ἕρπουσι, καὶ τῶν βαδιζόντων οὐκ ὀλίγοις. ὥστε τὰ
13. πλεῖστα τῶν ζώων τὴν κοίλην φλέβα προφανῶς ἐξ ἥπατος
14. ἔχει ἀρχομένην. ἐναργῶς γὰρ ὁρᾶται διπλάσιον εὐρὺ τὸ ἐξ
15. ἐκείνου τοῦ σπλάγχνου φυόμενον ἀγγεῖον ἑκατέρων τῶν τμημάτων,
16. ὡς ἅμα δίχα τῆς κοίλης ἐνταῦθα σχισθείσης. εἰ δὲ
17. εὐρύτερόν ποτε θάτερον ἐπί τινος ζώου φαίνοιτο θατέρου
18. τμήματος, ἀλλὰ συναμφότερά γε τῇ κοίλῃ φλεβὶ προφανῶς
1. ἐστιν ἴσα, μονονοὺ μετὰ φωνῆς ἑρμηνεύοντα, τὴν μὲν οἷόν
2. τι πρέμνον ὑπάρχειν, αὐτὰ δ’ ἀπ’ ἐκείνης γεγενῆσθαι σχισθείσης
3. οἷόν περ κλάδους τινὰς ἢ καὶ κλῶνας. οὐ μόνον
4. δ’ ἡ κοίλη φλὲψ ἐκ τῶν κυρτῶν τοῦ ἥπατος ἐκπέφυκεν,
5. ἀλλὰ καὶ ἐκ τῶν σιμῶν ἑτέρα φλὲψ, ἣν οἱ μὲν ὀνομάζουσι
6. πύλας ἥπατος, οἱ δὲ τὴν ἐπὶ πύλαις· οὐ γὰρ δὴ ὅλην γε
7. τὴν φλέβα πύλας ὑπάρχειν, ἀλλ’ ὅσον πρῶτον αὐτῆς ἐξίσχει
8. τοῦ ἥπατος, ὅπερ καὶ πάντων εὐρύτατόν ἐστιν. ἀπ’ αὐτοῦ
9. γὰρ εἰς ἄμφω τὰ μέρη κατασχίζεται τὸ ἀγγεῖον, εἴς τε τὰ
10. σιμὰ τοῦ ἥπατος ἅπαντα καὶ εἰς τὰ κατὰ τὴν γαστέρα, τὸ
11. καλούμενον ἐπίπλοον. τῶν γὰρ ἐν τούτοις ἅπασι φλεβῶν
12. παμπόλλων οὐσῶν οὐδεμία συνεχής ἐστι τῇ καρδίᾳ. καί τις
13. ἀκούσας τοῦτο τῶν ἀλήθειαν τιμώντων ἀπεθαύμαζέ τε καὶ
14. ἠπίστει τῷ λόγῳ, καὶ δειχθῆναί οἱ τὸ λεγόμενον ἠξίου, καὶ
15. ὡς εἶδε, μεγάλως κατεγίνωσκε τῶν ἀποφηναμένων, ἀρχὴν
16. εἶναι φλεβῶν τὴν καρδίαν. ὥσπερ γὰρ, εἰ μίαν ἡντιναοῦν ἐν
17. ὅλῳ τῷ ζώῳ φλέβα κεχωρισμένην εἰς τοσοῦτον εὑρίσκομεν,
18. ὡς μήτ’ αὐτῷ συνάπτειν τῷ ἥπατι μήτε τινὶ τῶν ἀπ’ αὐτοῦ
1. φλεβῶν, οὐκ ἂν ἀπεφηνάμεθα, τῆς φλεβὸς ἐκείνης ἀρχὴν
2. εἶναι τὸ ἧπαρ, οὕτως, ἐπειδὴ νῦν οὐ μίαν οὐδὲ δύο μόνας,
3. ἀλλ’ ἀνάριθμόν τι πλῆθος εὑρίσκομεν, οὐδεμίαν ἐχούσας τῇ
4. καρδίᾳ συνέχειαν, οὐκ ἂν, οἶμαι, φαίημεν, ἐκείνων τῶν φλεβῶν
5. ἀρχὴν εἶναι τὴν καρδίαν. εὐλόγως οὖν εἴρηται ῥίζωσις
6. τῶν φλεβῶν εἶναι τὸ ἧπαρ, τῶν ἀρτηριῶν ἡ καρδία, τοῦ
7. δένδρου ὃ καὶ χώρα τοῦ καταβληθέντος σπέρματος. ἐν
8. ἅπασι γὰρ τούτοις ἡ ῥίζωσις ἀρχὴ τοῦ παντός ἐστιν, οὐ
9. τῆς ἐξ ἀρχῆς γενέσεως μόνον, ἀλλὰ καὶ τῆς νῦν διοικήσεως.
10. ὅτι δὲ τὸ φαινόμενον αὐτὸ διὰ τῆς ἀνατομῆς βιάζεται
11. καὶ τοὺς τἀναντία δοξάζοντας ἄκοντας ὁμολογεῖν τἀληθὲς,
12. ἐκ τοῦδε ἂν μάλιστα μάθοις. οὐδεὶς τῶν ἀνατομικῶν
13. ἀνδρῶν ἐπὶ τὸ γράφειν ἀφικόμενος ἀνατομὴν φλεβῶν
14. ἑτέραν ἀρχὴν διδασκαλίας ἐπιτήδειον ἠδυνήθη ποιήσασθαι
15. παρελὼν τὸ ἧπαρ. ἀλλ’ εἴτ’ ἀπορεῖν ὑπὲρ ἀρχῆς
16. ἔφησεν, ὡς Ἡρόφιλος΄, εἴτ’ εὐπορεῖν, ὡς ἄλλοι πολλοὶ καὶ
17. ὁ ἡμέτερος Πέλοψ, ὅμως τήν γε διδασκαλίαν ὀλίγου δεῖν
18. ἅπαντες ἐφ’ ἥπατος ἐποιήσαντο. καὶ τό γε θαυμασιώτατόν
1. τε καὶ ἀπιστότατον ὁ Πέλοψ ἔπαθεν. ἐν μιᾷ πραγματείᾳ
2. τῶν τε φλεβῶν ἀρχὴν κατεσκεύασε τὸν ἐγκέφαλον, ἀνατομήν
3. τε γράφων αὐτῶν ἀφ’ ἥπατος ἤρξατο, κατὰ μὲν τὸ δεύτερον
4. σύγγραμμα τῶν Ἱπποκρατείων εἰσαγωγῶν εὖ μάλα γενναίως
5. ἀγωνισάμενος ὑπὲρ τοῦ δεῖξαι τὸν ἐγκέφαλον οὐ
6. νεύρων μόνον, ἀλλὰ καὶ φλεβῶν καὶ ἀρτηριῶν ἀρχὴν, ἐν
7. δὲ τῷ τρίτῳ τῆς ἀνατομῆς τῶν φλεβῶν ἀφ’ ἥπατος ἀρξάμενος,
8. ὥσπερ καὶ οἱ ἄλλοι σχεδὸν ἅπαντες ἀνατομικοὶ
9. εἶναι γράφουσι, πρὸς γὰρ τὴν διδασκαλίαν ἐπίτηδες
10. τουτὶ τὸ σπλάγχνον ἀρχὴν γενέσθαι τῷ λόγῳ. θαυμάζω δ’
11. αὐτῶν, εἰ χωρὶς αἰτίας φυσικῆς ἐπιτήδειον εἶναι νομίζουσι
12. πρὸς τὴν διδασκαλίαν αὐτό. ἐγὼ μὲν γὰρ οἶδα καὶ τοῦθ’
13. ἕν τι τῶν ὡμολογημένων ἅπασιν, ὡς οὐδὲν τῶν γεγονότων
14. τε καὶ γινομένων ἀναίτιόν ἐστιν. εἰ μὲν οὖν ἀπορεῖν
15. ὁμολογοῦσιν ὑπὲρ ἁπάντων τῶν ἀδήλων ὁμοίως τοῖς ἐμπειρικοῖς,
16. οὐδ’ ἂν ἐμοὶ πρὸς αὐτοὺς εἴη τις λόγος, οὔτε γὰρ
17. ἀρχὴν αὐτῶν ζητήσουσιν, οὔθ’ ὅμως ἀνατεμοῦσιν. εἰ δὲ
18. λόγον ἔχειν φασὶν, ἐξ οὗ τὰ διαφεύγοντα τὴν αἴσθησιν
1. εὑρίσκουσιν, τί οὐκ αὐτοῦ τούτου πρώτου οὗ λέγουσιν
2. ἐπεσκέψαντο τὴν αἰτίαν, ἐπιτήδειόν ἐστιν εἰς διδασκαλίαν
3. φλεβῶν ἀνατομῆς ἀρχὴ τῷ λόγῳ γενέσθαι τὸ ἧπαρ ἀναιτίως,
4. ὦ σοφώτατοι; ἢ ὅτι πάντως τῇ φύσει πλεονεκτεῖ,
5. καὶ πρὸς τὴν τῆς διδασκαλίας ἀρχὴν ἐπιτηδειότερόν ἐστι,
6. τίς ἡ πλεονεξία ζητῆσαι δίκαιον, οὐκ ἀργῶς οὐδὲ ῥᾳθύμως
7. ὑπερβῆναι. τὴν δ’ ἀρχὴν τῆς εὑρέσεως αὐτὸ τοῦτο οἶμαι
8. παρέξειν, ὃ πρὸς ἁπάντων ὡμολόγηται τῶν ἀνατομικῶν
9. ἐπιτήδειον εἶναι φασκόντων αὐτὸ πρὸς τὴν τῆς διδασκαλίας
10. ἀρχήν. εἰ γὰρ καὶ μηδενὸς ἄλλου τούτου αὐτοῦ τὸν
11. λόγον ἡμῖν ἀποδοῦναι δυνήσονται τοῦ φάσκειν, ἐπιτήδειον
12. εἰς ἀρχὴν διδασκαλίας ἐστὶν, οὔθ’ ὅτι τὴν χρόαν ἐρυθρόν
13. ἐστιν, οὔθ’ ὅτι διείληπται λοβοῖς, οὔθ’ ὅτι καθ’ ἑνὸς αὐτῶν
14. ἐπιτέταται τὸ τῆς χολῆς ἀγγεῖον, οὔτε δι’ ἄλλο τῶν
15. τοιούτων οὐδὲν, ἀλλ’ ὅτι πᾶσαι συνεχεῖς αἱ φλέβες ὑπάρχουσιν
16. αὐτῷ. καὶ μὴν οὔτ’ ἄλλου τινός ἐστι τοῦτ’ αὐτὸ
17. γνώρισμα πλὴν τῆς ἀρχῆς. οὐδὲ γὰρ οὐδὲ δι’ ἄλλο τι νεύρων
18. ἀνατομῆς ἀδύνατόν ἐστιν ἑτέραν ἀρχὴν ποιήσασθαι διδασκαλίας
1. ἐγκέφαλον ὑπερβάντα, ἢ ὅτι ἀρχὴ τούτων ἐστί.
2. τούτου γὰρ μὴ διδομένου οὐκ ἂν δύναιτό τις ἄλλην ἐξευρεῖν
3. αἰτίαν, οὐδὲ διότι τῶν ἀρτηριῶν τὴν καρδίαν. ἡ γὰρ ὑπὸ
4. τῆς φύσεως ἀρχὴ κατασταθεῖσα καὶ τὴν διδασκαλίαν ἀφ’
5. ἑαυτῆς ἀναγκάζει ποιήσασθαι. οὐδὲ γὰρ εἴ τις ἐθελήσειεν
6. ὕδατος ἐξηγήσασθαι διανομὴν ἐπεισάκτου πόλει, τὴν ἀρχὴν
7. τῆς διηγήσεως οὐκ ἂν ἄλλοθεν εὕροι ποιήσασθαι παρελθὼν
8. τὴν πρώτην εἴσοδον, ἀλλ’ ἀνάγκη πᾶσα τούτῳ προειπόντι
9. τὸ χωρίον ἐκεῖνο τῆς πόλεως, οὗ εἴσω πρότερον ἔξωθεν
10. ἀφικνεῖται τὸ ὕδωρ, ἀπ’ ἐκείνου ποιήσασθαι τὴν ἑξῆς ἅπασαν
11. διήγησιν. ὥστ’ οὐ χρὴ ζητεῖν ἄλλην μὲν ἀρχὴν τῆς
12. τοῦ πράγματος φύσεως, ἄλλην δὲ τῆς διδασκαλίας αὐτοῦ.
13. κατὰ γὰρ τὴν τοῦ πράγματος φύσιν ἡ διδασκαλία γιγνομένη
14. τὴν αὐτὴν ἔχει τῷ διδασκομένῳ τὴν ἀρχὴν, οὐδ’ ἔστιν
15. ὀρθῶς διηγήσασθαι βουλομένῳ ἢ γένεσιν τῶν γεγονότων
16. ἢ διοίκησιν τῶν διοικουμένων ἑτέραν ἀρχὴν ἐπιτηδειοτέραν
17. εὑρεῖν τῆς ἀληθοῦς. ἡ μὲν γὰρ τῆς οἰκίας γένεσις ἀναγκάσει
18. πρῶτον μνημονεῦσαι τῶν θεμελίων, ἡ δὲ τῆς νεὼς
1. τῆς τρόπεως. οὕτω δὲ καὶ εἰ βουληθείης διηγήσασθαι πόλεως,
2. ἢ ἔθνους, ἢ στρατοπέδου διοίκησιν, ἂν ἀναγκασθείης
3. τῆς πρώτης ἀρχῆς ἐν ἑκάστῳ μνημονεῦσαι. θαυμάζειν οὖν
4. ἄξιον, ὅσοι διδάξαι μὲν ὀρθῶς ἑτέρωθεν ἀρξάμενον ἀδύνατον
5. εἶναί φασιν, ἀγνοεῖν δὲ τὴν ὄντως ἀρχὴν τῶν φλεβῶν.
6. ἀλλήλοις γὰρ ἄμφω συνῆπται ταῦτα, καὶ οὐχ οἷόν ἐστι χωρὶς
7. ἀλλήλων γενέσθαι διασπασθέντα, τὴν ὀρθὴν ἀρχὴν
8. λέγω τῆς διδασκαλίας τῆς ὄντως ἀρχῆς τοῦ πράγματος.
9. ἀλλ’ εἴτ’ ὀρθῶς διδάσκει τις, ἀπὸ τῆς κατὰ φύσιν ἀρχῆς
10. ἄρχεται, εἴτε δὲ τὴν ὄντως ἀρχὴν οἶδέ τις, τὴν τῆς διδασκαλίας
11. οὐκ ἀγνοεῖ.

Cliquer un n° de page pour en afficher l’image