Galenus. De placitis Hippocratis et Platonis (De plac. Hipp. et Plat.) [n° 033 Fichtner] [GalLat]

Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Doctrines d’Hippocrate et de Platon
The Doctrines of Hippocrates and Plato (PHP)
De Lacy, 2005.
De Hippocratis et Platonis placitis, 1823, vol. 5, p. 181-805. urn:cts:greekLit:tlg0057.tlg032.verbatim-lat1
De Lacy, 2005 (eng).

De Hippocratis et Platonis placitis, 7.3, ed. Kühn, 1823, vol. 5, p. 600-611. urn:cts:greekLit:tlg0057.tlg032.1st1K-grc1:7.3

7. Διὰ τοὺς ἀγανακτοῦντας οὖν ἐπὶ τῷ μήκει
8. τῆς ἐνεστώσης πραγματείας ἑτέρωθι μὲν ἰδίᾳ περὶ τῆς τῶν
9. ἀρετῶν διαφορᾶς αὖθις ἔγνωκα ποιήσασθαι τὸν λόγον, ἐν
10. δὲ τῷ παρόντι διὰ τοὺς φιλομαθεῖς ἐπείγοντάς με τὰ λείποντα
11. προσθεῖναι τοῖς ἐνεστῶσιν ἐπὶ τὰ συνεχῆ τοῖς εἰρημένοις
12. ἀφίξομαι. δέδεικται μὲν γὰρ, ὡς ἡ τοῦ γεγεννημένου
13. ζώου διοίκησις ὑπὸ τριῶν ἀρχῶν γίνεται, μιᾶς μὲν τῆς ἐν
14. τῇ κεφαλῇ κατῳκισμένης, ἧς ἔργα καθ’ ἑαυτὴν μὲν ἥ τε
15. φαντασία, καὶ μνήμη, καὶ νόησις, καὶ διανόησις, ἐν δὲ
16. τῷ πρός τι τῆς τ’ αἰσθήσεως ἡγεῖσθαι τοῖς
17. αἰσθανομένοις τοῦ ζώου μέρεσι καὶ τῆς κινήσεως τοῖς
18. κινουμένοις καθ’ ὁρμὴν, ἑτέρας δὲ τῆς ἐν τῇ καρδίᾳ καθιδρυμένης,
1. ἧς ἔργα καθ’ ἑαυτὴν μὲν ὁ τόνος ἐστὶ τῆς ψυχῆς,
2. καὶ τὸ μόνιμον ἐν οἷς ἂν ὁ λογισμὸς κελεύσῃ, καὶ τὸ
3. ἀήττητον, κατὰ πάθος δὲ οἷον ζέσις τῆς ἐμφύτου θερμασίας΄,
4. ποθούσης τιμωρήσασθαι τῆς ψυχῆς τηνικαῦτα τὸν
5. ἀδικεῖν δόξαντα, καὶ καλεῖται τὸ τοιοῦτον θυμὸς, ἐν δὲ
6. τῷ πρός τι θερμασίας ἀρχὴ τῆς κατὰ μέρος εἶναι μορίοις
7. ἀρτηρίαις τε κινήσεως σφυγμικῆς, τῆς δ’ ὑπολοίπου δυνάμεως
8. ἐν ἥπατι καθιδρυμένης ἔργα τὰ περὶ τὴν θρέψιν
9. ἅπαντα κατὰ τὸ ζῶον, ὧν μέγιστον μέρος ἡμῖν τε καὶ
10. πᾶσι τοῖς ἐναίμοις ζώοις ἐστὶν ἡ τοῦ αἵματος γένεσις. τῆς
11. δ’ αὐτῆς ταύτης δυνάμεως καὶ ἡ τῶν ἡδέων ἐστὶν ἀπόλαυσις,
12. ἐν ᾗ σφοδρότερον τοῦ δέοντος κινουμένη τήν τ’
13. ἀκρασίαν καὶ τὴν ἀκολασίαν ἐργάζεται. ἡ μὲν οὖν ἀπόδειξις
14. ἡ δεικνῦσα, τὴν τῶν νεύρων ἀρχὴν εἶναι κατὰ τὴν
15. κεφαλὴν, εὐθὺς ἔχει καὶ τὸ μέρος αὐτῆς συνενδεικνύμενον.
16. ὄντων γὰρ τοῦ λόγου δυοῖν λημμάτων, ἑνὸς μὲν κατὰ τὴν
17. τοῦ προβλήματος ἔννοιαν, ἢ οὐσίαν, ἢ φύσιν, ἢ ὅπως ἂν
18. ἐθέλῃς ὀνομάζειν, ἑτέρου δὲ φαινομένου διὰ τῆς ἀνατομῆς,
1. τούτῳ τῷ φαινομένῳ μετ’ ἀκριβείας γιγνωσκομένῳ συνδιαγιγνώσκεται
2. τῆς κεφαλῆς τὸ μέρος, ὅθεν ἡ ἀρχὴ τῶν νεύρων
3. ἐστὶν, οὐχ αἱ μήνιγγες, ἀλλ’ ἐγκέφαλος. ἕκαστον γὰρ τῶν
4. ἀποφυομένων νεύρων τριπλοῦν τὴν οὐσίαν ἐστὶ, τὸ μέσον
5. μὲν τοῦ αὐτοῦ, καὶ διὰ βάθους, ὅπερ ἀνάλογόν ἐστι τῇ
6. τῶν δένδρων ἐντεριώνῃ, τὴν ἀρχὴν τῆς γενέσεως ἔχον ἐξ
7. ἐγκεφάλου, περιεχόμενον δ’ ἐν κύκλῳ πρώτῃ μὲν τῇ τῆς
8. λεπτῆς μήνιγγος ἀποφύσει, δευτέρᾳ δὲ τῇ τῆς παχείας.
9. Ἐρασίστρατος δ’, ἄχρι πολλοῦ τὴν ἔξωθεν μοῖραν ὁρῶν μόνην
10. τοῦ νεύρου τὴν ἀπὸ τῆς παχείας μήνιγγος ὁρμωμένην, |ἀπ’
11. ἐκείνης ᾤετο πεφυκέναι σύμπαν τὸ νεῦρον, καὶ μεστά γε τὰ
12. πλεῖστα τούτου τῶν συγγραμμάτων ἐστὶν ἀπὸ τῆς περιεχούσης
13. τὸν ἐγκέφαλον μήνιγγος πεφυκέναι φάσκοντος τὰ νεῦρα.
14. ἀλλ’ ὅτε πρεσβύτης ὢν ἤδη καὶ σχολὴν ἄγων μόνοις τοῖς
15. τῆς τέχνης θεωρήμασιν ἀκριβεστέρας ἐποιεῖτο τὰς ἀνατομὰς,
16. ἔγνω καὶ τὴν οἷον ἐντεριώνην τῶν νεύρων ἀπ’ ἐγκεφάλου
17. πεφυκυῖαν. ἔχει δὲ ἡ ῥῆσις αὐτοῦ τόνδε τὸν τρόπον.
18. ἐθεωροῦμεν δὲ καὶ τὴν φύσιν τοῦ ἐγκεφάλου, καὶ ἦν ὁ μὲν
1. ἐγκέφαλος διμερὴς, καθάπερ καὶ τῶν λοιπῶν ζώων, καὶ
2. κοιλίαν παρὰ |τῷ μήκει τῷ εἴδει κειμένην, συντέτρηντο δ’
3. αὗται εἰς μίαν κατὰ τὴν συναφὴν τῶν μερῶν, ἐκ δὲ ταύτης
4. ἔφερεν εἰς τὴν ἐπεγκρανίδα καλουμένην, καὶ ἐκεῖ ἑτέρα ἦν
5. μικρὰ κοιλία, διεπέφρακτο δὲ ταῖς μήνιγξιν ἕκαστον τῶν
6. μερῶν. ἥ τε γὰρ ἐπεγκρανὶς διεπέφρακτο αὐτὴ καθ’ ἑαυτὴν,
7. καὶ ὁ ἐγκέφαλος παραπλήσιος ὢν νήστει καὶ πολύπλοκος,
8. πολὺ δ’ ἔτι μᾶλλον τούτου ἡ ἐπεγκρανὶς πολλοῖς ἑλιγμοῖς
9. καὶ ποικίλοις κατεσκεύαστο. ὥστε μαθεῖν τούτων τὸν θεωροῦντα,
10. ὅτι, ὥσπερ ἐπὶ τῶν λοιπῶν ζώων, ἐλάφου τε καὶ
11. λαγωοῦ, καὶ εἴ τι ἄλλο κατὰ τὸ τρέχειν πολύ τι τῶν λοιπῶν
12. ζώων ὑπεραίρει τοῖς πρὸς ταῦτα χρησίμοις, εὖ κατεσκευασμένοις
13. μυσί τε καὶ νεύροις, οὕτω καὶ ἄνθρωπος, ἐπειδὴ τῶν
14. λοιπῶν ζώων πολὺ τῷ διανοεῖσθαι περίεστι, πολὺ τοῦτ’
15. ἔστι πολύπλοκον, ἦσαν δὲ καὶ ἀποφύσεις τῶν νεύρων πᾶσαι
16. ἀπὸ τοῦ ἐγκεφάλου, καὶ καθ’ ὅλον εἰπεῖν ἀρχὴ φαίνεται
17. εἶναι τῶν κατὰ τὸ σῶμα ὁ ἐγκέφαλος. ἥ τε γὰρ ἀπὸ τῶν
1. ῥινῶν γιγνομένη αἴσθησις συντέτρητο ἐπὶ τοῦτον καὶ ἀπὸ
2. τῶν ὤτων. ἐφέροντο δὲ καὶ ἐπὶ τὴν γλῶσσαν καὶ ἐπὶ
3. τοὺς ὀφθαλμοὺς ἀποφύσεις ἀπὸ τοὺ ἐγκεφάλου. ἐνταῦθα ὁ
4. Ἐρασίστρατος ὁμολογεῖ καὶ πρότερον ἀγνοούμενον ἑαυτῷ
5. σαφῶς ἑωρακέναι τηνικαῦτα, τῶν νεύρων ἕκαστον ἐξ
6. ἐγκεφάλου φυόμενον. ἀκριβῶς δὲ καὶ περὶ τῶν τεττάρων
7. αὐτοῦ κοιλιῶν ἔγραψεν, ἃς οὐδ’ αὐτὸς ἔτει τῷ πρότερον
8. εἶδεν. εἰ δὲ κᾀπὶ τῶν ζώντων ζώων ἐπεποίητο τὴν πεῖραν,
9. ἣν ἡμεῖς οὐχ ἅπαξ οὐδὲ δὶς, ἀλλὰ πάνυ πολλάκις ἐποιησάμεθα,
10. βεβαίως ἂν ἔγνω τὴν μὲν σκληρὰν καὶ παχεῖαν
11. μήνιγγα σκέπης ἕνεκεν γεγενημένην ἐγκεφάλου, τὴν δὲ μαλακὴν
12. καὶ λεπτὴν καὶ τούτου μὲν αὐτοῦ χάριν, ἔτι δὲ μᾶλλον
13. ὑπὲρ τοῦ συνδεῖν ἅπαντα τὰ κατὰ τὸν ἐγκέφαλον ἀγγεῖα,
14. τὰς ἀρτηρίας καὶ τὰς φλέβας. τίνα δέ ἐστιν, ἃ χρῆναί
15. φημι τεθεᾶσθαι κατὰ τὰς ἀνατομὰς εἰς τὴν τῶν τοιούτων
16. δογμάτων εὕρεσιν, ἐπὶ πλέον μὲν ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσι
17. λέγεται, μνημονεύσω δὲ καὶ νῦν αὐτῶν τοσούτου
18. μέρους, ὅσον εἰς τὰ παρόντα μάλιστ’ ἐστὶ χρήσιμον.
1. ἐκκοπέντος τοῦ τῆς κεφαλῆς ὀστοῦ, ζῶντος ἔτι τοῦ ζώου,
2. καὶ γυμνῆς τῆς παχείας μήνιγγος γενομένης, ἐὰν ἑκατέρωθεν
3. τῆς μέσης εὐθείας, καθ’ ἣν ἐγκαταβαίνει τῷ ἐγκεφάλῳ διπλουμένη,
4. δι’ ἀγκίστρων ἀνατείνας αὐτὴν, ἢ τέμῃς μόνην,
5. ἢ ἐκτέμῃς ὅλην, οὔτ’ ἀναίσθητον, οὔτ’ ἀκίνητον γίγνεται τὸ
6. ζῶον, ὥσπερ οὐδ’ εἰ τὸ σκέπον αὐτῆς μέρος ὅλον τὸν
7. ὄπισθεν ἐγκέφαλον ἢ τέμνεις μόνον, ἢ ἐκτέμνεις. οὐ μὴν
8. οὐδ’ εἰ τὸν ἐγκέφαλον αὐτὸν ὁπωσοῦν ἐκτέμνοις, οὐδ’ οὕτως
9. τὸ ζῶον ἀκίνητον ἢ ἀναίσθητον γίγνεται, πρὶν ἐπί τινα
10. τῶν κοιλιῶν αὐτοῦ τὴν τομὴν ἐξικέσθαι. μάλιστα μὲν οὖν
11. ἡ ὀπίσω βλάπτει τὸ ζῶον, ἐφεξῆς δὲ ἡ μέση. τῶν προσθίων
12. δὲ ἑκατέρα βραχυτέραν ἐργάζεται τὴν βλάβην, καὶ
13. μᾶλλον μὲν ἐπὶ τῶν πρεσβυτέρων ζώων, ἧττον δ’ ἐπὶ τῶν
14. νέων. τὰ δ’ αὐτὰ ταῖς εἰς τὰς κοιλίας τομαῖς αἱ κατ’ αὐτῶν
15. ἐργάζονται θλίψεις, ἃς οὐδ’ ἐπιτηδευόντων, ἀλλὰ καὶ πάνυ
16. φυλαττομένων ὁρῶμεν ἐνίοτε γιγνομένας ἐπὶ τῶν ἀνατιτρωμένων
17. ἀνθρώπων, ὅταν τὰ τῆς κεφαλῆς ὀστᾶ καταγῶσιν.
18. ἐκ τούτων οὖν τῶν φαινομένων ἴσως ἄν τις ὑπονοήσειε, τὸ
1. κατὰ τὰς κοιλίας τοῦ ἐγκεφάλου πνεῦμα δυοῖν θάτερον, εἰ
2. μὲν ἀσώματός ἐστιν ἡ ψυχὴ, τὸ πρῶτον αὐτῆς ὑπάρχειν, ὡς
3. ἂν εἴποι τις, οἰκητήριον, εἰ δὲ σῶμα, τοῦτ’ αὐτὸ πνεῦμα
4. τὴν ψυχὴν εἶναι. ἀλλ’ ὅταν γε, συναχθεισῶν τῶν κοιλιῶν,
5. ὀλίγον ὕστερον αὖθις αἰσθάνηται καὶ κινῆται τὸ ζῶον, οὐκ
6. ἔθ’ οἷόν τε φάναι, τῶν εἰρημένων ὑπάρχειν τουτὶ τὸ πνεῦμα.
7. βέλτιον οὖν ὑπολαβεῖν, ἐν αὐτῷ μὲν τῷ σώματι|τοῦ ἐγκεφάλου
8. τὴν ψυχὴν οἰκεῖν, ἥτις ποτ’ ἂν ᾖ κατὰ τὴν οὐσίαν·
9. οὔπω γὰρ περὶ τούτου σκέψις ἥκει· τὸ πρῶτον δ’ αὐτῆς
10. ὄργανον εἴς τε τὰς αἰσθήσεις ἁπάσας τοῦ ζώου καὶ
11. προσέτι τὰς καθ’ ὁρμὴν κινήσεις τοῦτ’ εἶναι τὸ πνεῦμα,
12. διὸ καὶ κενωθὲν, ἄχρις ἂν αὖθις ἀθροισθῇ, τὴν μὲν ζωὴν
13. οὐκ ἀφαιρεῖσθαι τὸ ζῶον, ἀναίσθητον δὲ καὶ ἀκίνητον
14. ἐργάζεσθαι. καίτοι γε, εἴπερ ἦν αὐτὸ ἡ τῆς ψυχῆς οὐσία,
15. συνδιεφθείρετ’ ἂν αὐτῷ κενουμένῳ παραχρῆμα τὸ ζῶον.
16. εὔλογον οὖν γεννᾶσθαι μὲν τουτὶ τὸ πνεῦμα κατὰ τὰς κοιλίας
17. τοῦ ἐγκεφάλου, καὶ διὰ τοῦτο ἐκεῖσε τελευτᾷν ἀρτηριῶν τε
18. καὶ φλεβῶν οὐκ ὀλίγον πλῆθος, ἐξ οὗ τὰ καλούμενα χοροειδῆ
1. πλέγματα γέγονεν, ὄργανον δ’, ὡς ἔφην, εἶναι τὸ
2. πρῶτον αὐτὸ τῆς ψυχῆς. ἔτι δ’ ἂν μᾶλλον ἐλπίσαις γίγνεσθαι
3. τὸ πνεῦμα τοῦτο, τῶν ἀγγείων ἀναπνεόντων αὐτὸ, καὶ
4. μάλιστα τῶν ἀρτηριῶν, εἰς τὰς κοιλίας τοῦ ἐγκεφάλου, τό
5. δικτυοειδὲς ἰδὼν πλέγμα γιγνόμενον ἐκ τῶν ἐρχομένων εἰς
6. τὴν κεφαλὴν ἀρτηριῶν, ὅταν πρῶτον ὑπερβᾶσαι τὸ κρανίον
7. ἐντὸς αὐτοῦ γένωνται κατὰ τὴν καλουμένην ἐγκεφάλου βάσιν.
8. ἐνταῦθα γὰρ οὐκ ὀλίγην χώραν ἡ φύσις οἷον θαλάμην
9. τινὰ τῷ δικτυοειδεῖ τῷδε παρεσκεύασε πλέγματι περιεχομένην
10. ὑπὸ τῆς παχείας μήνιγγος, εἰς ἣν χώραν ἀπὸ τῶν καρωτίδων
11. ὀνομαζομένων ἀρτηριῶν οὐ σμικρά τις ἀφικνουμένη
12. μοῖρα, καθ’ ἑκάτερον μέρος ἓν ἀγγεῖον, εἶτα κατασχιζόμεναι
13. πολυειδῶς οὐχ ἁπλοῦν ἐργάζονται καὶ τὸ δίκτυον,
14. ἀλλ’ ἐπ’ ἀλλήλοις κείμενα πολλὰ μετὰ τοῦ συνῆφθαί τε καὶ
15. συμπεφυκέναι πάντα. καὶ πάλιν γε κατὰ τοῦ πλέγματος
16. τοῦδε τηλικούτου ζεύγους ἀρτηριῶν ἐκφυομένου, ἡλίκον ἐξ
17. ἀρχῆς ἦν τὸ παρὰ τῶν καρωτίδων ἧκον, εἰς τὸν ἐγκέφαλον
18. ἀναφέρεται τά τ’ ἄλλα μέρη διαπλέκον αὐτοῦ παμπόλλαις
19. ἀπονεμήσεσι καὶ τὰ κατὰ τὰς κοιλίας ἐργαζόμενα πλέγματα.
1. τὸ μὲν οὖν κατὰ τὰς ἀρτηρίας πνεῦμα ζωτικόν ἐστί τε
2. καὶ προσαγορεύεται, τὸ δὲ κατὰ τὸν ἐγκέφαλον ψυχικὸν,
3. οὐχ ὡς οὐσία ψυχῆς ὑπάρχον, ἀλλ’ ὡς ὄργανον πρῶτον
4. αὐτῆς οἰκούσης κατὰ τὸν ἐγκέφαλον, ὁποία τις ἂν ᾖ τὴν
5. οὐσίαν. ὥσπερ δὲ τὸ ζωτικὸν πνεῦμα κατὰ τὰς ἀρτηρίας τε
6. καὶ τὴν καρδίαν γεννᾶται, τὴν ὕλην ἔχον τῆς γενέσεως ἔκ τε
7. τῆς εἰσπνοῆς καὶ τῆς τῶν χυμῶν ἀναθυμιάσεως, οὕτω τὸ
8. ψυχικὸν ἐκ τοῦ ζωτικοῦ κατεργασθέντος ἐπὶ πλέον ἔχει
9. τὴν γένεσιν. ἐχρῆν γὰρ δήπου μᾶλλον ἁπάντων αὐτὸ μεταβολῆς
10. ἀκριβοῦς τυχεῖν. εἴπερ οὖν τό τε σπέρμα καὶ τὸ
11. γάλα, καίτοι γ’ ἀπολειπόμενα τῇ δυνάμει τοῦ ψυχικοῦ
12. πνεύματος, ὅμως ἡ φύσις ἀκριβῶς κατεργάζεσθαι δεομένη
13. πολυχρόνιον αὐτοῖς ἐμηχανήσατο τὴν ἐν τοῖς πεπτικοῖς ὀργάνοις
14. διατριβὴν, καὶ διὰ τοῦτο τῷ μὲν σπέρματι τὴν πρὸ
15. τῶν ὄρχεων ἕλικα παρεσκεύασε, τῷ δὲ γάλακτι τὸ μῆκος
16. τῶν εἰς τοὺς τιτθοὺς ἰόντων ἀγγείων, εἰκότως καὶ κατὰ τὸν
17. ἐγκέφαλον ἐκ τοῦ ζωτικοῦ πνεύματος ἐργαζομένη τὸ ψυχικὸν
18. οἷον λαβύρινθόν τινα ποικίλον ἐδημιούργησε πλησίον
1. ἐγκεφάλου τὸ δικτυοειδὲς πλέγμα. τοῦτό τε οὖν αὐτὸ, τῆς
2. κατασκευῆς τῶν μορίων ἐνδειξαμένης, ἐδιδάχθημεν, ὅτι τε
3. τὸ ψυχικὸν πνεῦμα μήτ’ οὐσία ψυχῆς ἐστι μήτε οἶκος
4. αὐτῆς, ἀλλ’ ὄργανον πρῶτον, ἐκ τοῦ κενωθέντος αὐτοῦ κατὰ
5. τὰς τρώσεις αὐτίκα μὲν οἷόν περ νεκρὸν γίγνεσθαι τὸ ζῶον,
6. ἀθροισθέντος δὲ αὖθις ἀναβιώσκεσθαι. καὶ πάνθ’ ἁπλῶς,
7. ὅσα περ εἴρηταί τε καὶ μέλλει λεχθήσεσθαι, τὰ μὲν ἐκ τῆς
8. τῶν μορίων κατασκευῆς, τὰ δὲ ἐκ τῶν ἑπομένων συμπτωμάτων
9. ἐπὶ ταῖς τομαῖς ἢ θλίψεσιν ἔχει τὴν εὕρεσιν. αὐτίκα
10. γέ τοι τῶν κατὰ τὸν ἐγκέφαλον πόρων οἱ μὲν διὰ τῆς
11. καλουμένης χώνης εἰς ὑπερῴαν καθήκουσιν, οἱ δ’ εἰς τὴν
12. ἀρχὴν τῆς ῥινὸς τελευτῶσιν, οἱ δ’ ἐν τοῖς ὀπτικοῖς φαίνονται
13. νεύροις. καί τις ἄλλος εἰς γῆς ἐμβάλλει τῇ πρώτῃ
14. γενέσει τοῦ νωτιαίου, καθ’ ὃ μέρος μάλιστα τῆς παχείας
15. μήνιγγος τρωθείσης ὁ πόρος ὅλος γίγνεται γυμνὸς ἅμα τῷ
16. πέρατι τῆς ὄπισθεν ἐγκεφάλου κοιλίας, ὅπερ οὐχ ἥκιστα τὸν
17. Ἐρασίστρατον ἠπάτησεν, ὡς οἰηθῆναι, διὰ τὴν τῆς μήνιγγος
18. τρῶσιν ἀκίνητον αὐτίκα γίγνεσθαι τὸ ζῶον. ἑώρα γὰρ ἐπὶ
1. τῶν κατὰ τὸν πρῶτον σπόνδυλον τιτρωσκομένων βοῶν ἅμα
2. τῷ διαιρεθῆναι τὴν μήνιγγα ἀκίνητον αὐτίκα τὸ ζῶον γινόμενον.
3. ἀλλ’ οὐ τῷ πάθει τῆς μήνιγγος, ἀλλὰ τῷ γυμνοῦσθαι
4. τὴν ὀπίσω κοιλίαν γίγνεται τοῦτο. δῆλον δ’ ἐστὶν ἐκ
5. τοῦ κατὰ πάντα τἄλλα μέρη τὴν μήνιγγα μηδὲν τοιοῦτον
6. τιτρωσκομένην ἐργάζεσθαι. περὶ μὲν οὖν τῆς ὅλης φύσεως
7. ἐγκεφάλου δι’ ἑτέρων λέγεται πραγματειῶν, τὰ μὲν ἐξ ἀνατομῆς
8. φαινόμενα κατὰ τὴν τῶν ἀνατομικῶν ἐγχειρήσεων,
9. ἡ δὲ χρεία τῆς κατασκευῆς ἑκάστου τῶν μελῶν ἐν τῇ περὶ
10. χρείας μορίων εἴρηται, οὐκ ὀλίγα δὲ κᾀν τοῖς περὶ τῆς
11. Ἱπποκράτους ἀνατομῆς ὑπομνήμασιν. ἐν δὲ τῷ παρόντι τὰ
12. χρήσιμα μόνα πρὸς τὰ προκείμενα διέρχομαι. τῶν γάρ τοι
13. νεύρων ἐκπεφυκότων ἐγκεφάλου τε καὶ τῶν περικειμένων
14. αὐτῷ μηνίγγων, διὰ μὲν τῆς κατὰ τὸν ἐγκέφαλον
15. ἀποφύσεως ἥ τ’ αἴσθησις ἅπασι τοῖς μέλεσι καὶ ἡ κίνησις
16. χορηγεῖται, ὃ δ’ ἑκατέρας τῶν μηνίγγων ἐστὶν ἀποβλάστημα,
17. τὴν αὐτὴν χρείαν παρέχει τοῖς νεύροις, ἥν περ ἐγκεφάλῳ
18. παρεῖχον ἐκεῖναι. διὸ, κᾂν ἄμφω περιέλῃς, οὐδὲν
1. βλάπτεται τὸ μόριον, εἰς ὃ τὸ νεῦρον ἀφικνεῖται, καθάπερ
2. οὐδ’ εἰ τὸν ἐγκέφαλον αὐτὸν ἀφέλοιο τὰς ἔξωθεν μήνιγγας.
3. οὐδὲν γὰρ οὐδ’ ἐπὶ ταύταις βλάπτεται τὸ ζῶον ἔν γε τῷ
4. παραυτίκα χρόνῳ. ὕστερον δ’ εἰ κατὰ συμπάθειαν ἕπεται
5. κίνδυνος, οὐδὲν τοῦτο ἐστὶ πρὸς τὸ ζητούμενον.

Cliquer un n° de page pour en afficher l’image