15. Ὑπόλοιπον δ’ ἐστὶν, ὑπὲρ οὗ ἐδόξασάν
16. τινες ἄτοπον μὲν ἱκανῶς, ὅμως δὲ ἀρέσαν ἐνίοις τῶν
17. ἐνδόξων ἰατρῶν, ἐξηγήσασθαι μὲν πρότερον, ἐπιδεῖξαι δ’ ἔτι,
1. καθ’ ὅ τι διήμαρται. φασὶ γὰρ, ὥσπερ ὁδοῦ τις ἀρχὴ λέγεται,
2. κατὰ τὸν αὐτὸν ἐγχωρεῖν τρόπον εἶναί τινα καὶ φλεβῶν
3. ἀρχὴν, οὐδὲν κωλῦον, εἰ καὶ τελευτὴν ὀνομάζει τις αὐτήν·
4. ἐν γὰρ τῷ πρός τι τὴν τοιαύτην ἀρχὴν εἶναι τὰς Ἀθήνας.
5. ἀλλὰ κατὰ τοῦτόν γε τὸν τρόπον οὐχ ἡ καρδία μόνον,
6. ἀλλὰ καὶ πᾶν ἄλλο μόριον ἀρχή τε ἅμα δύναται καὶ
7. τελευτὴ λέγεσθαι τῶν εἰς αὐτὸ καταφερομένων ἀγγείων.
8. οὕτως οὖν καὶ ἡ καρδία τῆς κοίλης φλεβὸς οὐδὲν ἂν μᾶλλον
9. ἀρχὴ ἢ τελευτὴ νομίζοιτο. τῆς δ’ ἐπὶ ταῖς πύλαις οὐδαμῶς
10. ἂν ἀρχὴ ἢ τελευτὴ νομίζοιτο, μήτ’ αὐτῆς ἐκείνης τῆς φλεβὸς
11. εἰς τὴν καρδίαν περαινούσης, μήτε τῶν ἀπ’ αὐτῆς ἀποσχιζομένων
12. μηδεμιᾶς, οὐκοῦν οὐδὲ τῶν καθ’ ὅλον τὸ σῶμα
13. φλεβῶν. ὥστε διαμαρτάνουσιν οἱ μηδὲν ὧν οἴδασι δέον
14. ὁδῶν μνημονεύοντες· ἄχρηστος γὰρ ἡ τοιαύτη ζήτησις τοῖς
15. ὑποθεμένοις γε, χρήσιμον ὑπάρχειν αὐτήν. τὸ μὲν δὴ ἧπαρ
16. ἀρχή τε ἅμα καὶ τελευτὴ συναπασῶν ἔσται τῶν φλεβῶν,
17. ἄλλο δ’ οὐδὲν οὔτε σπλάγχνον οὔτε μέρος, ὅτι μηδὲ
18. συνεχεῖς εἰσιν αἱ καθ’ ὅλον τὸ σῶμα φλέβες ἑτέρῳ τινὶ
1. μορίῳ. πάλιν οὖν ἄνωθεν ἐπὶ κεφαλαίων ἀναλάβωμεν τὸν
2. λόγον. εἰ τὴν τῆς πρώτης γενέσεως ἀρχὴν τῶν φλεβῶν
3. ζητεῖς, ἧπάρ ἐστιν· εἰ τῆς κατὰ τὴν ὕλην διοικήσεως, ᾗ
4. τρέφεται τὸ σύμπαν σῶμα, καὶ δυνάμεως, οὐδ’ οὕτως ἄλλο
5. τι σπλάγχνον εὑρήσεις ἐπιτηδειότατον ἀρχὴν νομισθῆναι.
6. φημὶ γὰρ καὶ τὰς φύσει παρελθὼν ἀρχὰς, εἰ τὴν ὡς διδασκαλίας
7. ἀρχὴν, ἢ τὴν ὡς ὁδὸν, ἢ ὁπωσοῦν ἄλλως ἐθέλοις
8. σκοπεῖσθαι, πᾶσαν ἐπίνοιαν ἀρχῆς ἐπιτήδειόν ἐστι δέξασθαι
9. τὸ ἧπαρ. εἰ γὰρ ὄντως τε καὶ φύσει τῶν φλεβῶν ἐστιν
10. ἀρχὴ, θαυμαστὸν τοῦτο κατὰ πάντα τρόπον ἀρχὴν αὐτῶν
11. εὑρίσκεσθαι. ἆρ’ οὖν ἤδη καταπαύωμεν ἐνταυθοῖ τὸν λόγον,
12. ἢ προστιθῶμεν αὐτῷ κεφάλαιον ἕν τι τῶν ἔμπροσθεν ἀναβληθέντων,
13. ἡνίκ’ ἐλέγομεν, οὐκ ἄν τινα γεγυμνασμένον ἐν
14. τοῖς περὶ τῶν φυσικῶν δυνάμεων λογισμοῖς ἄλλο γενέσεως
15. αἵματος ἀποφαίνεσθαι σπλάγχνον αἰτιώτερον ἥπατος; ἄμεινον
16. ἴσως ἐστὶν ὑπὲρ τοῦ πάντ’ εἰρῆσθαι προσθεῖναι, κᾂν
17. ὅτι μάλιστα τὸ προκείμενον ἐξ ἀρχῆς ἀποδεδειγμένον ὑπάρχει
18. τελέως. ὅτι μὲν ἀλλοιοῦται τὸ τρέφον εἰς τὴν τοῦ τρεφομένου
1. μεταβαλλόμενον οὐσίαν, ἡμῖν τε δι’ ἑτέρων ἀποδέδεικται
2. καὶ σχεδὸν ὑπὸ τῶν ἀρίστων ἰατρῶν τε καὶ φιλοσόφων
3. ἀποδέδεικται. ὅτι δ’, εἴπερ ὁ ἐκ τῆς γαστρὸς εἰς
4. ἧπαρ ἀναδιδόμενος χυμὸς αἷμα φαίνεται γιγνόμενος,
5. ἀναγκαῖον ὑπὸ τῆς οἰκείας οὐσίας τοῦ ἥπατος ἐγγίγνεσθαι
6. τὴν ἀλλοίωσιν αὐτὴν, τοῦτ’ οὐκέτι σύμπαντες ὁμολογοῦσιν,
7. ἀλλ’ ἡγοῦνταί τινες, αὐτοὺς τῶν φλεβῶν τοὺς χιτῶνας ἐργάζεσθαι
8. τὸ αἷμα. καίτοι γ’, εἰ ἐκκενώσαις αὐτοὺς, οὐδὲν
9. ὑμενώδους ἢ νευρώδους οὐσίας θεάσῃ διαφέροντας. ὥσπερ
10. οὖν, εἴ τις ὑπὸ νεύρων, ἢ ὑμένων, ἢ ὀστῶν, ἢ χόνδρων, ἢ
11. πιμελῆς, ἢ ὅλως ἀναίμου σώματος ἔφασκε γίγνεσθαι τὸ
12. αἷμα, κατέγνωμεν ἂν ἑτοίμως αὐτοῦ, κατὰ τὸν αὐτὸν, οἶμαι,
13. τρόπον, εἰ καὶ τοῖς τῶν φλεβῶν χιτῶσι κατὰ τὴν ἑαυτῶν
14. φύσιν ἀναφέροι γένεσιν αἵματος. οὐ γὰρ ἐρυθρὸν ἐκεῖνοί γε
15. χυμὸν, ἀλλὰ λευκὸν καὶ γλίσχρον ἐργάζεσθαι πεφύκασιν, ἐξ
16. οὑ ἥ τε γένεσις αὐτοῖς ἐστιν, ἥ τ’ αὔξησίς τε καὶ θρέψις.
17. ἀποδέδεικται δὲ περὶ τούτων ἐν τῷ προτέρῳ περὶ σπέρματος
18. γράμματι. καὶ μὴν, εἵπερ εἰς ὁμοίαν ἰδέαν τῷ μεταβάλλοντι
1. τὸ μεταβαλλόμενον ἀφικνεῖται, τῆς τοῦ ἥπατος αὐτοῦ σαρκὸς
2. οὐδὲν ἂν εὕροις ἐπιτηδειότερον εἰς αἵματος γένεσιν. εἰ γὰρ
3. παχυνθείη τὸ αἷμα, σὰρξ ἥπατος ἀκριβὴς ἀπεργασθήσεται.
4. πολλὰ δ’ ἀγνοήσαντες, οἶμαι, τῶν φυσικῶν οἱ πλεῖστοι
5. πράγμαθ’ ἡμῖν παρέχουσιν, ὧν ἄλλα τέ τινά ἐστι καὶ τὰ
6. διὰ τῆς περὶ τῶν φυσικῶν δυνάμεων πραγματείας ἀποδεδειγμένα.
7. περιστέλλεται γὰρ ἡ γαστὴρ τοῖς σιτίοις, ἕλκουσα
8. τὸν οἰκεῖον ἑαυτῇ χυμὸν ἐξ αὐτῶν, ἔστ’ ἂν ἀπολαύσασα
9. καὶ τελέως ἐμπλησθεῖσα διώσηται τὸ περιττὸν ἅπαν εἰς
10. τὴν νῆστιν. ἐντεῦθεν δ’ αὖθις ἕλκει τὸ ἧπαρ εἰς ἑαυτὸ
11. προκατειργασμένον αὐτὸν ἐν τῇ γαστρὶ κατὰ τὸν ἔμπροσθεν
12. χρόνον, οὐ μὰ Δία τῆς γαστρὸς ἕνεκα τοῦ ἥπατος ἀλλοιούσης
13. αὐτὸν, ἀλλὰ ἀδύνατον εἰς ταὐτὸν ἀλλήλοις ἰόντα δύο
14. σώματα μὴ δρᾷν καὶ πάσχειν εἰς ἄλληλα. δέδεικται γὰρ
15. δὴ καὶ τοῦθ’ ἡμῖν ἐν ἐκείνῃ τῇ πραγματείᾳ, καὶ ὡς τὸ
16. ἰσχυρότερον νικᾷ καὶ μεταβάλλει θάτερον. ὥσπερ οὖν τὸ
17. τῆς γαστρὸς λείψανον ἐπιτήδειον γίνεται τῷ ἥπατι, κατὰ
18. τὸν αὐτὸν τρόπον· τοῖς μεθ’ ἧπαρ ἅπασι τὸ τούτου πάλιν
1. αὐτοῦ περιττὸν, οὐδ’ οὖν οὐδ’ αὐτοῦ τοῦ ἥπατος ἐκείνων
2. ἕνεκεν ἀλλοιώσαντος τὴν τροφὴν, ἀλλὰ καθ’ ὃν εἴρηκα
3. τρόπον, ἡνίκα μεταβάλλοντός τε καὶ ἀλλοιοῦντος ἐπιτηδειότερα
4. ἐν τῷδε γίγνεται τοῖς μεθ’ ἧπαρ μορίοις. ὡς γὰρ
5. αὐτὸ διὰ τῶν φλεβῶν εἵλκυσεν ἐκ γαστρός τε καὶ τῶν
6. ἐντέρων τὴν τροφὴν, οὕτως, ὅσα μετ’ ἐκεῖνο τέτακται, δι’
7. ἄλλων ἕλκει φλεβῶν εἰς ἑαυτὰ, κᾄπειτ’ αὖθις ἕτερα, καὶ
8. τοῦτο ὑπάρχει γιγνόμενον, ἄχρι περ ἂν εἰς ἅπαν ἀφίκηται τοῦ
9. ζώου μόριον ἡ τροφὴ, παρασκευάζει δ’ ἕκαστον ἀεὶ καὶ
10. προπέττει τὸ μεθ’ αὑτὸ κατὰ τὸ συνεχὲς τῆς διαδόσεως.
11. οὕτως οὖν καὶ τὸ ἧπαρ παρομοιοῖ τὸν ἐκ τῆς κοιλίας ἀναδοθέντα
12. χυλὸν ἑαυτῷ, τοὐτέστι τῇ σαρκί τε καὶ τῇ οὐσίᾳ
13. τῇ ἑαυτοῦ, τῷ καλουμένῳ πρὸς ἐνίων ἰατρῶν παρεγχύματι.
14. ἕκαστον γὰρ τῶν ὀργανικῶν τοῦ ζώου μορίων, σύνθετον
15. ὑπάρχον ἐξ ἑτέρων ἁπλουστέρων μορίων, πάντως ἴδιόν τι
16. τοιοῦτον ὑπάρχει κατὰ τὴν οὐσίαν, οἷον οὐκ ἄλλο καθ’
17. ὅλου τοῦ ζώου τὸ σῶμα. τὸ γοῦν τῆς γαστρὸς σῶμα τὸ
18. ἴδιον οἷον οὐκ ἄλλο τῶν πάντων ἐστίν· ὡσαύτως δὲ καὶ
1. τὸ τοῦ σπληνὸς, ἐγκεφάλου τε καὶ νεφρῶν, καὶ γλώττης,
2. καὶ ὀφθαλμῶν, καὶ κύστεων, καὶ μητρῶν. ἀρτηρίαι μὲν
3. οὖν καὶ νεῦρα καὶ φλέβες ἐμφύονται τοῖς ὀργάνοις ἕνεκα
4. χρείας κοινῆς, ὡσαύτως δ’ ἐνίοις αὐτῶν ὑμένες τε καὶ σύνδεσμοι.
5. τὸ δ’ ἴδιον ἑκάστου σώματος χωρὶς τούτων ἐστὶ,
6. διὸ καὶ τὴν ἐνέργειαν ἐξαίρετον ἢ τἄλλα κέκτηται. κατὰ
7. μὲν γὰρ τὸ κοινὸν ἀνάγκη δήπου καὶ τὴν ἐνέργειαν εἶναι
8. κοινήν. οὐ γὰρ οἷόν τε παρὰ τοὺς τόπους τοῦ σώματος
9. ὑπαλλάττεσθαι φλεβὸς, ἢ ἀρτηρίας, ἢ νεύρου τὴν ἐνέργειαν,
10. ἀλλ’ ἄν τε κατὰ τὴν πτέρναν, ἄν τε κατὰ τὸν ἐγκέφαλον
11. ἀρτηρίαν ἐννοήσῃς, εὐθὺς αὐτῆς συνεπινοήσεις τὴν
12. κοινὴν ἁπασῶν ἀρτηριῶν ἐνέργειαν· ὡσαύτως δὲ καὶ νεύρῳ,
13. καὶ φλεβὶ, καὶ ὀστῷ, καὶ χόνδρῳ, καὶ ὑμένι, καὶ συνδέσμῳ,
14. καὶ πιμελῇ. κατὰ δὲ τὸ ἴδιον εἶδος ἑκάστης οὐσίας ἰδίαν
15. ἀναγκαῖον εἶναι τὴν ἐνέργειαν. οἷον γὰρ ἐστι τὸ τοῦ πνεύμονος
16. σῶμα κατὰ τὴν οὐσίαν, οὐκ ἂν εὕροις ἕτερον, οὐδ’.
17. οἷον ἐγκεφάλου οὐδὲν ἄλλο τοιοῦτον, ὥσπερ οὐδὲ ὁποῖον
18. ἡ καρδία σῶμα κατὰ τὴν οὐσίαν ἐστὶν, οὐδὲν ἀκριβῶς ἄλλο
1. τοιοῦτον ὑπάρχει. καὶ νεφροὶ δὲ καὶ σπλὴν ἑκάτερον αὐτῶν
2. οἷον οὐκ ἄλλο. καὶ διὰ τοῦτο ἡ ἐνέργεια καθ’ ἕκαστον ἴδιος
3. ἐπὶ τῷ τῆς οὐσίας ἰδίῳ, καὶ ἡ τοῖσδε σὰρξ ἰδιότητα πολλὴν
4. ἔχει παρὰ τὰς ἄλλας σάρκας. ἐν ὀφθαλμῷ δὲ τί δεῖ καὶ
5. λέγειν, ὡς ἴδιον ἐξαίρετον, καὶ οὐδ’ ἐγγὺς οὐδενὶ τῶν ἄλλων
6. ἐοικός ἐστι τὸ κρυσταλλοειδὲς, ὅτε καὶ τὸ τῆς ἐνεργείας τῆς
7. κατ’ αὐτὸ μηδενὶ προσέοικεν; οὐδὲν οὖν θαυμαστόν ἐστιν,
8. οὐδὲ τὸ τοῦ ἥπατος ἴδιον σῶμα κατὰ τὴν αὑτοῦ φύσιν
9. κεκτῆσθαι τὴν ἐνέργειαν· ἐρυθρότατον μὲν γάρ ἐστιν,
10. ὥστε τὸ αἷμα καὶ τῷ πεπῆχθαι μόνον αὐτοῦ διαφέρον·
11. θρόμβου μὲν γὰρ ἡ πῆξις ὑπὸ τοῦ περιέχοντος γίγνεται,
12. σβεννύουσα μὲν ἐξ αὐτοῦ τὴν θερμότητα, μελαίνουσα
13. δὲ διὰ τὴν ψύξιν. οὐχ οὕτως δὲ κατὰ τὸ ἧπαρ, ἀλλ’ ὑπό
14. γε τῆς ἐμφύτου θερμασίας, κοσμούσης αὐτὸ μᾶλλον ἢ
15. φθειρούσης. ἀλλοιοῦται μὲν γὰρ ἑκατέρως τὸ αἷμα, κᾂν
16. θρόμβος γένηται, κᾂν ἥπατος σάρξ. ἀλλ’ ἡ μὲν εἰς θρόμβον,
17. ἀλλοίωσις ὁδὸς ἐπὶ φθοράν ἐστιν, ἡ δ’ εἰς τὴν
1. ἥπατος οὐσίαν ἐνέργεια φύσεως. οὐδ’ ἔστιν οὐδὲν ὁμοιότερον
2. εὑρεῖν αἵματι τῆς ἥπατος ἰδέας. εἴρηται μὲν οὐ
3. καλῶς οὐδ’ ὑπὸ τῶν εἰπόντων, τῇ πρώτῃ καὶ νεοπαγεῖ σαρκὶ
4. παραπλήσιον γίγνεσθαι στάξαν εἰς ὕδωρ χλιαρὸν αἷμα· πολὺ
5. δὲ δὴ μᾶλλον ἡ συμμετρία τῆς ἐμφύτου θερμασίας ἀκριβῆ
6. περιτίθησιν αὐτῷ τὸν κόσμον. εἴπερ οὖν ἕκαστον μόριον
7. ἐξ ὁμοιοτάτου κατὰ τὴν οὐσίαν ἑαυτῷ τρέφεται χυλοῦ, καὶ
8. τοῦτον παρασκευάζειν ἑαυτῷ πέφυκεν, ἀλλοιοῦν τε καὶ μεταβάλλειν
9. ἡ τοῦ αἵματος γένεσις, ἔργον τῆς ἥπατος σαρκός.
10. αὕτη δ’ ἐστὶν, ὡς ἐδείχθη, τὸ ἴδιον ἑαυτοῦ σῶμα. διὸ τῶν
11. ἄλλων ἀποκριθὲν ἕν τι τῶν σπλάγχνων ἐστὶ μονογενές.
12. μετέχει μὲν οὖν καὶ ἡ καρδία τοῦ τοιούτου χρώματος, ἀλλ’
13. οὐκ εἰς ὅσον ἧπαρ· ὑγρότερον γάρ ἐστι τὸ σπλάγχνον τοῦτο
14. τῆς καρδίας, καὶ διὰ τοῦτ’ ἐρυθρότερόν τε καὶ μαλακώτερον,
15. ἡ δὲ ξηροτέρα τε καὶ θερμοτέρα τοῦ ἥπατος ὑπάρχει.
16. οὕτως γὰρ ἤμελλεν ἅμα τε σκληροτέρα γενήσεσθαι καὶ κινήσεσθαι
17. διττὴν κίνησιν ὁμοίως ταῖς ἀρτηρίαις, ἵν’ ἐκ μὲν
18. τῆς τοιαύτης κινήσεως ἡ συμμετρία φυλάττηται τῆς ἐμφύτου
1. θερμασίας, ὡς ἐν τῷ περὶ χρείας σφυγμῶν ἐπεδείξαμεν.
2. ἡ σκληρότης δὲ τὴν δυσπάθειαν αὐτῇ παρέχει συνεχέσι τε
3. κινήσεσι καὶ σφόδρα ἰσχυραῖς ἐνίοτε παρεσκευασμέναις ὑπὸ
4. τῆς φύσεως. ὅθεν οὐδὲ τὸ ἴδιον αὐτῆς αἷμα τοιοῦτόν ἐστιν,
5. οἷόν περ τὸ τοῦ ἥπατος, ἀλλ’ ὅσῳ θερμότερον τὸ σπλάγχνον
6. τοῦ σπλάγχνου, τοσούτῳ ξανθότερον, ὅπερ ἴδιον αἵματος
7. ξηροτέρου, καθάπερ τοῦ ὑγροτέρου τὸ ἐρυθρόν. εἴρηται
8. δὲ καὶ ὑπὸ Πλάτωνος μὲν ἐν Τιμαίῳ περὶ τῆς τῶνδε τῶν
9. χρωμάτων γενέσεως, ἀτὰρ οὖν καὶ ἡμεῖς αὖθις ἐξηγησάμεθά
10. τε καὶ ἀπεδείξαμεν, ὡς ἀληθῶς εἴρηται πάντα, γεγραφότες
11. ὑπὲρ αὐτῶν ἰδίᾳ καθ’ ἕτερον λόγον. ἀλλὰ νῦν γε τὸ προκείμενον
12. ἡμῖν περαίνωμεν. αἵματος ὑγροῦ μὲν τὴν κρᾶσιν,
13. ἐρυθροῦ δὲ τὴν χρόαν ἡ πρώτη μὲν ἐν ἥπατι γένεσις,
14. ὀχετοὶ δὲ παράγοντές τε καὶ διανέμοντες αὐτὸ παντὶ τῷ
15. σώματι φλέβες. αἵματος δὲ ξανθοῦ καὶ λεπτοῦ καὶ λεπτομεροῦς
16. καὶ πνευματώδους ἡ μὲν πρώτη γένεσις ἐν τῇ τῆς
17. καρδίας ἀριστερᾷ κοιλίᾳ, διανέμουσι δὲ καὶ παράγουσιν
18. εἰς ὅλον τὸ ζῶον αἱ ἀρτηρίαι τὸ τοιοῦτον αἷμα.
1. δέδεικται δὲ καὶ περὶ τούτων ἐπὶ πλέον ἐν τοῖς τῶν φυσικῶν
2. δυνάμεων ὑπομνήμασιν. ὥσθ’ ἅμα μὲν, ὅπερ ἀνεβαλόμην ἐν
3. τοῖς ἔμπροσθεν λόγοις ἐρεῖν αὖθις ὑπὲρ τοῦ κατὰ τὴν
4. καρδίαν αἵματος, τὰ νῦν εἴρηται, ἅμα δὲ, ὡς ἐσφάλησαν
5. οἱ καὶ τὴν καρδίαν ἀρχὴν εἰπόντες εἶναι τῶν φλεβῶν, ἐπιδέδεικται.
6. εἴπερ γὰρ αἵματός τινος, εὐθὺς δήπου καὶ φλεβῶν
7. ἐνόμισαν, ὥσπερ μὴ καὶ τῶν ἀρτηριῶν ἐχουσῶν αἷμα λεπτομερέστατον
8. καὶ θερμότατον. ὡς οὖν ἀρτηριῶν, οὕτως καὶ
9. τοῦ πνευματώδους τε καὶ τοῦ ζέοντος αἵματος ἀρχή τε καὶ
10. πηγὴ τοῖς ζώοις ἐστὶν ἡ καρδία, καὶ διὰ τοῦτο καὶ τὸ
11. θυμοειδὲς ἐνδείκνυται τῆς ψυχῆς ἐν αὐτῇ κατῳκῆσθαι.
12. ταῦτ’ ἄρα καὶ ὁ Πλάτων τὴν καρδίαν ἔλεγεν πηγὴν τοῦ
13. περιφερομένου κατὰ πάντα μέλη σφοδρῶς αἵματος. οὐ ταὐτὸν
14. γάρ ἐστιν ἢ πηγὴν αἵματος ἁπλῶς εἰπεῖν, ἢ προσθεῖναι
15. τοῦ περιφερομένου σφοδρῶς. τὸ μὲν γὰρ ἐξ ἥπατος ὁρμώμενον
16. οὐ περιφέρεται σφοδρῶς, ὅτι μήτε πνευματῶδές ἐστι,
17. μήθ’ ὅλως σφύζουσιν αἱ περιέχουσαι φλέβες αὐτό· τὸ δ’
18. ἐκ τῆς ἀριστερᾶς κοιλίας τῆς καρδίας ὁρμώμενον θερμότερόν
1. τε τοῦδε καὶ πνευματῶδες ἱκανῶς ἐστιν, ὡς ἂν σφυζόντων
2. αὐτοῦ τῶν ἀγγείων. καλεῖται δ’ ὑπὸ μὲν τῶν παλαιοτάτων
3. ἰατρῶν καὶ φιλοσόφων καὶ τουτὶ τὸ γένος τῶν
4. ἀγγείων ὡσαύτως θατέρῳ φλὲψ, ὑπὸ δὲ τῶν ἄλλων ἀρτηρία
5. μὲν τὸ σφύζον, τὸ δὲ ἄσφυκτον φλέψ. ὅτι δ’ οὕτως ὠνόμαζον
6. οἱ παλαιοὶ, δέδεικται μὲν ἤδη πολλοῖς τῶν ἔμπροσθεν,
7. ἐπιδέδεικται δὲ καὶ πρὸς ἡμῶν ἑτέρωθι. νυνὶ δὲ
8. τοσοῦτον μόνον, ὅσον εἰς τὰ παρόντα χρήσιμον, ὑπομνήσω.
9. τῆς κατὰ τὸν ἀγκῶνα καὶ μάλιστα τὸν ἀριστερὸν ἀρτηρίας
10. ὅταν ἡ κίνησις ἐκ γενετῆς ὑπάρχῃ ταχεῖά τε ἅμα καὶ μεγάλη
11. καὶ εὔτονος, ἰσχυρὰν μὲν ἐνδείκνυται τὴν ἐν τῇ καρδίᾳ
12. θυμοειδῆ δύναμιν, ἀκμαῖον δὲ καὶ ζέον τὸ κατ’ αὐτὴν
13. θερμὸν, ὅπερ ὀνομάζειν μανιῶδές τε καὶ ὀξύθυμον ἔθος·
14. ὁ τοίνυν Ἱπποκράτης ὀνομάζων φλέβα τὴν ἀρτηρίαν ταύτην
15. ᾧδέ πως γράφει κατὰ τὸ δεύτερον τῶν Ἐπιδημίων· ᾧ δ’
16. ἂν ἡ φλὲψ ἡ ἐν ἀγκῶνι σφύζῃ, μανικὸς καὶ ὀξύθυμος, ᾧ
17. δ’ ἂν ἀτρεμέῃ, τυφώδης. ὅτι δὲ καὶ τὸ σφύζειν ὄνομα
18. καὶ ὁ σφυγμὸς ἐπὶ τῆς σφοδρᾶς εἰς τοσοῦτον τῶν ἀρτηριῶν
1. κινήσεως, ὡς καὶ πρὶν ἐπιλαβεῖν τὴν ἁφὴν αἰσθητὴν εἶναι
2. τἀνθρώπῳ τὴν κίνησιν, ὑπὸ τῶν παλαιῶν ἐλέγετο, καὶ δι’
3. ἄλλων μὲν ἀποδέδεικται, καὶ νῦν δ’ οὐχ ἥκιστα φαίνεται
4. διὰ τῆς πρὸς τὸ ἀτρεμέειν ἀντιθέσεως, καὶ τὸν τυφώδη δὲ,
5. δηλονότι τὸν ἐναντίον τῷ μανικῷ ἢ καὶ ὀξυθύμῳ καὶ
6. ἀόργητον. ὥσθ’ οἷον ὁδοῦ τι πάρεργον ἡμῖν οὐ σμικρὸν
7. ἤνυσται κατὰ τὴν ἐξήγησιν τοῦ τῆς φλεβὸς ὀνόματος ἐπιδείξασιν
8. Ἱπποκράτην πρότερον Πλάτωνος ἐν καρδίᾳ τιθέμενον
9. ἀρχὴν τῆς θυμοειδοῦς δυνάμεως. ἀλλὰ τούτου μὲν
10. καὶ μετ’ ὀλίγον ἐπιμνησθήσομαι. πρὸς δὲ τὴν τοῦ Πλάτωνος
11. λέξιν ἐπάνειμι, καθ’ ἣν τὰς ἀρτηρίας ὀνομάζων φλέβας
12. ἔλεγε, τὴν δὲ καρδίαν ἅμα τῶν φλεβῶν πηγὴν καὶ τοῦ
13. περιφερομένου κατὰ πάντα τὰ μέλη σφοδρῶς αἵματος. ἐπειδή
14. γὰρ οὐδέπω τὸ σφύζον ἀγγεῖον, ὥσπερ νῦν, ἀρτηρία προσηγόρευται,
15. μόνας δὲ τὰς κατὰ τὸν πνεύμονα, τὰς ὑπὸ τῶν
16. νεωτέρων τραχείας ὀνομασθείσας, οὕτως ἐκάλουν, εὐλόγως ὁ
17. Πλάτων εἰς διορισμὸν, ὁποίων ἄν τινων βούληται φλεβῶν
18. εἶναι τὴν καρδίαν ἀρχὴν, προσέθηκε καὶ πηγὴν τοῦ περιφερομένου
1. κατὰ πάντα τὰ μέλη σφοδρῶς αἵματος. εἰς τί μὲν
2. οὖν ἐστι τοῦτο τὸ αἷμα τοῦ ζώου χρηστὸν, αὖθις εἰρήσεται.
3. τὸ δὲ ἐξ ἥπατος ὁρμώμενον εἰς τροφὴν παρεσκεύασται τοῖς
4. τοῦ σώματος ἅπασι μέρεσιν. ὅθεν, οἶμαι, καὶ ὁ Πλάτων ὑπὲρ
5. ἐκείνου διαλεγόμενος ἔφη· οἷον φάτνην ἐν ἅπαντι
6. τούτῳ τῷ τόπῳ τῆς τοῦ σώματος τροφῆς τεκτηναμένου. καὶ
7. μέντοι καὶ ἐκ τοῦ λέγειν, τουτὶ μὲν τὸ καθ’ ἧπαρ εἶδος
8. τῆς ψυχῆς σιτίων τε καὶ ποτῶν ἐπιθυμητικὸν ὑπάρχειν,
9. οὐ μὴν ἐπί γε τῆς καρδίας οὐδὲν ἔτι προσθεῖναι τοιοῦτον,
10. δῆλός ἐστιν ἐκ μὲν τῆς γαστρὸς εἰς ἧπαρ βουλόμενος ἀναφέρεσθαι
11. τὴν τροφὴν, ἐκεῖθεν δὲ ἐπὶ τὴν καρδίαν ἰέναι τι
12. μέρος εἰς τὴν τοῦ κατ’ ἐκείνην αἵματος γένεσιν. ἀλλ’ ὅτι
13. μὲν οὐκ ἐκ τῶν κατὰ τὴν γαστέρα χωρίων τῆς τροφῆς ἀνάδοσις
14. εἰς τὴν καρδίαν εὐθέως, ἀλλ’ εἰς ἧπαρ γίγνεται, πρότερον
15. αὐτάρκως ἀποδεδειγμένον ἐν τοῖς περὶ τῶν φυσικῶν
16. δυνάμεων, οὐδὲν ἔτι δέομαι νῦν ἐπεξέρχεσθαι, προσθεῖναι
17. δ’ ἄμεινον τῷ λόγῳ τοσόνδε. θερμὸν μὲν ἱκανῶς ἀναγκαῖον
18. εἶναι τὸ θυμοειδὲς σπλάγχνον, οὐκ ἐξ ἀνάγκης δὲ
1. θερμὸν ἱκανῶς τὸ ἐπιθυμητικὸν, ἀλλ’ ἐν φυτοῖς μὲν καὶ
2. πάμπολυ τοῦ θυμοειδοῦς ἀπολειπόμενον, ἐν ζώοις δ’ οὐ
3. τοσοῦτον μὲν, ὅμως δ’ οὐκ ὀλίγον. οὔτε γὰρ ἂν οὕτως
4. θερμὸν εἰργάζετο χυμὸν, εἰ μὴ καὶ αὐτὸ τοιοῦτον ὑπῆρχεν,
5. οὔτ’ ἀσφύκτους ἂν εἶχε τὰς φλέβας, εἰ ζεούσης θερμασίας
6. ἦν ἀρχή. ταῦτ’ ἄρα καὶ Ἱπποκράτης ἐνδεικνύμενος
7. ἔγραφε· ῥίζωσις φλεβῶν ἧπαρ, ῥίζωσις ἀρτηριῶν καρδίη· ἐκ
8. τουτέων ἀποπλανᾶται εἰς πάνθ’ αἷμα, καὶ πνεῦμα, καὶ
9. θερμασίη διὰ τούτων φοιτᾷ· αἷμα μὲν ἐξ ἥπατος ἀποπλανᾶσθαι
10. λέγων, πνεῦμα δ’ ἐκ καρδίας, θερμασίαν δ’ ἐξ
11. ἀμφοῖν. ὅθεν οὐδὲ διήνεγκεν ἢ φλεβῶν ἀρχὴν εἰπεῖν τὸ
12. ἧπαρ, ἢ αἵματος, ἢ τῆς ἐπιθυμητικῆς ψυχῆς, ἀλλ’ οἰκειότερόν
13. πως ἰατρῷ μὲν ἐπὶ τοῖς σωματικοῖς ὀργάνοις, φιλοσόφῳ
14. δ’ ἐπὶ ταῖς ψυχικαῖς δυνάμεσι ποιεῖσθαι τὴν διδασκαλίαν,
15. ἕπεται δὲ ἐπιδειχθέντι θατέρῳ θάτερον. καὶ
16. τοίνυν φαίνονται γεγραφότες οὕτως ὑπὲρ αὐτῶν Ἱπποκράτης
17. καὶ Πλάτων, ὁ μὲν ὑπὲρ τῶν σωματικῶν ὀργάνων τὸν
18. πλείω λόγον ποιησάμενος, ὁ δ’ ὑπὲρ τῶν ψυχικῶν δυνάμεων.
1. διὰ τοῦτ’ οὖν ὁ μὲν Ἱπποκράτης ἐρεῖ, ῥίζωσις φλεβῶν
2. ἧπαρ, ἀνατομήν τε γράφει φλεβῶν τήνδε· ἡπατῖτις ἐν
3. ὀσφύϊ μέχρι τοῦ μεγάλου σπονδύλου κάτωθεν, καὶ σπονδύλοισι
4. προσδιδοῖ ἐντεῦθεν μετέωρος δι’ ἥπατος, καὶ διὰ
5. φρενῶν εἰς καρδίαν. καὶ ἡ μὲν ἰθεῖα ἐς κληῖδας, ἐντεῦθεν
6. δ’ αἱ μὲν εἰς τράχηλον, αἱ δ’ ἐπ’ ὠμοπλάτην, αἱ δ’ ἀποκαμφθεῖσαι
7. κάτω περὶ παρασπονδύλου καὶ πλευρᾶς ἀποκλίνουσιν,
8. ἐξ ἀριστερῶν μὲν μία ἐγγὺς κληΐδων, ἐκ δεξιῶν
9. δὲ ἐπί τι ταύτης χωρίον. ἄλλη δὲ σμικρὸν κατώτερον ἀποκαμφθεῖσα,
10. ὁκόθεν μὲν ἐκείνη ἀπέλιπε, προσέδωκε τῇσι
11. πλευρῇσιν. ἐπὰν δὲ τῆς ἐπ’ αὐτῆς καρδίας προστύχῃ ἀποκαμπτομένη
12. εἰς τὰ ἀριστερὰ, ἀποκαμφθεῖσα δὲ κάτω ἐπὶ
13. σπονδύλους καταβαίνει, ἔστ’ ἂν ἀφίκηται ὅθεν ἤρξατο μετεωρίζεσθαι
14. ἀποδιδοῦσα τῇσι πλευρῇσι τὴν ἐπίλοιπον ἁπάσαις,
15. καὶ ἔνθεν ἀποσχίδας παρ’ ἑκάστην διδοῦσα, μιᾶς δ’
16. οὖσα. ἀπὸ μὲν τῆς καρδίας ἐπί τι χωρίον ἐν τοῖσιν ἀριστεροῖσιν
17. μᾶλλον ἐοῦσα, ἔπειτα ὑποκάτω τῆς ἀρτηρίας, ἔστ’
18. ἂν καταναλωθῇ καὶ ἔλθῃ ὅθεν ἡ ἡπατῖτις ἐμετεωρίσθη,
19. πρότερόν γε πρὶν ἐνταῦθα ἐλθεῖν παρὰ τὰς ἐσχάτας δύο
1. πλευρὰς ἐδιχώθη, καὶ ἡ μὲν ἔνθεν, ἡ δὲ ἔνθεν τῶν σπονδύλων
2. ἐλθοῦσα κατηναλώθη. ἡ δ’ εὐθεῖα ἀπὸ τῆς καρδίας
3. πρὸς κληϊδας τείνουσα ἄνωθεν τῆς ἀρτηρίας ἐστὶ, καὶ ἀπὸ
4. ταύτης ὥσπερ καὶ παρ’ ὀσφὺν κάτωθεν τῆς καρδίας, καὶ
5. ἀπὸ ταύτης ἀΐσσει εἰς τὸ ἧπαρ, ἡ μὲν ἐπὶ πύλας καὶ
6. λοβὸν, ἡ δ’ ἐς τὸ ἄλλο ἑξῆς ἀφώρμηκε σμικρὸν κάτωθεν
7. φρενῶν. φρένες δὲ προσπεφύκασι τῷ ἥπατι, ἃς οὐ ῥηΐδιον
8. χωρίσαι. δισσαὶ δ’ ἀπὸ κληΐδων αἱ μὲν ἔνθεν, αἱ δ’ ἔνθεν
9. ὑπὸ στῆθος ἐς ἦτρον. ὅπῃ δ’ ἐντεῦθεν, οὔπω οἶδα.
10. φρένες δὲ κατὰ τὸν σπόνδυλον τὸν κάτω πλευρέων, ἢ
11. νεφρὸς ἐξ ἀρτηρίας ταύτῃ ἀμφιβεβηκώς. ἀρτηρίαι δὲ
12. ἐκ τούτου ἐκπεφύκασιν, ἔνθεν καὶ ἔνθεν ἀρτηρίη τόνον
13. ἔχουσα. ταύτῃ δὲ παλινδρομήσασα ἀπὸ καρδίης ἡ ἡπατῖτις
14. ἔληγεν. ἀπὸ δὲ τῆς ἡπατίτιδος διὰ τῶν φρενῶν αἱ μέγισται
15. δύο, ἡ μὲν ἔνθεν, ἡ δὲ ἔνθεν φέρονται μετέωροι,
16. πολυσχιδεῖς τε διὰ τῶν φρενῶν εἰσιν, ἀμφὶ ταύτας αἷς καὶ
17. πεφύκασιν, ἄνω δὲ φρενῶν αὗται μᾶλλον ἐκφανέες. οὕτως
1. μὲν ὁ Ἱπποκράτης ἔγραψεν τὴν ἀνατομὴν τῶν ἐξ ἥπατος
2. ἐκφυομένων φλεβῶν, ἐνδεικνύμενος ἐντεῦθεν εἶναι τὴν ἀρχὴν
3. αὐτήν. ἐξηγησάμεθα δὲ τὴν ῥῆσιν ἑτέρωθί τε κᾀν τῷ δευτέρῳ
4. τῆς Ἱπποκράτους ἀνατομῆς. ὁ δὲ Πλάτων οὐ κατὰ
5. τὰς φλέβας, ἀλλὰ κατὰ τὴν διοικοῦσαν αὐτὰς δύναμιν ἀφ’
6. ἥπατος ὁρμωμένην ἐν Τιμαίῳ διαλεγόμενος ᾧδὲ πως ποιεῖται
7. τὴν τοῦ λόγου διέξοδον. τὸ δὲ δὴ σίτων τε καὶ ποτῶν
8. ἐπιθυμητικὸν τῆς ψυχῆς, καὶ ὅσων ἔνδειαν διὰ τὴν τοῦ
9. σώματος ἴσχει φύσιν, τοῦτο εἰς τὸ μεταξὺ τῶν τε φρενῶν
10. καὶ τοῦ εἰς τὸν ὀμφαλὸν ὅρου κατῴκισαν, οἷον φάτνην ἐν
11. ἅπαντι τούτῳ τῷ τόπῳ τῇ τοῦ σώματος τροφῇ κεκτημένοι,
12. καὶ κατέδησαν δὴ τὸ τοιοῦτον ἐνταῦθα, ὡς θρέμμα ἄγριον.
13. τρέφειν δὲ δὴ συνημμένον ἀναγκαῖον, εἴπερ τι μέλλει τὸ
14. θνητὸν ἔσεσθαι γένος. καὶ μικρὸν προελθὼν τοῦτο δή
15. φησιν· ὁ θεὸς ἐπιβουλεύσας αὐτοῦ τὴν ἥπατος ἰδέαν
16. συνέστησεν. ἐπὶ μὲν δὴ τοῦδε τοῦ σπλάγχνου καθάπερ
17. νειμάμενοι τοὺς λόγους, ὁ μὲν ὑπὲρ τῶν ὀργάνων, ὁ δὲ
18. ὑπὲρ τῆς διοικούσης αὐτὰ δυνάμεως διελέχθη. ἐπὶ δὲ τῆς
1. καρδίας ἑκατέρως ἀμφότεροι μετεχειρίσαντο, Πλάτων μὲν
2. ἐν Τιμαίῳ γράφων ᾧδε. τὴν δὲ δὴ καρδίαν ἅμα τῶν φλεβῶν
3. πηγὴν καὶ τοῦ περιφερομένου κατὰ πάντα τὰ μέρη
4. σφοδρῶς αἵματος εἰς τὴν δορυφορικὴν οἴκησιν κατέστησαν,
5. ἵν’, ὅτε ζέσειε τὸ τοῦ θυμοῦ μένος, τοῦ λόγου παραγγείλαντος,
6. εἴ τις ἄδικος περὶ αὐτὰ γίγνηται πρᾶξις ἔξωθεν, ἢ καί
7. τις ἀπὸ τῶν ἔνδοθεν ἐπιθυμιῶν, ὀξέως διὰ πάντων τῶν
8. στενωπῶν πᾶν ὅσον αἰσθητικὸν ἐν τῷ σώματι τῶν παρακελεύσεων
9. καὶ ἀπειλῶν αἰσθανόμενον γίγνοιτο τὸ ἐπήκοον,
10. καὶ ἕποιτο πάντῃ, καὶ τὸ βέλτιστον οὕτως ἐν αὐτοῖς πᾶσιν
11. ἡγεμονεῖν ἐῷ. Πλάτων μὲν οὖν οὕτως ἀμφοτέρους τοὺς
12. λόγους ἔμιξεν εἰς ταὐτὸ, τούς τε περὶ θυμοειδοῦς ψυχῆς
13. καὶ τοὺς περὶ τῆς καρδίας καὶ τῶν ἀπ’ αὐτῆς πεφυκότων
14. ἀγγείων. Ἱπποκράτης δ’ αὖ πάλιν οὐδ’ αὐτὸς ἀπέχεται τοῦ
15. περὶ τῆς τοιαύτης εἰπεῖν τι, μάλιστα μὲν ἐν ᾗ μικρὸν
16. πρόσθεν ἔγραψα ῥήσει, καθ’ ἣν ἐκ τοῦ σφυγμοῦ τῆς κατ’
17. ἀγκῶνα φλεβὸς ἐτεκμαίρετο περὶ τῶν τῆς ψυχῆς ἠθῶν, ἤδη
18. δὲ κᾀν τῷ θεραπεύειν ἀχροίας τε καὶ ἰσχνότητας ἐν κατεψυγμέναις
1. ἕξεσι σώματος. ἐπιτήδευσιν γάρ φησιν ὀξυθύμου
2. ἐμποιεῖν καὶ χροιῆς ἀναλήψιος ἕνεκα καὶ ἐκχυμώσιος.
3. ἐξηγεῖσθαι γοῦν σοι δόξει ταῦτα Πλάτων ἐν οἷς φησιν ἐπὶ
4. τῆς καρδίας, ἵν’, ὅτε ζέσειε τὸ τοῦ θυμοῦ μένος. οἱ δὲ
5. μετ’ αὐτὸν φιλόσοφοι καὶ ὁρισμὸν τοῦτον ἐποιήσαντο τοῦ
6. θυμοῦ, ζέσιν εἶναι φάσκοντες αὐτὸν τοῦ κατὰ τὴν καρδίαν
7. θερμοῦ. καὶ μὲν δὴ καὶ ὁπότε περὶ γενέσεως πυρετοῦ διαλεγόμενος
8. ὁ Ἱπποκράτης φησίν· αὔξεται μὲν γὰρ ψύχων
9. τοὺς πόδας ἐξαπτόμενος ὑπὸ τοῦ θώρακος, καὶ εἰς τὴν
10. κεφαλὴν ἀναπέμπων οἷα φλόγα· τῆς ἐμφύτου θερμασίας
11. ἀρχὴν οἶδε τὴν καρδίαν. ἀλλὰ γὰρ οὐ πρόκειταί μοι κατὰ
12. τήνδε τὴν πραγματείαν οὔτε ἀθροίζειν ἁπάσας τῶν ἀνδρῶν
13. τὰς ῥήσεις, οὔτ’ ἐξηγεῖσθαι, μέλλοντί γε δι’ ἑτέρων ὑπομνημάτων
14. ἰδίᾳ ποιεῖσθαι τὰς ἐξηγήσεις· ὅπερ δὲ ἐναρχόμενος
15. εἶπον, ἐπισκέψασθαί τε καὶ κρῖναι τὰ δόγματα μόνον, εἴτε
16. κατὰ πάντα ἀλλήλοις ὁμολογοῦσιν, εἴτε καὶ μή. καταπαύειν
17. ἤδη καιρὸς ἐν τῷδε καὶ τόνδε τὸν λόγον, ἀρχῆς τοῦ ἥπατος
18. ἀποδεδειγμένου καὶ φλεβῶν, καὶ αἵματος, καὶ τῆς
1. ἐπιθυμητικῆς ψυχῆς. ἐπεὶ δ’ οὐ μόνον Ἱπποκράτης
2. καὶ Πλάτων οὕτως ἐδόξαζον, ἀλλὰ καὶ τῶν ποιητῶν, οἷς
3. ὡς μάρτυσι χρῆται Χρύσιππος, οὐχ οἱ φαυλότατοι, ἔγνωκα
4. ἔτι καὶ τοῦτο προσθεῖναι τῷ λόγῳ διὰ τὴν θαυμαστὴν
5. αὐτοῦ σοφίαν, ὃς ἀποχωρῶν ἑκάστοτε τῶν ἐπιστημονικῶν
6. ἀποδείξεων ποιηταῖς καὶ μυθολογήμασι καὶ γυναιξὶν εἰς
7. πίστιν δογμάτων χρῆται, οὐ μὴν οὐδὲ αὐτὸ τοῦτ’ αἰσθανόμενος,
8. ὡς ἀντιμαρτυροῦσιν αὐτῷ καὶ τἀναντία τίθενται
9. σύμπαντες αὐτοὶ, καθάπερ ἔμπροσθεν ἔδειξα, τὸν μὲν θυμὸν
10. ἐν τῇ καρδίᾳ, τὸν λογισμὸν δ’ ἐν ἐγκεφάλῳ περιέχεσθαι
11. πεπιστευκότες. ὅτι δὲ καὶ τὸ ἐπιθυμητικὸν ἐν ἥπατι κατοικίζουσιν,
12. ἐνῆν μέν μοι καὶ τοῦτο διὰ πλειόνων πιστοῦσθαι
13. μαρτύρων, ὅπως δὲ μὴ δόξαιμι |σπουδάζειν, ἃ φεύγειν
14. παραινῶ, καὶ τρίβειν τὸν χρόνον ἀχρήστοις πράγμασιν,
15. Ὁμήρου μνημονεύσω, τὸν Τιτυὸν εἰς Ἅιδου κολαζόμενον
16. εἰσάγοντος, ἐφ’ οἷς ἀκολασταίνειν ἐπεχείρησεν εἰς
17. τὴν Λητώ·
7. οὐ τὴν καρδίαν ἢ τὸν ἐγκέφαλον ἤ τι τῶν ἄλλων μορίων
8. ἐσθιόμενον ἐποίησε τοῦ Τιτυοῦ, δι’ ἐρωτικὴν ἐπιθυμίαν
9. ἐξυβρίζειν ἐπιχειρήσαντος, ἀλλὰ τὸ ἧπαρ μόνον, εἰς τὸ τῆς
10. ὕβρεως αἴτιον σπλάγχνον κολάζεσθαι φάμενος αὐτὸν, ὥσπερ
11. ἦν εὔλογον. οὕτω γοῦν εἰώθασι καὶ νῦν ποιεῖν οἱ τοὺς
12. ἁμαρτάνοντας οἰκέτας καταδικάζοντες, τῶν μὲν ἀποδιδρασκόντων
13. τὰ σκέλη καίοντές τε καὶ κατασχάζοντες καὶ παίοντες,
14. τῶν δὲ κλεπτόντων τὰς χεῖρας, ὥσπερ γε καὶ τῶν γαστριμάργων
15. τὴν γαστέρα, καὶ τῶν φλυαρούντων τὴν γλῶτταν, ἁπλῶς δ’
16. εἰπεῖν ἐκεῖνα κολάζοντες τὰ μόρια, δι’ ὧν ἐνεργοῦσι τὰς
17. μοχθηρὰς ἐνεργείας. εἰ δ’ ἄλλην τινὰ αἰτίαν ἔχει τις εἰπεῖν
1. τῶν ἐπαινούντων τὰ Χρυσίππου, δι’ ἢν οὕτως Ὅμηρος
2. ἐποίησε κολαζόμενον τὸν Τιτυὸν, ἡδέως ἂν ἀκούσαιμι. μὴ
3. λεγόντων μέντοι μηδ’ εὑρισκόντων, εὔλογον οἶμαι πρὸ
4. Ἱπποκράτους καὶ Πλάτωνος ἐπαινεῖν Ὅμηρον οὕτω δοξάζοντα,
5. καὶ μάρτυρα τίθεσθαι καὶ αὐτὸν, ὧν ἡμεῖς δι’
6. ἀποδείξεως ἐπιστωσάμεθα.