12. Ἤρκει μὲν οὖν καὶ ταῦτα πρὸς ἀπόδειξιν
13. τῆς ἀρχῆς τῶν φλεβῶν, οὐδὲν μὴν ἧττόν ἐστι καὶ μὰ μέλλοντα
14. λεχθήσεσθαι βέβαια γνωρίσματα τοῦ μηδαμῶς εἶναι
15. τὴν καρδίαν μήτε τοῦ τρέφοντος αἵματος ὅλον τὸ σῶμα γεννητικὴν
16. ἀρχὴν, μήτε τῶν ὀργάνων αὐτοῦ. δείξω δὲ ἑκάτερον
17. ἰδίᾳ, καὶ πρότερον, ὡς οὐκ ἔστι τῷ ζώῳ τοῦ θρέψοντος
18. αἵματος ἀρχή. διὰ τί δὲ τοῦ θρέψοντος πρόσκειται
19. κατὰ τὸν λόγον αὖθις; διότι ἐδείκνυον, ὡς ἑτέρου τινὸς
1. αἵματος, ἑτέραν χρείαν τοῖς ζώοις παρεχομένου, τῆς γενέσεως
2. οὐκ ἀφαιροῦμεν τὴν καρδίαν, ἀλλὰ τό γε νῦν εἶναι
3. προκείμενον, ὡς, ὑφ’ οὗ τρέφεται τὰ σύμπαντα μέλη τοῦ
4. ζώου, τοῦτ’ ἐξ ἥπατος, οὐκ ἐκ τῆς καρδίας ὁρμᾶται, δείξειν
5. ἐπαγγέλλομαι τῶν ἐξ ἀνατομῆς φαινομένων ἀρχὴν τῷ λόγῳ
6. ποιησάμενος, ὃ μάλιστα μάχεται τοῖς Ἐρασιστρατείοις, οἳ
7. νῦν ἡμῖν ἐροῦσιν, ὡς παράδοξά τε καὶ καινὰ κατασκευάζουσιν.
8. εἴρηται δὲ τὸ φαινόμενον ὑπὲρ Ἐρασιστράτου κατὰ
9. τὴν τῶν πυρετῶν πραγματείαν, ὡς ὑμένες ἐπιπεφύκασι τοῖς
10. στόμασι τῶν ἀγγείων, οἷς εἰς ὑπηρεσίαν ὑλῶν εἰσαγωγῆς τε
11. καὶ αὖθις ἐξαγωγῆς ἡ καρδία προσχρῆται. τούτους τοὺς ὑμένας
12. ἐτόλμησάν τινες οὐκ εἶναι λέγειν, ἀλλ’ ὑπ’ Ἐρασιστράτου
13. διεσκευάσθαι δόγματος ἕνεκεν κατασκευῆς. πλὴν εἰς
14. τοσοῦτον ἥκουσι γνώσεως ἅπασι τοῖς ἰατροῖς, ὥστ’ ἀρχαῖος
15. ὄντως εἶναι δόξειεν ἂν ὁ μὴ γινώσκων αὐτούς. εἰσὶ δ’ ἐπὶ
16. μὲν τῷ στόματι τῆς κοίλης φλεβὸς τρεῖς ἀκίδων γλωχῖσιν
17. ὁμοιότατοι τὴν σύνταξιν, ὅθεν, οἶμαι, καὶ τριγλώχινας ἔνιοι
18. τῶν Ἐρασιστρατείων ἐκάλεσαν αὐτούς· ἐπὶ δὲ τῆς ἀρτηρίας
1. τῆς φλεβώδους (οὕτω δὲ ὀνομάζω τὴν ἐκ τῆς ἀριστερᾶς κοιλίας
2. τῆς καρδίας εἰς τὸν πνεύμονα κατασχιζομένην) ὁμοιότατοι
3. μὲν τὸ εἶδος, ἀριθμῷ δ’ οὐκ ἴσοι· μόνῳ γὰρ τούτῳ τῷ
4. στόματι δυοῖν ὑμένων ἐπίφυσίς ἐστι, τῶν δ’ ἄλλων στομάτων
5. ἑκατέρῳ τρεῖς ὑμένες εἰσὶν ἅπαντες σιγμοειδεῖς. ἐξάγει
6. δ’, ὡς Ἐρασίστρατός φησιν ἐξηγούμενος τὸ φαινόμενον,
7. ἑκάτερον μὲν τῶν στομάτων αἷμα μὲν εἰς τὸν πνεύμονα
8. ἕτερον αὐτῶν, πνεῦμα δ’ εἰς ὅλον τὸ ζῶον ἕτερον. τὸν
9. τῶν ὑμένων, ὡς ἐκείνῳ δοκεῖ, πρὸς ἐναντίας ὑπηρεσίας τῇ
10. καρδίᾳ χρόνον, ἀμοιβαῖς ἐγκαίροις ὑπαλλαττομένας, τοὺς μὲν
11. ἐπὶ τοῖς εἰσάγουσιν τὰς ὕλας ἀγγείοις ἐπιπεφυκότας ἔξωθεν
12. ἔσω φερομένους, ἀνατρέπεσθαι μὲν ὑπὸ τῆς εἰσόδου τῶν
13. ὑλῶν, ἀναπίπτοντας δ’ εἰς τὰς κοιλότητας τῆς καρδίας
14. ἀνοιγνύντας τὰ στόματα παρέχειν ἀκώλυτον τὴν φορὰν τοῖς
15. εἰς τὴν αὐτὴν ἑλκομένοις. οὐ γὰρ δὴ αὐτομάτως γε τὰς
16. ὕλας εἰσθεῖν φησιν, ὡς εἰς ἄψυχόν τινα δεξαμενὴν, ἀλλ’
17. αὐτὴν τὴν καρδίαν διαστελλομένην, ὥσπερ τὰς τῶν χαλκέων
18. φύσας, ἐπισπᾶσθαι πληροῦσαν τῇ διαστολῇ. ἐπὶ δὲ τοῖς
1. ἐξάγουσιν ἀγγείοις τὰς ὕλας ἐλέγομεν ἐπικεῖσθαι, καὶ τοὐναντίον
2. ἡγεῖσθαι πάθος πάσχειν. ἔσωθεν γὰρ ἔξω ῥέποντας,
3. ἀνατρεπομένους μὲν ὑπὸ τῶν ἐξιόντων ἀνοιγνύναι τὰ στόματα,
4. καθ’ ὃν ἂν ἡ καρδία λόγον ἐχορήγει τὰς ὕλας· ἐν
5. δὲ τῷ λοιπῷ παντὶ κλείειν ἀκριβῶς τὰ στόματα, μηδ’ ἐνίας
6. τῶν ἐκπεμφθέντων ἐπανέρχεσθαι συγχωροῦντας. οὕτως δὲ
7. καὶ τοῖς ἐπὶ τοῖς εἰσάγουσι, ὅταν ἡ καρδία συστέλληται,
8. κλείειν τὰ στόματα, μηδὲν τῶν ἑλχθέντων ὑπ’ αὐτῆς αὖθις
9. ἔξω παλινδρομεῖν ἐπιτρέποντας. εἴπερ οὖν ἔχει ταῦθ’
10. οὕτως, ἄνδρες Ἐρασιστράτειοι, τὰ μὲν ἄλλα τῶν ἀγγείων
11. ἰάσωμεν ἤδη τῷ λόγῳ, τὸ δ’ ἀμφισβητούμενον ἐπισκεψώμεθα,
12. τὴν κοίλην φλέβα τὴν ἐξ ἥπατος εἰς καρδίαν εἰσάγουσαν
13. τὸ αἷμα, ποτέρους ἔχει τοὺς ἐπιπεφυκότας ὑμένας.
14. ἆρ’ ἔσωθεν ἔξω ῥέποντας, ἢ τοὐναντίον ἔξωθεν ἔσω φερομένους;
15. ἀλλ’ ἴσως οὐδὲ τοῦτο μέγα πρὸς τὸ προπαρεσκευάσθαι
16. μὲν ἐν ἥπατι τὸ αἷμα, φέρεσθαι δ’ ἐντεῦθεν εἰς
17. τὴν καρδίαν, ἀπολειψόμενον ἐνταῦθα τὸ λεῖπον τῆς οἰκείας
18. ἰδέας εἰς ἀκριβῆ τελειότητα. καὶ γὰρ καὶ λόγον ἔχει, μηδὲν
1. τῶν τελέων τε καὶ μεγάλων ἔργων ἀθρόως δύνασθαι
2. γενέσθαι, μηδὲ ὑφ’ ἑνὸς ὀργάνου φυσικοῦ τὸν οἰκεῖον κόσμον
3. ἅπαντα κτήσασθαι. δείξατε οὖν ἡμῖν ἕτερον ἀγγεῖον
4. ἐξάγον ἐκ τῆς καρδίας τουτὶ τὸ κοσμηθὲν αἷμα καὶ διανεμόμενον
5. εἰς ἅπαντα τὰ σώματα, καθάπερ ἡ ἀρτηρία τὸ
6. πνεῦμα. καὶ μὴν τὰ σύμπαντα τέτταρά ἐστι στόματα, δύο
7. καθ’ ἑκατέραν κοιλίαν, ἓν μὲν ἐκ τοῦ πνεύμονος εἰσάγον τὸ
8. πνεῦμα, τὸ δ’ ἕτερον ἐξάγον μὲν ἄμφω ταῦτα κατὰ τὴν ἀριστερὰν
9. κοιλίαν, ὑπόλοιπα δὲ δύο κατὰ τὴν δεξιὰν, εἰς μὲν
10. τὸν πνεύμονα τὸ ἕτερον αἷμα φερόμενόν τε καὶ διανεμόμενον,
11. εἰς δὲ τὴν δεξιὰν κοιλίαν ἐκ τοῦ ἥπατος εἰσάγον τὸ ἕτερον·
12. ὑπὲρ οὗ σύμπας ὁ λόγος ἐστίν. πέμπτον δ’ ἄλλο
13. στόμα οὐκ ἔχει κατὰ τὴν καρδίαν, ᾧ τὸ ἐξ ἥπατος ἀφικόμενον
14. εἰς αὐτὴν αἷμα πρὸς ὅλον ἀποπέμψει τὸ σῶμα. μὴ
15. τοίνυν ἐπιπέμπεσθαι λέγετε τῷ παντὶ σώματι παρὰ τῆς
16. καρδίας αἷμα καὶ πνεῦμα, μηδ’ εἶναι τοῦτο τὸ σπλάγχνον,
17. ὡς ἀρτηριῶν, οὕτω καὶ φλεβῶν ἀρχήν. οὔτε γὰρ ἀγγεῖον
18. ἕτερον ἔχετε δεικνύειν ἐκφυόμενον τῆς καρδίας, οὔτ’ ἄλλου
1. τινὸς πλὴν τῶν ὑμένων, οὓς οὐκ ἂν ἡ μηδὲν εἰκῆ
2. ποιοῦσα φύσις ἐν τῷ κυριωτάτῳ σπλάγχνῳ κατέθετο, μὴ
3. μέγιστόν τι μέλλοντας εἰς ὑπηρεσίαν παρέχειν αὐτῷ. καί
4. μοι θαυμάζειν ἐπέρχεται μάλιστα πάντων Ἐρασιστράτου
5. καθ’ ἓν βιβλίον τὸ πρῶτον περὶ πυρετῶν ἅμα μὲν ἀρχὴν
6. ἀποφῃναμένου καὶ ἀρτηριῶν καὶ φλεβῶν εἶναι τὴν καρδίαν,
7. ἅμα δὲ τοὺς ἔξωθεν ἔσω νεύοντας ὑμένας ἐπὶ τοῖς εἰσάγουσι
8. τὰς ὕλας ἀγγείοις ἐπιπεφυκέναι φάσκοντος. οὐδὲ γὰρ οὐδὲ
9. τοῦτο δυνατὸν εἰπεῖν, ὡς τοῦ μὲν αἵματος ἀρχὴ τὸ ἧπάρ
10. ἐστι, τῆς διοικούσης δὲ τὰς φλέβας δυνάμεως ἡ καρδία.
11. ὅπου γὰρ οὐδὲ ταῖς ἀρτηρίαις ἐκ καρδίας ἐμπέμπεσθαι διὰ
12. τῶν χιτώνων ὁμολογεῖ τὴν δύναμιν, ἦπού γε ταῖς φλεψὶν
13. ὁμολογήσει; εἴπερ οὖν ἀρχὴν ἐκεῖνό φαμεν εἶναι τὸ μόριον,
14. ὃ τοῖς ἀφ’ ἑαυτοῦ πεφυκόσιν ἤτοι τὴν δύναμιν, ἢ πάντως
15. γε τὴν ὕλην χορηγήσει, τὴν καρδίαν οὐχ οἷόν τε φάναι τῶν
16. φλεβῶν ἀρχήν. δύναμιν μὲν γὰρ αὐταῖς οὐ χορηγεῖ κατὰ
17. τὸν Ἐρασίστρατον, ὅτι μηδὲ ταῖς ἀρτηρίαις, ἡ δ’ ὕλη τοῦ
18. αἵματος ἐξ ἥπατος ὁρμᾶται σαφῶς. οὐ μὴν, ὅτι πᾶσαι
19. περαίνουσιν εἰς τὴν καρδίαν αἱ φλέβες, ἀρχὴν αὐτῶν οἷόν
1. τε τὴν καρδίαν αὐτὴν εἰπεῖν· οὐ περαίνουσι γὰρ, ὡς δέδεικται
2. πρόσθεν. ἆρ’ οὖν, ὅτι κατὰ τὴν πρώτην διάπλασιν
3. ἐκ καρδίας ἡ γένεσις αὐτῶν ἐστιν, διὰ τοῦτ’ ἀρχὴν ἕξουσι
4. τὴν καρδίαν αἱ φλέβες; ἀλλ’ οὔτε περὶ τῆς τοιαύτης ἀρχῆς
5. ἡ ζήτησις ἦν, ὡς ἐν τῷ πρώτῳ γράμματι κατ’ ἀρχὰς εὐθέως
6. διώρισται, καὶ πρὸς τῷ μὴ ζητεῖσθαι τὴν τῆς γενέσεως
7. αὐτῶν ἀρχὴν οὐδ’ ἀπόδειξίν τινα ἐπεχείρησεν Ἐρασίστρατος
8. εἰπεῖν, ὡς ἐκ καρδίας ἡ φύσις ἐν τῷ διαπλάττεσθαι τὸ
9. ἔμβρυον ἐξέφυσε τὸ φλεβῶδες γένος. οὐ μὴν οὐδ’ ἐπὶ νεύρων
10. ἐζήτησε τὴν τοιαύτην ἀρχὴν, ὥσπερ οὐδ’ ἐπ’ ἀρτηριῶν,
11. ἀλλὰ μόνης τῆς ἐπὶ τοῦ διαπεπλασμένου τελέως ζώου διοικήσεως
12. ἀρχὰς ἀπεφῄνατο τῆς μὲν τῶν ἀρτηριῶν ἐνεργείας
13. τὴν καρδίαν, τῆς δὲ τῶν νεύρων τὴν κεφαλήν. οὐκοῦν
14. οὐδὲ φλεβῶν ἑτέρως ἂν ἔλεγεν ἀρχὴν εἶναι τὴν καρδίαν.
15. εἰκότως μὲν οὖν ἀσαφὴς ἡ γνώμη τἀνδρός ἐστιν ἡ περὶ τῶν
16. φλεβῶν, οὐδὲν εἰπόντος ὑπὲρ αἵματος γενέσεως, ἀλλ’ ὅλην
17. ταύτην παραλιπόντος ἄσκεπτον τὴν ἐνέργειαν, ἀναγκαιοτέραν
18. οὖσαν μακρῷ τοῖς ζώοις τῆς κατὰ τὴν γαστέρα. ζῇν μὲν
1. γὰρ οἷόν τ’ ἐστὶν ἡμῖν, εἰ καὶ μηδὲ ὅλως ἡ γαστὴρ τρίβῃ
2. τὰ σιτία. δυναμένοις γε προσφέρεσθαι χυλοὺς, ὡς ἐν πολλοῖς
3. ἔθνεσι γάλα· τεθνάναι δ’ ἀναγκαῖον, εἰ ἡ τοῦ αἵματος
4. ἀπόλοιτο γένεσις, ἣν οὔτε εἰ τὸ ἧπαρ, οὔθ’ αἱ φλέβες,
5. οὔθ’ ἡ καρδία πεπίστευται, σαφῶς ἐτόλμησεν ἀποφῄνασθαι·
6. τοσοῦτον ἀποδεῖ προσθεῖναί τινα ἀπόδειξιν τῷ λόγῳ. οὐ
7. μόνον δὲ ταύτην τὴν ἐνέργειαν ἀλλοιοῦσαν τὰ σιτία κατὰ
8. ποιότητα διελθεῖν ὠλιγώρησεν, ἀλλὰ καὶ τὴν θρέψιν ὁμοίως
9. γιγνομένην ἐπιχειρήσας ἐξηγεῖσθαι μᾶλλον πάντων ἢ ἀλλοιώσεως
10. ἐμνημόνευσεν. εἰ δὲ ταύτης ἐμνημόνευσεν, εὐθὺς
11. ἂν, οἶμαι, καὶ τοῦτο συνεπενόησεν, ὅτι πᾶσι τοῖς ὑπό τινος
12. ἀλλοιουμένοις εἰς τὴν τῶν ἀλλοιούντων ἰδέαν ἡ μεταβολὴ
13. γίγνεται. καθάπερ γὰρ τὸ πῦρ ὁμοιῶσαν ἑαυτῷ τὸ ξύλον
14. ἐξ ἑαυτοῦ ἅμα γένεσίν τε καὶ τροφὴν ἴσχει, κατὰ
15. τὸν αὐτὸν ὁρᾶται τρόπον καὶ τὰ φυτὰ καὶ τὰ ζῶα τὴν
16. τροφὴν ἑαυτοῖς ὁμοιοῦντα. δηλοῦται δὲ τοῦτο καὶ ἐκ τῶν
17. ἡμιπέπτων περιττωμάτων, ὁμοίων ἀεὶ γιγνομένων τοῖς τρεφομένοις
1. σώμασιν, ὧν ἐστι περιττώματα. φυσικώτερος μὲν
2. οὖν ὁ λόγος ἐστὶ καὶ δεόμενος ἀκοῶν προγεγυμνασμένων ἐν
3. τοῖς περὶ τῶν φυσικῶν δυνάμεων λογισμοῖς, οὓς ἰδίᾳ διήλθομεν
4. ἑτέρωθι, λεχθήσεται δὲ καὶ νῦν ὀλίγον ὕστερον.
5. ἐν δὲ τῷ παρόντι συντελέσαι βούλομαι τὸν ὑπὲρ τῆς Ἐρασιστράτου
6. γνώμης ἅπαντα λόγον, ᾧ ἀποδέδεικται, ὡς κατὰ
7. τὴν πρώτην ἐν τῇ μήτρᾳ τῶν ἐμβρύων διάπλασιν οὐκ ἐκ
8. τῆς καρδίας αἱ φλέβες ἴσχουσι τὴν γένεσιν. ἅπασαι γὰρ αἱ
9. κατὰ τὸ χορίον φλέβες, αἱ συνάπτουσαι τῇ μήτρᾳ τὸ κυούμενον,
10. ἀποβλαστήματ’ εἰσὶ μιᾶς μεγίστης φλεβὸς ἐξ ἥπατος
11. ὡρμημένης. αὕτη δ’ ὥσπερ τι στέλεχος ἐπὶ πτόρθων παμπόλλων
12. τῶν ἐξ αὐτῆς ἐκπεφυκότων ἀγγείων εἰς τὸ χορίον,
13. ἄχρι πλείστου μὲν ἄσχιστος καὶ μία μένουσα, διεξέρχεται
14. μέγα διάστημα τὸ κατ’ αὐτὸ τὸ σπλάγχνον, ἀνίσχουσα δ’
15. ἤδη πρὸς τοὐκτὸς ἕτερον μέγιστον διάστημα διεξέρχεται
16. δίχα σχισθεῖσα διττοῖς, καὶ τοῦτο ὁριζόμενον ἑνὶ μὲν, ᾧ
17. νῦν δὴ πέπαυμαι λέγων, ὅταν ἀνίσχῃ πρῶτον ἔξω τοῦ δέρματος,
18. ἑτέρῳ δ’, ὅταν ὑπερκύψῃ τὸν ἀμνειόν. ἡ γὰρ διὰ
1. τούτου διέξοδος ἅπασα τὴν ἀπὸ τοῦ ἥπατος ἐπὶ τὸν ὀμφαλὸν
2. ἐνηνεγμένην φλέβα περιέχει γενομένην εἰς δύο. τρίτη
3. δ’ ἄλλη χώρα τὰς δύο ταύτας ἐκδέχεται φλέβας, ἡ κατὰ τὸ
4. χορίον, οὐκέτι μενούσας δύο. σχίζεται γὰρ ἑκατέρα πολυειδῶς
5. εἰς παμπόλλας ἄλλας ἀλλαχόσε τοῦ χορίου διασπειρομένας.
6. αὖθις δ’ ἀπ’ ἐκείνων ἕτεραί τινες, εἶτ’ ἀπ’ ἐκείνων ἄλλαι
7. γεννῶνται, καθάπερ οἱ κλῶνες ἀπὸ τῶν πτόρθων, ἄχρις
8. ἂν εἰς μικρότατα τελευτήσωσιν ἀγγεῖα, τὰς οἷον ἐσχάτας
9. φλέβας τὰς τοῦ φυτοῦ. οἰκειότερον δ’ ἦν ἄρα, μήτε τὴν
10. ἐκ τοῦ ἥπατος ὁρμηθεῖσαν φλέβα πρέμνῳ προσεικάζειν εἰς
11. πολλοὺς κλάδους σχιζομένῳ, μήτε τὰς ἐσχάτας τελευτὰς
12. βλαστήμασιν, ἀλλὰ ταύτας μὲν αὐτοῖς τοῖς πέρασι τῶν
13. ῥιζῶν τοῖς εἰς τὴν γῆν ἐμπεφυκόσι, τὴν μεγίστην δὲ φλέβα
14. τῇ συμπάσῃ τῆς ῥιζώσεως ἀρχῇ. φαίνονται γάρ πως εἰς τὴν
15. μήτραν αἱ τελευταὶ τῶν φλεβῶν ἐῤῥιζωμέναι τροφὴν ἐξ
16. αὐτῆς αἷμα ἀναφέρειν ἐπὶ τὸ ἧπαρ, ὡς ἀρχὴν ἅπαντος τοῦ
17. φυτοῦ. εἰ δ’ οὐ βούλει τὸ ἧπαρ ἀρχὴν θέσθαι, τῇ καρδίᾳ
18. μὲν οὐδαμῶς ἂν ἔχοις ἔτι προσνέμειν τὴν ἀρχὴν, ἀναγκασθήσῃ
1. δὲ πάντα τὰ εἰς τὴν μήτραν ἐμφυόμενα πέρατα τὴν
2. ἀρχὴν ἀποφήνασθαι τῶν φλεβῶν. ἀλλὰ εἰ τοῦτο, καὶ
3. τὴν τῶν ἀρτηριῶν ἀρχὴν ἀναγκαῖον ἔσται σοι τὰ εἰς τὰς
4. μήτρας καθήκοντα πέρατα θέσθαι τὴν καρδίαν ὑπερβάντι.
5. δεῖξον οὖν ἡμῖν ἔτι καὶ τὴν τῶν νεύρων ἀρχὴν ἐκ τῶν
6. αὐτῶν ὁρμωμένην. ἀλλ’ ὅμως οὔτ’ ἐστί τι νεῦρον ἐκφυόμενον
7. τῆς μήτρας εἰς χορίον, οὔτ’ ἐν τῷ χορίῳ φαινόμενον,
8. οὔτε κατὰ τὸν ὀμφαλὸν ἢ ἔξωθεν ἔσω χωροῦν, ἢ ἔσωθεν
9. ἔξω προερχόμενον. οὐδὲ γὰρ ἦν ὅλως χρεία τὴν τῶν νεύρων
10. ἀρχὴν τοῦ γεννωμένου συναφθῆναι τῇ μήτρᾳ, καθάπερ τὴν
11. τῶν ἀρτηριῶν τε καὶ φλεβῶν. αὗται μὲν γὰρ δέονται τῶν
12. ἐκ τῆς κυούσης ὑλῶν, ἡ δ’ ἀρχὴ τῶν νεύρων οὐ δεῖται.
13. δέδεικται δὲ κᾀν τοῖς ἔμπροσθεν ἤδη λόγοις ὑπὲρ τοῦ τὰ
14. μέγιστα τῶν ἀγγείων ἀρχὰς εἶναι τοῖς ἐλάττοσιν. ὥστε καὶ
15. ἡ ἐκ τοῦ ἥπατος ἐκφυομένη φλὲψ ἀρχὴ ταῖς κατὰ τὸ
16. χορίον ἁπάσαις ἐστὶν, ὥσπερ γε καὶ ἡ ἐκ τῆς καρδίας
17. ἀρτηρία. καὶ γὰρ καὶ αὕτη ταῖς κατὰ τὸ χορίον ἁπάσαις
1. χορηγεῖ τῆς οἰκείας δυνάμεως, οὐκ ἐκεῖναι ταύτῃ. ἐκ γὰρ
2. τοῦ σπέρματος ἡ ἀρχὴ τοῖς ἐμβρύοις ἐστὶ τῶν διοικουσῶν
3. αὐτὰ δυνάμεων, οὐκ ἐκ τῆς μήτρας. ἀμέλει κᾂν βρόχῳ
4. διαλάβῃς, ἢ τοῖς σαυτοῦ δακτύλοις πιέσῃς τὰς κατὰ τὸν
5. ὀμφαλὸν ἀρτηρίας, ἀσφύκτους ὄψει παραχρῆμα τὰς κατὰ τὸ
6. χορίον ἁπάσας, οὗ τοὐναντίον ἐφαίνετ’ ἂν, εἰ τὴν ἀρχὴν
7. τῆς κινήσεως αὐταῖς ἡ μήτρα παρεῖχεν. ἔοικα δὲ διατρίβειν
8. ἐπὶ πλέον ἐν πράγματι σαφεῖ τε ἅμα καὶ τοῖς ἀνατομικοῖς
9. σχεδὸν ἅπασιν ὡμολογημένῳ. καὶ γὰρ ὅπως διαιρεῖν χρὴ
10. τῆς κυούσης τὸ ἐπιγάστριον, καὶ ὅπως γυμνὸν ἐργάζεσθαι
11. τὸ ἔμβρυον, ἔτι τῇ μήτρᾳ προσεχόμενον, οὐχ ἡμέτερον
12. εὕρημά ἐστιν, ἀλλὰ πολλοῖς τοῖς ἔμπροσθεν εἴρηται. τοῖς
13. δ’ αὐτοῖς τούτοις ὡμολόγηται καὶ ὅτι τὸ κυούμενον ἐν
14. ἑαυτῷ τὰς ἀρχὰς ἔχει τῶν διοικουσῶν αὐτὰ δυνάμεων, ὥστε
15. τούτου μὲν ἀποχωρεῖν ἤδη προσήκει, τοῦ ζητεῖν, εἴτε τὸ
16. ἔμβρυον ἐν ἑαυτῷ τὴν ἀρχὴν ἔχει τῶν φλεβῶν, εἴθ’ ἡ
17. μήτρα τῆς κυούσης, ἐπισκέπτεσθαι δ’, ἐξ ὅτου τῶν σπλάγχνων
18. αὗται πεφύκασιν. ἑτοίμη δ’ εὕρεσις ἐκ τῶν ἐν ταῖς
1. ἀνατομαῖς φαινομένων. εἰς ὃ γὰρ ἅπασαι περαίνουσιν αἱ
2. κατὰ τὸ χορίον, ἐκεῖθεν πεφύκασιν. ἀλλὰ μὴν ἐναργῶς
3. τοῦτό γε φαίνεται πᾶσι τοῖς ὀφθαλμοὺς ἔχουσιν, εἰς μίαν
4. ἅπασαι συνιοῦσαι φλέβα τὴν ἐκ τοῦ ἥπατος ἐκπεφυκυῖαν,
5. ὥσπερ γε καὶ αἱ ἀρτηρίαι πᾶσαι πρὸς τὴν μεγάλην ἀρτηρίαν
6. τὴν κατὰ ῥάχιν. ἀλλ’ ἐνταῦθα μὲν ὥσπερ ἔξωθεν τοῦ
7. ἐμβρύου δίεισιν ἡ ἀρτηρία καθ’ ὅλον τὸν ἀμνειὸν, οὕτω καὶ
8. μέχρι τῆς κατὰ ῥάχιν ἀρτηρία δύο διαμένουσαι προέρχονται.
9. συνέρχονται δ’ εἰς φλέβα μίαν αἱ κατὰ τὸν ὀμφαλὸν ὁρμώμεναι
10. δύο φλέβες. αὕτη μὲν οὖν ἡ φλὲψ εὐθὺ τοῦ ἥπατος
11. ἀφικνεῖται τὰς δύο ἀρτηρίας, οὔτ’ ἐπὶ τὴν καρδίαν αὐτὴν
12. ἄντικρυς, οὔτ’ ἐπὶ τὴν μεγάλην ἀρτηρίαν ἡ φορά. περιλαβοῦσαι
13. γὰρ ἑκατέρωθεν τὴν κύστιν εἰς τὸ κάταντες ἔρχονται,
14. μέχρι περ ἂν ἐντύχωσι ταῖς ἐπὶ τὰ σκέλη τοῦ κυουμένου
15. φερομέναις ἀρτηρίαις. ἀλλ’ ἐπεὶ τῆς κατὰ τὴν ὀσφὺν
16. ἀφώρμηνται τῆς μεγάλης ἀρτηρίας, διὰ τοῦτ’ ἔνιοι τῶν
17. ἀνατομικῶν ὡς ἐκείνην αὐτὰς ἔφασαν περαίνειν, εἰ μὲν
18. ἀκριβολογεῖταί τις, οὐκ ἀληθεύοντες, εἰ δὲ, ὡς εἴρηται, νῦν
19. ἀκούει τῶν λεγομένων, οὔτε ἀκριβοῦντες τοῦ φαινομένου τὴν
1. διήγησιν, οὔτε μέγα τι σφαλλόμενοι. θαυμαστὸν οὖν εἶναί
2. μοι δοκεῖ τῶν ἀνδρῶν ὅσοι τὰς μὲν ἀρτηρίας ἁπάσας τὰς
3. κατὰ τὸ χορίον τε καὶ τὸν ὀμφαλὸν ἐκ τῆς καρδίας πεφυκέναι
4. φασὶν, καίτοι οὔτ’ ἐξ ἐκείνης ἐκφυομένας, οὔτ’ ἐκ τῆς
5. μεγάλης τῆς κατ’ ὀσφὺν, ἀλλ’ ἐκ τῶν ἀπ’ ἐκείνης εἰς τὰ
6. σκέλη πεφυκυιῶν ἕτερα. δίκαιον ἦν, οἶμαι, τὸ ἧπαρ
7. ἀρχὴν τίθεσθαι τῶν κατὰ τὸν ὀμφαλόν τε καὶ τὸ χορίον
8. ἁπασῶν φλεβῶν, ὥσπερ καὶ τὴν καρδίαν ἐθέμεθα τῶν
9. ἀρτηριῶν. ὅσα γὰρ ἀγγεῖα τῶν ἐξ ἑτέρου πεφυκότων ἐκπέφυκε,
10. τὴν αὐτὴν ἀρχὴν ἐκείνοις ἔχει. πολὺ μᾶλλον οὖν τὸ
11. ἧπαρ ἀρχὴν τῶν φλεβῶν ἐστι θετέον, ἢ τὴν καρδίαν τῶν
12. ἀρτηριῶν, ὅσον ἐπὶ τοῖς ἐξ ἀνατομῆς φαινομένοις, ἐναργέστερα
13. γὰρ αὐτῷ τὰ τῆς ἀρχῆς ὑπάρχει γνωρίσματα. μὴ
14. τοίνυν μηδὲ ἐκεῖνό σε λανθανέτω, διότι πάντως ἂν ἔσφυζον
15. αἱ φλέβες, εἴπερ ἐκ τῆς καρδίας ἐπεφύκεισαν.
⟨
(De plac. Hipp. et Plat.) [n° 033 Fichtner] [GalLat]
De placitis Hippocratis et Platonis
Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Doctrines d’Hippocrate et de Platon
The Doctrines of Hippocrates and Plato (PHP)
De Lacy, 2005.
De Hippocratis et Platonis placitis, 1823, vol. 5, p. 181-805. urn:cts:greekLit:tlg0057.tlg032.verbatim-lat1
De Lacy, 2005 (eng).
De Hippocratis et Platonis placitis, 6.6, ed. Kühn, 1823, vol. 5, p. 547-560. urn:cts:greekLit:tlg0057.tlg032.1st1K-grc1:6.6
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩