16. Ὁ λόγος δ’ οὐκ ἔτι μοι πρὸς Ἐρασίστρατον
17. ἢ τοὺς Ἐρασιστρατείους ἐστὶν, ἀλλὰ πρὸς τοὺς ἡγουμένους,
18. οὐ, διότι πληροῦνται πνεύματος αἱ ἀρτηρίαι, διὰ τοῦτο διαστέλλεσθαί
1. τε καὶ σφύζειν αὐτὰς, ἀλλὰ, διότι διαστέλλονταί
2. τε καὶ σφύζουσι, διὰ τοῦτο πληροῦσθαι. κοινὸν μὲν οὖν
3. τουτὶ τὸ δόγμα πολλῶν τ’ ἐστὶ καὶ δοκίμων ἀνδρῶν, ὥσπερ
4. γε καὶ ὅτι τὴν δύναμιν ἐκ τῆς καρδίας οἱ χιτῶνες τῶν
5. ἀρτηριῶν τοῦ διαστέλλεσθαι καὶ συστέλλεσθαι λαμβάνουσιν.
6. ἀπεσχίσθησαν δ’ οὖν οὐκ οἶδ’ ὅπως αὐτῶν ἐν τῷδε Πραξαγόρας
7. τε καὶ Φιλότιμος ὁμολογήσαντες τἄλλα, καὶ νομίζουσι
8. τὸ πάμπαν ἐξ ἑαυτῶν σφύζειν τὰς ἀρτηρίας, ὥστε καὶ εἰ
9. σάρκα τις ἐκτεμὼν ζώου καταθείη παλλομένην ἐπὶ τῆς γῆς,
10. ἐναργῶς ὁρᾶσθαι τὴν κίνησιν τῶν ἀρτηριῶν. οὔκουν ἐβουλόμην
11. ἐς τοσόνδε διαμαρτεῖν τοῦ φαινομένου τηλικούτους
12. ἄνδρας, ὡς μὴ δύνασθαι διορίσαι παλμὸν σφυγμοῦ. χρὴ δ’,
13. οἶμαι, γιγνώσκεσθαι μὲν καὶ τοῦτο τοῖς ἀνδράσι, γιγνώσκεσθαι
14. δὲ καὶ ὡς, εἰ μόνην ἐκτέμοις ἀρτηρίαν, οὐ κινεῖται,
15. καθάπερ οὐδ’ εἰ βρόχῳ διαλάβοις ἔτι συνημμένην τῇ καρδίᾳ.
16. καίτοι θαυμαστὸν, ἡνίκα μέν ἐστιν ἔξω τοῦ ζώου, μὴ
17. μόνον τῆς καρδίας, ἀλλὰ καὶ τῆς τῶν ἄλλων ἁπάντων μορίων
18. ἀφῃρημένης συμπνοίας, ἀκωλύτως σφύζειν αὐτὴν, ἡνίκα δὲ
1. συνῆπται πᾶσιν, ἄσφυκτον γίγνεσθαι βρόχῳ διαληφθεῖσαν.
2. ἀλλ’ οὐδὲ γὰρ ἔξω, θαυμασιώτατε Πραξαγόρα, πάλλεται διὰ
3. παντὸς ἐκτεμνομένη τοῦ ζώου. καίτοι τί περὶ τούτου φιλοτιμοῦμαι
4. διελέγχειν αὐτόν; ἀρκεῖ γὰρ ἐπιδεῖξαι μόνας τὰς
5. ἀρτηρίας ἀκινήτους τε καὶ ἀσφύκτους ἀκριβῶς γενομένας,
6. ὅταν ἐκτμηθῶσι τοῦ ζώου. παρὰ τῆς καρδίας οὖν αὐταῖς τὸ
7. κινεῖσθαι. καὶ τοῦτ’ ὀρθῶς μὲν εἶπε καὶ ὁ Ἐρασίστρατος,
8. οὐκ ὀρθῶς δ’ ἐξηγήσατο τῆς κινήσεως τὴν γένεσιν. οὐ γὰρ
9. ὡς ἀσκὸς ἐμφυσώμενος ὑπὸ τῆς καρδίας ἐκθλιβούσης τὸ
10. πνεῦμα πληροῦται τῶν ἀρτηριῶν ἑκάστη, τῷ συνῆφθαι δ’
11. αὐτῇ καὶ ἐξ ἐκείνης πεφυκέναι τῆς αὐτῆς ὅλῳ τῷ σπλάγχνῳ
12. κεκοινώνηκε δυνάμεως. ὅτι δ’ ὅλον σφύζει τῆς καρδίας τὸ
13. σῶμα, διαστελλόμενόν τε καὶ συστελλόμενον ἐξ ἑαυτοῦ, σχεδὸν
14. ἤδη τοῦτο καὶ διὰ τῶν ἀνατομῶν γνωρίσεις, τηνικαῦτα τὸ
15. δεξιὸν αὐτοῦ μέρος ἀναπτύξας. γυμνοῦται δ’ ἡ καρδία
16. χωρὶς τοῦ συντμηθῆναι τὸν θώρακα τοῦ ξιφοειδοῦς ἐκκοπέντος,
17. ᾧ ἐγγὺς ἤρτηται τὸ περικάρδιον σκέπασμα. τριττὴ
18. δὲ αὕτη τοῦ θώρακός ἐστιν εὐρυχωρία κατὰ μέσα τὰ στέρνα,
1. μηδετέρα οὖσα τῶν ὑπολοίπων δυοῖν. ἐὰν οὖν ἅμα τε τοῦτο
2. ποιήσῃς καὶ τέμῃς ὄρθιον, ὡς εἴρηται, τὸν δεξιὸν θώρακα,
3. τῆς δεξιᾶς κοιλίας τῆς καρδίας ἐναργῶς ὄψει τὸν σφυγμόν.
4. οὐ λήσεταί σε οὐδὲ τὸ καταφυόμενον εἰς αὐτὴν ἀγγεῖον, ὅπερ
5. ἐστὶν ἀποβλάστημα τῆς κοίλης, ὁμοίως ταῖς ἀρτηρίαις σφύζον.
6. εἴτε δὲ τῷ δέχεσθαι δύναμιν ἐκ τῆς καρδίας ἄχρι
7. τοῦ βράττεσθαι ἐπιῤῥέουσαν, εἴτε τοῦ αἵματος τῆς ἐπὶ τἀναντία
8. φορᾶς τῇ κατὰ τὸ δεξιὸν οὖς, εἴτε ἄλλῳ τινὶ τρόπῳ τὴν
9. κίνησιν ταύτην ἡ κοίλη φλὲψ λαμβάνει, περιττὸν ἐν τῷ
10. παρόντι σκοπεῖν. ἱκανὸν γὰρ εἰς τὰ προκείμενα τὸ μηδ’
11. ὅλως σφύζειν αὐτὴν, ὥσπερ τὴν μεγάλην ἀρτηρίαν ἅμα ταῖς
12. ἄλλαις ἁπάσαις ταῖς κατὰ τὸ σῶμα. ὅτι μὲν οὖν οὔτε τῆς
13. πρώτης γενέσεως τῶν φλεβῶν, οὔτε τῆς μετὰ ταῦτα διοικήσεώς
14. ἐστιν ἀρχὴ ἡ καρδία, δέδεικται σαφῶς.
⟨
(De plac. Hipp. et Plat.) [n° 033 Fichtner] [GalLat]
De placitis Hippocratis et Platonis
Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Doctrines d’Hippocrate et de Platon
The Doctrines of Hippocrates and Plato (PHP)
De Lacy, 2005.
De Hippocratis et Platonis placitis, 1823, vol. 5, p. 181-805. urn:cts:greekLit:tlg0057.tlg032.verbatim-lat1
De Lacy, 2005 (eng).
De Hippocratis et Platonis placitis, 6.7, ed. Kühn, 1823, vol. 5, p. 560-563. urn:cts:greekLit:tlg0057.tlg032.1st1K-grc1:6.7
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩