Galenus. De placitis Hippocratis et Platonis (De plac. Hipp. et Plat.) [n° 033 Fichtner] [GalLat]

Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Doctrines d’Hippocrate et de Platon
The Doctrines of Hippocrates and Plato (PHP)
De Lacy, 2005.
De Hippocratis et Platonis placitis, 1823, vol. 5, p. 181-805. urn:cts:greekLit:tlg0057.tlg032.verbatim-lat1
De Lacy, 2005 (eng).

De Hippocratis et Platonis placitis, 7.4, ed. Kühn, 1823, vol. 5, p. 611-617. urn:cts:greekLit:tlg0057.tlg032.1st1K-grc1:7.4

6. Πότερον οὖν, ὥσπερ ἐπὶ τῶν κοιλιῶν τοῦ
7. ἐγκεφάλου κενωθέντος τοῦ πνεύματος ὅλον τὸ ζῶον ἀναίσθητον
8. ἐγίνετο, καὶ διὰ τοῦτ’ ἔφαμεν αὐτὸ χρήσιμον
9. ὑπάρχειν εἰς τὰς τῶν μορίων αἰσθήσεις τε καὶ κινήσεις,
10. οὕτως ἡγητέον ἐστὶ, καὶ καθ’ ἕκαστον νεῦρον εἶναί τι
11. πνεῦμα, καὶ πότερον ἐγχώριόν τέ τι καὶ σύμφυτον αὐτοῖς
12. εἶναι τοῦτο τὸ πληττόμενον ὑπὸ τοῦ παρὰ τῆς ἀρχῆς ἥκοντος
13. ὥσπερ ἀγγέλου τινὸς, ἢ σύμφυτον μέν ἐστιν αὐτοῖς
14. οὐδὲν, ἐπιῤῥεῖ δ’ ἐξ ἐγκεφάλου κατ’ ἐκεῖνον τὸν καιρὸν, ἐν
15. ᾧ κινῆσαι προαιρούμεθα τὸ μέρος, ἐγὼ μὲν οὐκ ἔχω προχείρως
16. ἀποφῄνασθαι, προκείσθω δ’ ἐν κοινῷ σκοπεῖσθαι
17. καὶ ταῦτα μὲν ἄμφω τὰ νῦν εἰρημένα, καὶ πρὸς τοῖσδε
18. τρίτον ἡ κατὰ ποιότητα τῶν συνεχῶν ἀλλοίωσις, ὅπερ
1. αἰνίττεσθαί μοι δοκοῦσιν οἱ κατὰ δύναμιν ἐπιῤῥεῖν τινα
2. χωρὶς οὐσίας φάσκοντες. αἱ γὰρ κατ’ ἀλλοίωσιν εἰς τὰ
3. συνεχῆ σώματα διαδόσεις τῶν ποιοτήτων ἐπιῤῥοαὶ δυνάμεως
4. ὑπ’ αὐτῶν λέγονται, καθάπερ, ὅταν ἐπὶ τοῦ περιέχοντος
5. ἀέρος ἐκ τῆς ἡλιακῆς αὐγῆς ὁρμηθεῖσά τις ποιότης εἰς
6. ἅπαν αὐτοῦ μέρος ἀφικνῆται, διάδοσις αὐτῆς τῆς οὐσίας
7. τοῦ ἡλίου μενούσης κατὰ χώραν. ἐπιδέδεικται γὰρ ἡμῖν
8. τοῦτο κατὰ τὴν περὶ τῆς ἀποδείξεως πραγματείαν. οὔκουν
9. οἷόν τε προχείρως ἀποφῄνασθαι, πότερον οὕτως ἐξ ἐγκεφάλου
10. δύναμις ἐπιῤῥεῖ τοῖς μέλεσι διὰ νεύρων, ἢ τῆς τοῦ
11. πνεύματος οὐσίας παραγινομένης ἄχρι τῶν αἰσθανομένων
12. καὶ κινουμένων μορίων, ἢ μέχρι τινὸς ἐμπιπτούσης τοῖς
13. νεύροις, ὡς ἀλλοιῶσαι σφοδρῶς αὐτὰ, κᾄπειθ’ οὕτως τῆς
14. ἀλλοιώσεως ἄχρι τῶν κινουμένων μελῶν διαδιδομένης. τοιοῦτον
15. γοῦν τι καὶ κατὰ τὴν ὀπτικὴν αἴσθησιν ἐν τοῖς περὶ
16. τῆς ἀποδείξεως ἐδείχθη γιγνόμενον. ὅτι γὰρ ἐπ’ ἐκείνων
17. τῶν νεύρων αὐγοειδὲς φέρεται πνεῦμα, τρήματα ἐχόντων
18. σαφῆ κατά τε τὴν ἄνωθεν ἀρχὴν καὶ τὴν εἰς τοὺς ὀφθαλμοὺς
1. ἔμφυσιν, ἐν ταῖς τῶν μεγάλων ζώων ἀνατομαῖς ἔστι
2. θεάσασθαι. τὸ μὲν οὖν κάτωθεν καὶ πρὸς τοῖς ὀφθαλμοῖς
3. οἱ πλεῖστοι τῶν ἀνατομικῶν ἐγνώκασιν, ἡ δ’ ἄνωθεν ἀρχὴ
4. τῶνδε τῶν νεύρων σχεδὸν ἅπασιν αὐτοῖς ἠγνόηται κατὰ τὴν
5. εἰς τὸ πλάγιον ἐπιστροφὴν οὖσαν τῶν προσθίων κοιλιῶν,
6. ἑκατέρας γε αὐτῶν στενὴν καὶ προμήκη τὴν κάτω τελευτὴν
7. ἐχούσης, ἔνθα τῶν τῆς ῥινὸς πόρων ἐστὶν ἡ ῥίζα. τὸ
8. δὲ ἄνω πέρας, ὃ πρὸς τὴν μέσην ἀνήκει κοιλίαν εὐρυνόμενον,
9. ἐπιστροφή τις ἐντεῦθεν εἰς τὸ πλάγιον γίγνεται ῥέπουσα
10. βραχὺ πρός τε τὸ κάτω καὶ τὴν βάσιν. οὐ μὴν ἐξικνοῦνταί
11. γ’ ἐπ’ ἐκείνην, ἀλλὰ κατ’ ὀλίγον στενωθεῖσαι παύονται
12. κέρατος δίκην, οὐκ ἀκριβῶς εὐθέως, ἀλλ’ ἀτρέμα πως ἀποστρεφομένου.
13. πρὸς τοῦτο οὖν τὸ πέρας τῶν κοιλιῶν ἀνήκει
14. τῶν ὀπτικῶν νεύρων ἡ ἀρχὴ, τρῆμα δυσθεώρητον
15. ἔχουσα. θεάσῃ δὲ αὐτὸ τριῶν τούτων στοχασάμενος, ἑνὸς
16. μὲν τοῦ μέγα τὸ ζῶον εἶναι, δευτέρου δὲ τοῦ παραχρῆμα
17. μετὰ τὸν θάνατον ἀνατέμνεσθαι, καὶ τρίτου τοῦ τὸν πέριξ
18. ἀέρα φωτεινὸν εἶναι. ἐὰν γὰρ ἐπὶ τούτοις οὕτω παρεσκευασμένοις
1. γυμνώσῃς, ἐπιτηδείως τὸ πέρας τῆς κοιλίας ἀφελὼν,
2. ἅπαντα τὰ κατ’ αὐτῆς ἐπικείμενα σώματα χωρὶς τοῦ διασπάσαι
3. τε καὶ θλάσαι τὴν ἔκφυσιν τοῦ νεύρου, θεάσῃ τὸ
4. κατὰ τὴν ἀρχὴν αὐτοῦ τρῆμα. ὅτι μὲν οὖν φέρεταί τι πνεῦμα
5. διὰ τῶν πόρων τούτων ἐπὶ τοὺς ὀφθαλμοὺς, ἥ τε κατασκευή
6. σε διδάσκει καὶ προσέτι τὸ κλεισθέντος μὲν αὐτῶν ἑνὸς
7. εὐρύνεσθαι θατέρου τὴν κόρην, ἀνοιχθέντος δὲ παραχρῆμα
8. πάλιν εἰς τὸ κατὰ φύσιν ἐπανέρχεσθαι μέγεθος. ὅτι τε γὰρ
9. ὑπό τινος οὐσίας διατεινομένου τοῦ ῥαγοειδοῦς χιτῶνος ἐν
10. τῷ πληροῦσθαι τὴν ἔνδον αὐτοῦ χώραν ἀναγκαῖόν ἐστιν
11. εὐρύνεσθαι τῷ κατὰ τὴν κόρην τρήματι καὶ ἄλλως ἀμήχανον,
12. ὅτι τε τὸ τάχος τῆς κενώσεώς τε καὶ πληρώσεως οὐχ
13. ὑγροῦ τινος ἐπιῤῥέοντος, ἀλλὰ μόνης ἐστὶ πνευματικῆς
14. ἔργον οὐσίας, οὐ χαλεπὸν συνιδεῖν. ἐπεὶ δ’ ἐς ταὐτὸ ἀμφότεροι
15. οἱ πόροι παραγίγνονται, (καὶ γὰρ καὶ τοῦτ’ ἐναργῶς
16. φαίνεται διὰ τῆς ἀνατομῆς,) εἰκός ἐστι, τὴν κοινὴν χώραν
17. ἐξ ἀμφοτέρων τῶν πόρων τὸ πνεῦμα δεχομένην ἐν τῷ μῦσαι
18. τὸν ἕτερον ὀφθαλμὸν ἐπιπέμπειν τῷ λοιπῷ σύμπαν αὐτό.
1. μέγιστον δὲ μαρτύριον τοῦ λεγομένου καὶ τὸ τῶν ὑποκεχυμένων,
2. οἷς μὲν ἂν εὐρύνηται τὸ τρῆμα, κλεισθέντος θατέρου
3. τῶν ὀφθαλμῶν, ἔτι σώζεσθαι τὴν ὀπτικὴν δύναμιν, οἷς
4. δ’ ἂν μὴ γίγνηται τοῦτο, τελέως ἀπολωλέναι, καὶ διὰ τοῦτο,
5. κᾂν καλῶς καταχθῇ τὸ ὑπόχυμα, μὴ βλέπειν αὐτούς. ἄλλοις
6. δέ τισι συνέβη μὴ βλέπειν ὑποχύματος χωρὶς, ἐφ’ ὧν εἰ
7. κλεισθείη θατέρου τὸ βλέφαρον, ἡ κόρη τὸν ἴσον ὁρᾶται
8. κύκλον ἔχουσα τῷ πρόσθεν, ὡς ἂν μηκέτι πνευματικῆς
9. οὐσίας ἀφικνουμένης εἰς τὸν ὀφθαλμὸν, ὑφ’ ἧς διατείνεται
10. πληρούμενος ἔνδοθεν ὁ ῥαγοειδὴς χιτών. εἰκότως οὖν ἐπὶ
11. τούτων ἐμπεφράχθαι τοὺς πόρους τῶν ὀπτικῶν νεύρων ὑπὸ
12. πολλῶν εὐδοκίμων ἰατρῶν εἴρηται. καὶ οἶδά γέ τινα τῶν
13. οὕτω παθόντων διηγούμενον ἡμῖν, ὡς, πρὶν μὲν παθεῖν, ἐπὶ
14. τοῖς ὕπνοις, ἀνοιχθέντων τῶν βλεφάρων, ἑώρα φῶς πολὺ
15. πρὸ τῶν ὀφθαλμῶν, ὅπερ ἀμέλει κᾀμοὶ καὶ πολλοῖς ἄλλοις
16. ὑπάρχειν, κατὰ βραχὺ δ’ ἔφη μειωθῆναι τό τε φῶς αὐτοῦ
17. μέχρι τοῦ μηδ’ ὅλως ἔτι φαίνεσθαι, καὶ τὴν ὀπτικὴν
1. αἴσθησιν ἀμαυρουμένην ὁμοίως εἰς ἀπώλειαν ἀφικέσθαι
2. παντελῶς. λέουσι δὲ καὶ παρδάλεσι, καὶ τῶν ἄλλων ζώων
3. οἷς αὐγοειδής ἐστιν ἱκανῶς ὁ ὀφθαλμὸς, ἔνεστί σοι θεάσασθαι
4. νύκτωρ, ὅταν ἐπιστρέψωσι τὴν κόρην ἐπὶ τὴν ῥῖνα,
5. κύκλον αὐγῆς ἐπ’ αὐτῆς φαινόμενον, ὡς ἀναλογίσασθαι, τοσοῦτον
6. ἀπὸ τῆς κόρης ἐν τῷ μεταξὺ τὸν ὀπτικὸν ηὐξῆσθαι
7. κῶνον, ἡλίκος ἂν ᾖ κατὰ τὴν ἀναλογίαν τοῦ διαστήματος ὁ
8. κύκλος αὐτῆς. τοῖς μὲν γὰρ μείζονα τοῦτον ἔχουσι φύσει
9. καὶ ὁ τῆς αὐγῆς κύκλος μείζων φαίνεται, τοῖς δ’ ἐλάττονα
10. τοσοῦτον ἀνάλογον ἐλάττων, ὅσον κᾀκεῖνος. πότερον οὖν,
11. ὥσπερ ἐπὶ τοὺς ὀφθαλμοὺς ἀφικνεῖταί τι πνεῦμα διὰ τῶν
12. ὀπτικῶν νεύρων, οὕτω καὶ κατὰ τἄλλα ἔχει σύμπαντα, καί
13. τις ὁδός ἐστι καθ’ ἕκαστον αὐτῶν ἀόρατος ὑπὸ σμικρότητος,
14. ἢ τοῦτο ἀδύνατον ἐπὶ τῶν ἐν τοῖς νεύροις λεπτοτάτων ὑπάρχειν
15. ἰνῶν;δεήσει γὰρ ἡμᾶς ἐπινοῆσαι τῷ πόρῳ περικείμενον
16. ἐν κύκλῳ τι τοῦ νεύρου σῶμα, λεπτότερον καὶ τῶν ἀραχνίων,
17. ὥστ’ αὐτό τε διασπασθήσεται τάχιστα, καὶ ὁ πόρος ἐμφραχθήσεται
18. μόνον οὐ καθ’ ἑκάστην ῥοπήν. διὰ ταῦτα μὲν
1. ἡγοῦμαι μὴ πᾶσι τοῖς νεύροις ὑπάρχειν πόρους. ἴσως
2. οὖν ἐρεῖ τις, εἴπερ ὅλως ἓν νεῦρον οἷόν τ’ ἐστὶ διακομίζειν
3. τοῖς κάτω μέλεσι τὰς ἀπὸ τῆς ἀρχῆς δυνάμεις, ἀκοίλιον
4. ὑπάρχον, ἐγχωρήσειν καὶ πάντα. τί δήποτ’ οὖν ὅγε κατὰ τὴν
5. ἔκφυσιν τοῦ νωτιαίου πόρος αἰσθητός ἐστιν οὕτως, ὡς ἐν
6. τοῖς ὀπτικοῖς νεύροις; ἢ ὅτι τῷ μὲν συνεχεῖ ἡ μετάδοσις
7. ἀσθενὴς γίγνεται τῶν δυνάμεων, καὶ μάλισθ’ ὅταν ἤτοι
8. μεῖζον ἢ σκληρότερον ᾖ τὸ δεχόμενον ἢ σφοδροτέρας ἀλλοιώσεως
9. δεόμενον, εἰ δέ γε λεπτομεροῦς οὐσίας ἄχρι τινὸς
10. ἔμπτωσις γίγνοιτο μετὰ βίας τε καὶ πληγῆς, αὐξηθήσεται τὰ
11. τῆς ἀλλοιώσεως; ἐλέχθη γὰρ, ὅτι τοῦτο δὴ τὸ καλούμενον
12. ὑπὸ τῶν πολλῶν διάδοσις δυνάμεως ἀλλοιώσεώς ἐστι μετάδοσις,
13. οἵα καὶ κατὰ τὸν ἀέρα γίγνεται πρὸς τῆς ἡλιακῆς
14. αὐγῆς. οὕτως γοῦν εἰκός ἐστι καὶ τὸ παραγιγνόμενον
15. εἰς ὀφθαλμοὺς πνεῦμα κατὰ μὲν τὴν πρώτην ἔμπτωσιν
16. ἑνοῦσθαί τε τῷ περιέχοντι καὶ συναλλοιοῦν αὐτὸ πρὸς τὴν
17. ἰδιότητα τῆς ἑαυτοῦ φύσεως, οὐ μὴν ἐπὶ πλεῖστόν γ’
18. ἐκτείνεσθαι.

Cliquer un n° de page pour en afficher l’image