ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΚΑΘ’ ΙΠΠΟΚΡΑΤΗΝ
ΚΑΙ ΠΛΑΤΩΝΑ ΔΟΓΜΑΤΩΝ ΒΙΒΛΙΟΝ
ΕΒΔΟΜΟΝ.
1. Οὐκ ἐγώ τοῦ μήκους τῆς πραγματείας
2. αἴτιος, ὡς καὶ πρόσθεν εἶπον, ἀλλ’ οἱ ψευδῶν λόγων ὧν
3. ἠρώτησαν ὑπὲρ ἡγεμονικῆς ψυχῆς οὐκ ὀλίγας πληρώσαντες
4. βίβλους, ἃς εἰ μὲν ἀνελέγκτους τις εἴασεν, ὥσπερ ἐγνώκειν
5. ἐγὼ τότε κατ’ ἀρχὰς, οὐκ ἂν ἐδόκει βεβαίως ἀποδεδεῖχθαι
6. τἀληθὲς, εἰ δὲ ἐξήλεγχε πάντας ἑξῆς ἐπιὼν, ὡς μηδένα
7. παραλιπεῖν, εἰς μῆκος οὐκ ἀναγκαῖον ἐκτείνεσθαι συνέβαινε
1. τὴν ὅλην πραγματείαν. ἐπειδὴ τοίνυν τῶν πρώτων ἤδη
2. ὑπομνημάτων οὐκ ὤκνουν τινὲς ἐπαινεῖν, ὡς ἀληθεῖς, οὓς
3. Χρύσιππός τε καὶ ἄλλοι τινὲς ὑπὲρ ἡγεμονικῆς ψυχῆς ἠρώτησαν
4. λόγους, ἔδοξε τοῖς ἑταίροις, οἷς μάλιστα χαριζόμενος
5. ἔγραφον ταῦτα, προσθεῖναι τὰς λύσεις αὐτῶν. ἀναγκαῖον
6. γὰρ ὂν ἢ μηκῦναι κατὰ τὴν πραγματείαν, ἢ μὴ δοκεῖν
7. ἀποδεδειχέναι τελέως ὑπὸ τριῶν ἀρχῶν διοικούμενον τὸ ζῶον,
8. αἱρετώτερον ἔδοξεν εἰς μῆκος ἐκτεῖναι. καὶ μέντοι καὶ τὸ
9. τέλος αὐτὸ τοῦ γιγνομένου δείκνυσιν ὀρθῶς ἡμᾶς ἑλομένους
10. ἅπαντας ἐλέγξαι τοὺς ἠρωτημένους λόγους. οὔτε Στωϊκὸς
11. ἔτι φιλόσοφος, οὔτε Περιπατητικὸς, οὔτε ἰατρός τις ὁμοίως
12. θρασὺς, ὡς πρόσθεν εἴρηται, ἔσται, ἀλλ’ ἔνιοί γε καὶ
13. φανερῶς ἐπὶ τὸν ἀληθῆ μετέστησαν λόγον· ἰατροὶ μὲν ἐξ
14. ἐγκεφάλου συγχωροῦντες ἐπιῤῥεῖν αἰσθήσεώς τε καὶ κινήσεως
15. δύναμιν ἅπασι τοῖς κατὰ τὸ ζῶον μέλεσι, φιλόσοφοι δὲ τὸ
16. λογιζόμενον τῆς ψυχῆς ἐνταῦθ’ ὑπάρχειν. ᾐδέσθησαν γὰρ
17. ἐναργῶς ὑπὸ τῆς ἀνατομῆς ἐλεγχθέντες θατέρου τῶν
1. λημμάτων προηγουμένως, ᾧ χρώμενοι ψευδῶς συνελογίζοντο
2. προστιθέντες αὐτῷ τὸ πρὸς ἁπάντων ὁμολογούμενον, καθ’
3. ὅ φασιν, ἔνθα τῶν νεύρων ἡ ἀρχὴ, ἐνταῦθ’ εἶναι τὸ ἡγεμονικὸν,
4. ὅπερ καὶ ἀληθές ἐστιν. ἀλλ’ ἥ γε προσληφθεῖσα
5. δεομένη μὲν ἐξ ἀνατομῆς εὑρεθῆναι, κατεψευσμένη δ’ ὑπ’
6. ἐκείνων, οἰομένων ἐκ τῆς καρδίας ὁρμᾶσθαι τὰ νεῦρα,
7. ψευδὲς εἰκότως εἰργάζετο τοῦ παντὸς λόγου τὸ συμπέρασμα,
8. καί τινές γε τῶν οὐκ ἀλήθειαν, ἀλλ’ ἅπερ ἐξ ἀρχῆς ἔθεντο
9. στεργόντων, ἐπιχειρήσαντες ἀνατρέπειν πᾶσιν ὁμολογούμενον
10. ἔμπροσθεν λῆμμα, καταγέλαστοι τελέως ἐφάνησαν. ἐδείχθη
11. γὰρ ἀπ’ αὐτῆς τοῦ ζητουμένου πράγματος τῆς οἰκείας
12. φύσεως ἢ οὐσίας, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ τὴν
13. πίστιν ἔχον ἡγεμονικὸν, ἁπάντων νοούντων καὶ λεγόντων
14. τὸ κατάρχον αἰσθήσεώς τε καὶ τῆς καθ’ ὁρμὴν κινήσεως.
15. ἐδείχθη δὲ καὶ ὡς αὐτὸς ὁ λόγος ἀρχαῖς μέν ἐστιν μόνον
16. οὐκ ἐνδόξοις, οὐ μὴν ἀλλ’ ἐπιστημονικοῖς τοῖς λήμμασι
17. κεχρημένος, ὅπερ ἴδιόν ἐστιν ἀποδεικτικῆς μεθόδου. οὐ
18. μόνον δὲ τοὺς περὶ ψυχῆς ἡγεμονικοῦ λόγους ἠρωτημένους
1. ὑπ’ αὐτῶν ἐλέγχοντες ἐμηκύναμεν, ἀλλὰ καὶ τὰ περὶ τῶν
2. παθῶν τῆς ψυχῆς ὑπὸ Χρυσίππου γεγραμμένα, τοῦτο μὲν
3. ἐν τοῖς λογικοῖς ὑπομνήμασι τρισὶ, τοῦτο δ’ ὲν τῷ θεραπευτικῷ,
4. μετὰ τοῦ καὶ δεικνύειν αὐτὸν ἑαυτῷ διαφερόμενον
5. τὸν Χρύσιππον. ἐπεμνήσθημεν δὲ καὶ τῶν Ποσειδωνίου
6. συγγραμμάτων, ἐν οἷς ἐπαινεῖ τὸν παλαιὸν λόγον, ἐλέγχων
7. τὰ Χρυσίππῳ κακῶς εἰρημένα περί τε τῶν παθῶν τῆς
8. ψυχῆς καὶ τῶν ἀρετῶν τῆς διαφορᾶς. ὥσπερ γὰρ ἀναιρεῖται
9. τὰ πάθη τῆς ψυχῆς, εἰ μόνον εἴη τὸ λογιστικὸν τῆς
10. ψυχῆς αὐτῆς, μηδενὸς μήτ’ ἐπιθυμητικοῦ μήτε θυμοειδοῦς
11. ὄντος, οὕτω καὶ τῶν ἀρετῶν πλὴν φρονήσεως αἱ
12. λοιπαὶ πᾶσαι. καίτοι κᾀνταῦθ’ εἴ τις ἐπεξέρχοιτο τῷ λόγῳ,
13. τάς τε περὶ τῆς ψυχῆς διαφορὰς τῶν ἀρετῶν ἐν τέτταρσι
14. βιβλίοις ὑπὸ Χρυσίππου γεγραμμένας βασανίζων, ὅσα τε
15. καθ’ ἓν ἄλλο διῆλθεν, ᾧ δείκνυσι ποιὰς εἶναι τὰς ἀρετὰς,
16. ἐλέγχων τὸν Ἀρίστωνος λόγον, οὐχ ἑνὸς ἢ δυοῖν, ἀλλὰ
17. τριῶν ἢ τεττάρων ἂν δεηθείη βιβλίων. ἔστι μὲν γὰρ κᾀνταῦθα
18. λόγος εἶς βραχὺς ἐπιστημονικὸς ἐλέγχων τὸν Χρύσιππον
1. οὔτε τἀληθῆ πρεσβεύοντα καὶ μηκύνοντα περιττῶς. ἀλλ’
2. οἱ μήτε παιδευθέντες ἐν ἀποδεικτικῇ μεθόδῳ, μήθ’ ὅλως
3. γνόντες, ὁποία τίς ἐστι, μόνῳ δὲ τῷ μεγέθει καὶ πλήθει
4. τῶν ὑπὸ Χρυσίππου γραφέντων βιβλίων προσέχοντες τὸν
5. νοῦν ἀληθῆ νομίζουσι πάνθ’ ὑπάρχειν αὐτά. καὶ γὰρ καὶ
6. ὄντως ἐστὶ τὰ πλεῖστα αὐτῶν ἀληθῆ, καὶ μάλιστά γε τὰ
7. κατ’ ἐκεῖνο τὸ βιβλίον, ἐν ᾧ δείκνυσι ποιὰς εἶναι τὰς
8. ἀρετάς. ἀλλ’ ὅτι τῷ μίαν ὑποθεμένῳ δύναμιν ὑπάρχειν ἐν
9. τῇ ψυχῇ, τὴν λογικήν τε καὶ κριτικὴν ὀνομαζομένην, ἀνελόντι
10. δὲ τὴν ἐπιθυμητικήν τε καὶ θυμοειδῆ, καθάπερ ὁ
11. Χρύσιππος ἀνεῖλε, μάχεται τὰ κατὰ τοῦτο τὸ βιβλίον εἰρημένα
12. ταυτὶ, μέμψαιτ’ ἄν τις αὐτῷ· τὸ μέντοι καταβάλλεσθαι
13. τὴν Ἀρίστωνος αἵρεσιν ἀληθῶς ὑπὸ τῶν γεγραμμένων
14. οὐκ ἄν τις μέμψαιτο. νομίζει γὰρ ὁ ἀνὴρ ἐκεῖνος, μίαν
15. οὖσαν τὴν ἀρετὴν ὀνόμασι πλείοσιν ὀνομάζεσθαι κατὰ τὴν
16. πρός τι σχέσιν. ὁ τοίνυν Χρύσιππος δείκνυσιν οὐκ ἐν τῇ
17. πρός τι σχέσει γενόμενον τὸ πλῆθος τῶν ἀρετῶν τε καὶ
18. κακιῶν, ἀλλ’ ἐν ταῖς οἰκείαις οὐσίαις ὑπαλλαττομέναις κατὰ
1. τὰς ποιότητας, ὡς ὁ τῶν παλαιῶν ἠβούλετο λόγος· ὅπερ
2. καὶ αὐτὸ βραχὺ παρατρέψας ὁ Χρύσιππος ἑτέραις λέξεσι
3. διῆλθε, ποιὰς εἶναι τὰς ἀρετὰς, τοῖς τ’ ἐπιχειρήμασιν οὐ
4. πρέπουσι τῷ τὸ λογικὸν εἶναι μόνον τῆς ψυχῆς τεθειμένῳ,
5. τὸ παθητικὸν δ’ ἀνῃρηκότι. πῶς οὖν ἐγὼ τοῦ μήκους τῶν
6. λόγων αἴτιος, ἐὰν ἀναγκασθῶ νῦν ἐπιδεικνύειν, ἀλλοτρίας
7. αἱρέσεως ἐπιχειρήμασι χρώμενον τὸν Χρύσιππον εἰκότως
8. καταβαλεῖν τὴν Ἀρίστωνος δόξαν; οἱ γὰρ μήτε γνόντες,
9. οἷόν τι πρᾶγμά ἐστι μέθοδος ἀποδεικτικὴ, μήτ’
10. ἀσκηθέντες ἐν αὐτῇ, μήτε ἀλήθειαν τιμῶντες, οὗτοι δικαιότεροι
11. τοῦ μήκους τῶν λόγων ἔχειν τὴν αἰτίαν. οὗτοι γάρ
12. εἰσι καὶ οἱ πρὸς ἅπασαν ἀπόδειξιν ἀεὶ λογιζόμενοι καὶ
13. στροφὰς ἀσχήμονας στρεφόμενοι χάριν τοῦ δοκεῖν ἀτελῆ
14. τὸν ὅλον ὑπάρχειν λόγον, ὅπου καὶ νῦν, ἐκ πολλοῦ γεγραμμένων
15. τῶν πρὸ τούτου βιβλίων ἔτεσί τε πολλοῖς βεβασανισμένων
16. ὑπὸ τῶν ἀρίστων ἀνδρῶν ἔκ τε τοῦ Περιπάτου
17. καὶ τῆς Στοᾶς, ἐξαίφνης τις ἀνεφάνη τῶν Περιπατητικῶν
18. ὑμένας εἶναι λέγων τοὺς ἀπὸ τῆς καρδίας εἰς ἐγκέφαλόν τε
1. καὶ μήνιγγας ἀναφερομένους, ὑφ’ ὧν ἡ ψυχικὴ δύναμις
2. ἀνακομίζεται. καὶ ταῦτ’ ἐπιχειρεῖ λέγειν ἄνθρωπος οὐδ’
3. ὅλως ἀνατομῆς ἁψάμενος. ἐπεὶ δὲ πρὸς ἡμῶν ἐδέδεικτο καὶ
4. διὰ τῶν ἔμπροσθεν, ὡς τοῖς νεύροις ἐγκέφαλος ἐπιπέμπει
5. δυνάμεις, οἷον πηγή τις ὑπάρχων αὐτὸς, οὐκ ἐκ καρδίας
6. λαμβάνων, ὡς μὲν ἔνιοι, δι’ αὐτῶν ὧν ἔφασαν νεύρων, ὡς
7. δ’ ἄλλοι, διὰ τῶν καρωτίδων ἀρτηριῶν, ἠναγκάσθημεν οὖν
8. αὖθις ἡμεῖς ἐπιδεικνύναι μήθ’ ὑμένας ἀναφερομένους ὅλως
9. ἐκ καρδίας εἰς κεφαλὴν, εἰ δὲ καί τινες τῶν κατὰ τὸν
10. τράχηλον ὑμένων ἐκ καρδίας μὴ εἶναι φάσκοιεν διατέμνοντές
11. τε πάντας αὐτοὺς, ἐκκόπτοντές τε μηδὲν τοῦ ζώου βλαπτομένου.
12. σκεπάσματα γάρ εἰσιν οἱ ὑμένες, ἔνθα περ ἂν
13. ὑπάρχωσι, μορίων, μηδεμίαν ἐνέργειαν ἢ χρείαν ἑτέραν
14. ἔχοντες, ὁποίαν ἀρτηρίαι καὶ νεῦρα καὶ φλέβες. ὥσπερ
15. οὖν ἐν τούτοις οὐκ ἐγὼ τοῦ μήκους τῶν λόγων αἴτιος,
16. ἀλλ’ ὅσοι μήτ’ ἠσκήθησαν ἐν ἀποδεικτικῇ μεθόδῳ, μήτ’
17. ἀληθείας ἐρῶσιν, οὕτω κᾀπὶ τοῦ πλήθους τῶν ἀρετῶν
1. ὁ μὲν ἐπιστημονικὸς λόγος ἐλάχιστος, οἱ δ’ ἐξ ἀμαθίας τε
2. καὶ φιλονεικίας ὁρμώμενοι πολλοί. τίς οὖν ὁ ἐπιστημονικὸς
3. λόγος; ὁ ἀπ’ αὐτῆς δηλονότι τῆς τοῦ πράγματος οὐσίας
4. ὁρμώμενος, ὡς ἐν τῇ περὶ τῆς ἀποδείξεως ἐδείχθη πραγματείᾳ.
5. χρὴ γὰρ ἄρξασθαι μὲν ἀπὸ τῆς κατὰ τὴν ἀρετὴν
6. ἐννοίας, μεταβῆναι δ’ ἐντεῦθεν ἐπὶ τὴν τῆς οὐσίας εὕρεσιν
7. ἐπισκοπούμενον, εἴτε μία τῆς κατὰ ψυχὴν ἀρετῆς, εἴτε
8. πλείους εἰσὶν αἱ οὐσίαι κατὰ τὸ κοινότατον τῶν σημαινομένων,
9. ὡς ἐν τοῖς περὶ τῆς ἀποδείξεως εἴρηται βιβλίοις,
10. ἀκουόντων ἡμῶν τοῦ τῆς οὐσίας ὀνόματος, ὅπερ ἐστὶν οἷον
11. ὕπαρξις, ὥς φασιν, ἡ βελτίστη τελειότης τῆς ἑκάστου
12. φύσεως. ἀλλ’ εἴπερ τι τοιοῦτον πρᾶγμά ἐστιν, ἡ ἀρετὴ μία
13. καθ’ ἕκαστον ὑπάρξει τῶν ὄντων. εἴπερ γὰρ τὸ βέλτιστον
14. ἓν, καὶ ἡ τελειότης ἐστὶ μία, κατὰ μὲν τὸ λογιστικὸν μέρος
15. τῆς ψυχῆς ἐπιστήμην ἀναγκαῖον εἶναι τὴν ἀρετὴν, καὶ
16. εἴπερ ἓν τοῦτό ἐστι μόνον ἐν ταῖς ψυχαῖς ἡμῶν τὸ λογιζόμενον,
17. οὐ χρὴ ζητεῖν ἀρετὰς πολλάς· εἰ δὲ καὶ τὸν θυμὸν,
18. ἀναγκαῖον ἔσται κᾀκείνου γενέσθαι τὴν ἀρετήν. οὕτω δὲ εἰ
1. καὶ τρίτον ἄλλο πρὸς τούτοις εἴη τὸ ἐπιθυμητικὸν, ἑξῆς
2. μὲν αὗται τρεῖς, ἄλλη δ’ ἐκ τῆς πρὸς ἀλλήλας αὐτῶν
3. σχέσεως γίγνεται τετάρτη. ἄρα μήτι μακρὸς ὁ λόγος οὐδαμῶς,
4. ὥσπερ οὐδ’ ἄλλος οὐδεὶς τῶν ἐπιστημονικῶν. ἀλλὰ
5. μακρὰ λέγειν ἡμᾶς ἀναγκάζουσιν οἱ ληροῦντες μακρὰ, καθάπερ
6. ἀμέλει καὶ νῦν ἀναγκαῖόν ἐστιν, εἰ καὶ μὴ τελέως μακρὰ,
7. μέτρια γοῦν ἔτι διελθεῖν ὑπὲρ τῶν τῆς ψυχῆς ἀρετῶν. εἰ
8. γὰρ, ὡς ἔμπροσθεν δέδεικται, ἕτερον μέν ἐστι τὸ λογιζόμενον,
9. ἕτερον δὲ τὸ ἐπιθυμοῦν, ἄλλο δὲ τὸ θυμούμενον,
10. ἔσται τις ἀρετὴ καθ’ ἕκαστον αὐτῶν μία. κάλει τοίνυν, εἰ
11. βούλει, τὴν μὲν ἐν τῷ λογιζομένῳ σοφίαν, ἢ φρόνησιν, ἢ
12. ἐπιστήμην, ἢ ὅ τι περ ἂν ἄλλο σοι δόξῃ, τὴν δ’ ἐν τῷ
13. θυμουμένῳ πάλιν ἀνδρείαν, ἢ ὅ τι περ ἂν ἄλλο βουληθῇς·
14. οὐ γάρ μοι μέλει τῶν ὀνομάτων, ἀλλ’ ὅτι μίαν αὐτὴν
15. ἀναγκαῖον εἶναι. κάλει δ’, εἴπερ ἐθέλεις, καὶ τὴν ἐν τῷ
16. λοιπῷ τῷ ἐπιθυμητικῷ γιγνομένην ἀρετὴν σωφροσύνην,
17. αὖθις ἡμῶν ἐπισκεπτομένων περὶ τῆς κατ’ αὐτὴν Ἀριστοτέλει
18. τε καὶ Πλάτωνι γεγενημένης διαφωνίας, οὐ μεγάλης
1. ὑπαρχούσης. ἐπεὶ δ’ ἕκαστον μόριον τῆς ὅλης ψυχῆς τὸ
2. κατὰ τὴν ἀξίαν ἑαυτοῦ κάλλος ἔχει, τὴν ψυχὴν ὅλην εἰκότως
3. ἂν εἴποις δικαίαν. ἐν μὲν οὖν τοῖς ἀλόγοις μέρεσιν
4. αὐτῆς ἕξεις τέ τινές εἰσι καὶ δυνάμεις μόνον αἱ ἀρεταὶ,
5. κατὰ δὲ τὸ λογικὸν οὐχ ἕξις μόνον ἢ δύναμίς ἐστιν, ἀλλὰ
6. καὶ ἐπιστήμη ἡ ἀρετή. μόνῳ γὰρ τούτῳ τῷ μέρει τῆς ψυχῆς
7. ἐπιστήμης μέτεστι, τὰ δὲ ἄλλα δυνάμεις μέν τινας καὶ
8. ἕξεις βελτίους τε καὶ χείρους κτᾶσθαι δύναται, μετασχεῖν
9. δ’ ἐπιστήμης ἀμήχανον αὐτοῖς, ἄχρι περ ἂν μηδὲ λόγου.
10. τὸ μὲν οὖν ἀληθὲς οὕτω βραχύ.