Galenus. De placitis Hippocratis et Platonis (De plac. Hipp. et Plat.) [n° 033 Fichtner] [GalLat]

Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Doctrines d’Hippocrate et de Platon
The Doctrines of Hippocrates and Plato (PHP)
De Lacy, 2005.
De Hippocratis et Platonis placitis, 1823, vol. 5, p. 181-805. urn:cts:greekLit:tlg0057.tlg032.verbatim-lat1
De Lacy, 2005 (eng).

De Hippocratis et Platonis placitis, 7.2, ed. Kühn, 1823, vol. 5, p. 595-600. urn:cts:greekLit:tlg0057.tlg032.1st1K-grc1:7.2

11. Μεταβῶμεν δ’ ἑξῆς ἐπὶ τὸ διημαρτημένον.
12. ἔστι γὰρ οὐδ’ αὐτὸ μακρὸν ἀνδρὶ κατὰ φύσιν ἔχοντι. νομίσας
13. γοῦν ὁ Ἀρίστων, μίαν εἶναι τῆς ψυχῆς δύναμιν, ᾗ λογιζόμεθα,
14. καὶ τὴν ἀρετὴν τῆς ψυχῆς ἔθετο μίαν, ἐπιστήμην
15. ἀγαθῶν καὶ κακῶν. ὅταν μὲν οὖν αἱρεῖσθαί τε δέη
16. τἀγαθὰ καὶ φεύγειν τὰ κακὰ, τὴν ἐπιστήμην τήνδε καλεῖ
1. σωφροσύνην· ὅταν δὲ πράττειν μὲν τἀγαθὰ, μὴ πράττειν
2. δὲ τὰ κακὰ, φρόνησιν· ἀνδρείαν δ’, ὅταν τὰ μὲν θαῤῥῇ,
3. τὰ δὲ φεύγῃ· ὅταν δὲ τὸ κατ’ ἀξίαν ἑκάστῳ νέμῃ, δικαιοσύνην.
4. ἑνὶ δὲ λόγῳ γινώσκουσα μὲν ἡ ψυχὴ χωρὶς τοῦ
5. πράττειν τἀγαθά τε καὶ κακὰ σοφία τ’ ἐστὶ καὶ ἐπιστήμη,
6. πρὸς δὲ τὰς πράξεις ἀφικνουμένη τὰς κατὰ τὸν βίον ὀνόματα
7. πλείω λαμβάνει τὰ προειρημένα, φρόνησίς τε καὶ
8. σωφροσύνη καὶ δικαιοσύνη καὶ ἀνδρεία καλουμένη. τοιαύτη μέν
9. τις ἡ Ἀρίστωνος δόξα περὶ τῶν τῆς ψυχῆς ἀρετῶν. ὅ γε μὴν
10. Χρύσιππος οὐκ οἶδ’ ὅπως ἀντιλέγειν ἐπιχειρεῖ τἀνδρὶ,
11. τὴν κοινὴν πρὸς ἑαυτὸν ὑπόθεσιν ἀκριβῶς διαφυλάττοντι.
12. καλῶς γὰρ ἅπαντα γιγνωσκόντων τε καὶ πραττόντων ἡμῶν
13. ἂν ὁ βίος διοικοῖτο κατ’ ἐπιστήμην, κακῶς δὲ καὶ ψευδῶς
14. γιγνωσκόντων τε καὶ πραττόντων κατ’ ἄγνοιαν, ὡς αὐτὸς ὁ
15. Χρύσιππος βούλεται. καὶ διὰ ταῦτα μία μὲν ἀρετὴ γίγνοιτ’
16. ἂν ἡ ἐπιστήμη, μία δ’ ὡσαύτως καὶ ἡ κακία, προσαγορευομένη
17. καὶ ἥδε ποτὲ μὲν ἄγνοια, ποτὲ δ’ ἀνεπιστημοσύνη.
18. ἐὰν οὖν τις τὸν θάνατον, ἢ τὴν πενίαν, ἢ τὴν νόσον ὡς
1. κακὰ δεδιὼς ᾖ, δέον θαῤῥεῖν, ὡς ἐπὶ ἀδιαφόροις, ἐνδείᾳ
2. μὲν ἐπιστήμης αὐτὸν τίθενται ἀγνοεῖν τἀληθὲς, ὡς ἂν
3. Ἀρίστων τε καὶ Χρύσιππος εἴποι, κακίαν δ’ ἔχει ψυχῆς,
4. ἢν ὀνομάζουσι δειλίαν· οἷς ἐναντίαν ἀρετὴν αὐτοί φασιν
5. εἶναι τὴν ἀνδρείαν ἐπιστήμην οὖσαν, ὧν χρὴ θαῤῥεῖν, ἢ μὴ
6. θαῤῥεῖν, τουτέστιν ἀγαθῶν τε καὶ κακῶν τῶν ὄντως δηλονότι
7. τοιούτων, οὐ κατὰ ψευδῆ δόξαν ὑπειλημμένων, οἷά πέρ
8. ἐστιν ὑγίεια, καὶ πλοῦτος, καὶ νόσος, καὶ πενία. τούτων
9. γὰρ οὐδὲν οὔτ’ ἀγαθὸν οὔτε κακὸν εἶναί φασιν, ἀλλ’
10. ἀδιάφορα πάντα. καὶ τοίνυν, εἰ τὸ μὲν ἡδὺ νομίσας τις
11. ἀγαθὸν, τὸ δ’ ἀνιαρὸν κακὸν, ἀκολουθῶν τῇ δόξῃ τῇδε,
12. τοῦ μὲν τὴν αἵρεσιν ποιοῖτο, τοῦ δὲ τὴν φυγὴν, ἀμαθής
13. ἐστιν οὐσίας ἀγαθοῦ, καὶ διὰ ταῦτ’ ἀκόλαστος. ἐν ἁπάσαις
14. γὰρ πράξεσιν αἱρουμένων ἡμῶν τὸ φαινόμενον ἀγαθὸν,
15. φευγόντων δὲ τὸ φαινόμενον κακὸν, ἐχόντων δὲ φύσει τὰς
16. ὁρμὰς ταύτας ἐφ’ ἑκάτερον, ἡ φιλοσοφία διδάσκουσα τὸ κατ’
17. ἀλήθειαν ἀγαθόν τε καὶ κακὸν, ἀναμαρτήτους ἐργάζεται. Χρύσιππος
1. δὲ οὐκ οἶδ’ ὅπως, ὥσπερ οἱ ἰδιῶται λόγων, τῇ διαφορᾷ
2. τῶν φωνῶν, οὐ τοῖς τυγχάνουσιν αὐταῖς πράγμασι προσέχει
3. τὸν νοῦν, ἕτερόν τι νομίζων δηλοῦσθαι καθ’ ἑκάστην τῶνδε
4. τῶν φωνῶν, αἱρετέον, ποιητέον, θαῤῥητέον ἀγαθόν.
5. ἔστι δ’ οὐχ ἕτερον, ἀλλ’ ἐν ἁπάσαις ταὐτὸν, ὅπερ ἐκ τῆς
6. ἀγαθὸν δηλοῦται. τοῦτο γάρ ἐστι μόνον, ὅπερ ἂν ἕλοιτό
7. τις, ἢ πράξειεν, ἢ θαῤῥήσειεν, ὥσπερ γε καὶ τὸ κακὸν, ὃ
8. μήτε ἂν ἕλοιτο, μήτε πράξειε, μήτε θαῤῥήσειεν, ὡς οὖν ὁ
9. λέγων, ἔχειν ἡμᾶς ὀφθαλμοὺς, οὐχ ἕτερόν τι λέγει τοῦ
10. φάσκοντος, ἔχειν ἡμᾶς ὦπας, ἢ ὄμματα, καθάπερ οὐδ’ εἰ
11. τούτων ἀποχωρήσας τῶν ὀνομάτων ἡμᾶς ἔχειν φαίη μόριον
12. ὀπτικὸν, ἢ μόριον ὁρατικὸν, ἢ ὄργανον ὁρατικὸν, οὕτως ὁ
13. λέγων, ἔχειν ἡμᾶς ἐπιστήμην ἀγαθῶν τε καὶ κακῶν, οὐχ
14. ἕτερόν τι λέγει φάσκοντος ἐπιστήμην αἱρετέων καὶ οὐχ
15. αἱρετέων, ἢ ποιητέων καὶ οὐ ποιητέων, ἢ θαῤῥαλέων καὶ
16. οὐ θαῤῥαλέων ἔχειν ἡμᾶς. ἁπάσαις γὰρ ταύταις ταῖς
17. λέξεσιν ἀγαθὸν καὶ κακὸν λέγει καὶ κατ’ αὐτὸν τὸν
1. Χρύσιππον, εἴ γε δὴ τὸ ἀγαθὸν αὐτὸ μόνον ἐστὶν αἱρετέον,
2. καὶ ποιητέον, καὶ θαῤῥητέον. ὥστε τὴν τῶν ἀγαθῶν
3. ἐπιστήμην ἐν διαφόροις ὕλαις ἢ πράξεσιν ἐργαζομένην
4. ὀνόματα πλείω λαμβάνειν, ἕκαστον ἐν τῷ πρός τι κατὰ
5. τὴν ὕλην ἢ τὴν πρᾶξιν ὑφιστάμενον. ὥσπερ οὖν τὸν περὶ
6. τῆς ψυχῆς ἡμῶν μερῶν λόγον ὁ Πλάτων ἑνὶ λόγῳ βραχεῖ
7. περιέλαβεν ἐπιστημονικῷ κατὰ τὸ τέταρτον τῆς Πολιτείας,
8. οὕτω καὶ περὶ τῶν ἀρετῶν αὐτῆς ἐφεξῆς ἐδίδαξε διὰ βραχέων.
9. ἐν δέ γε τῷ Λάχητι παρέγραψεν· εἴ τις ἐπιστήμας εἶναι
10. νομίζει τὰς ἀρετὰς, οὐ πολλαὶ γίνοιντ’ ἂν, ἀλλὰ καὶ μία
11. γνῶσις ἀγαθῶν τε καὶ κακῶν. οὐκοῦν οὔτε Πλάτων οὔτ’
12. ἐγὼ πολυλογίας αἴτιος, καθάπερ οὐδ’ Ἀρίστων, ἀλλ’ ὁ
13. μακροὺς μὲν ἀποτείνων λόγους ἐκ λημμάτων ἀρχομένους
14. ἤτοι διαλεκτικῶν μόνον, οὐ μὴν ἐπιστημονικῶν, ἢ οὐδὲ
15. τοιούτων, ἀλλ’ ἤτοι ῥητορικῶν, ἢ σοφιστικῶν. ἐπιδέδεικται
16. δέ μοι τοῦτο κατὰ τὸ δεύτερον ὑπόμνημα τῆσδε τῆς πραγματείας,
17. δεικνύντι τὴν διαφορὰν τῶν λημμάτων, ὅπερ οὐ τοῦ
18. προκειμένου ἐστὶ σκέμματος. οὕτως οὖν κᾀν τοῖς περὶ τῆς
1. τῶν ἀρετῶν διαφορᾶς ὁ Χρύσιππος ἀποχωρῶν τῶν ἐπιστημονικῶν
2. καὶ ἀποδεικτικῶν λημμάτων ἐν τοῖς ὑπολοίποις
3. ἀλᾶται τρισὶ γένεσιν, ὡς ἔν γε τῷ ποιὰς εἶναι τὰς ἀρετὰς
4. ἐπιστημονικῶν μᾶλλον ἅπτεται, καταβαλλόντων μὲν ὄντως
5. τὸν Ἀρίστωνος λόγον, οὐ μὴν τῇ γε οἰκείᾳ πρεπόντων
6. ὑποθέσει.

Cliquer un n° de page pour en afficher l’image