Galenus. De placitis Hippocratis et Platonis (De plac. Hipp. et Plat.) [n° 033 Fichtner] [GalLat]

Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Doctrines d’Hippocrate et de Platon
The Doctrines of Hippocrates and Plato (PHP)
De Lacy, 2005.
De Hippocratis et Platonis placitis, 1823, vol. 5, p. 181-805. urn:cts:greekLit:tlg0057.tlg032.verbatim-lat1
De Lacy, 2005 (eng).

De Hippocratis et Platonis placitis, 7.5, ed. Kühn, 1823, vol. 5, p. 618-628. urn:cts:greekLit:tlg0057.tlg032.1st1K-grc1:7.5

1. Μάλιστα δ’ ἂν πεισθείη τις τοῦτο γίνεσθαι
2. μαθὼν, ὅπως εὔλογόν ἐστιν ὁρᾷν ἡμᾶς. ἀρχὴ δὲ καὶ τοῦδε
3. τοῦ λόγου τοιάδε. τὸ βλεπόμενον σῶμα δυοῖν θάτερον ἢ
4. πέμπον τι πρὸς ἡμᾶς ἀφ’ ἑαυτοῦ σὺν ἐκείνῳ καὶ τὴν ἰδίαν
5. ἐνδείκνυται διάγνωσιν, ἢ, εἴπερ αὐτὸ μηδὲν πέμπει, περιμένει
6. τινὰ παρ’ ἡμῶν ἀφικέσθαι δύναμιν αἰσθητικὴν ἑαυτῷ.
7. πότερον οὖν αὐτῶν ἐστιν ἀληθέστερον, ὧδ’ ἂν μάλιστα
8. κριθείη. διὰ τοῦ κατὰ τὴν κόρην τρήματος ὁρῶμεν, ὅπερ εἰ
9. περιέμενε πρὸς ἑαυτὸ παραγενέσθαι τινὰ μοῖραν, ἢ δύναμιν,
10. ἢ εἴδωλον, ἢ ποιότητα τῶν ἐκτὸς ὑποκειμένων σωμάτων, οὐκ
11. ἂν τοῦ βλεπομένου τὸ μέγεθος ἐγνώκειμεν, οἷον ὄρους, εἰ τύχοι,
12. μεγίστου. τηλικοῦτον γὰρ εἴδωλον ἐνέπιπτεν ἂν ἀπ’ αὐτοῦ τοῖς
13. ὀφθαλμοῖς ἡμῶν, ἡλίκον ἐστὶν αὐτὸ, ὅπερ παντάπασιν
14. ἄλογον, ἅμα τῷ καὶ κατὰ μίαν ῥοπὴν καιροῦ πρὸς ἕκαστον
15. τῶν ὁρώντων, εἰ καὶ μυρίοι τύχοιεν ὄντες, ἀφικνεῖσθαι. τῷ
16. τε ὀπτικῷ οὐχ οἷόν τε τοσαύτην ῥύσιν ἐκτεινομένῳ λαμβάνειν,
17. ὡς περιχεῖσθαι παντὶ τῷ βλεπομένῳ σώματι. τοῦτο
1. γὰρ ὅμοιόν ἐστι τῷ τῶν Στωϊκῶν σταλαγμῷ κεραννυμένῳ
2. τῇ πάσῃ θαλάττῃ. λείπεται οὖν ἔτι τὸν πέριξ ἀέρα τοιοῦτον
3. ὄργανον ἡμῖν γίγνεσθαι, καθ’ ὃν ὁρῶμεν χρόνον, ὁποῖον
4. ἐν τῶ σώματι τὸ νεῦρον ὑπάρχει διὰ παντός. τοιοῦτον
5. γάρ τι πάσχειν ἔοικεν ὁ περιέχων ἡμᾶς ἀὴρ ὑπὸ τῆς τοῦ
6. πνεύματος ἐκπτώσεως, ὁποῖόν τι καὶ πρὸς τῆς ἡλιακῆς αὐγῆς.
7. ἐκείνη τε γὰρ ψαύουσα τοῦ ἄνω πέρατος αὐτοῦ δίδωσιν εἰς
8. ὅλην τὴν δύναμιν, ἥ τε διὰ τῶν ὀπτικῶν νεύρων ὄψις φαινομένη
9. τὴν μὲν οὐσίαν ἔχει πνευματικὴν, ἐμπίπτουσα δὲ
10. τῷ περιέχοντι καὶ τῇ πρώτῃ προσβολῇ τὴν ἀλλοίωσιν ἐργαζομένη
11. διαδίδωσιν ἄχρι πλείστου συνεχοῦς αὐτῷ, δηλονότι
12. τοῦ πέριξ σώματος ὑπάρχοντος, ὡς ἐν ἀκαρεῖ χρόνῳ τὴν
13. ἀλλοίωσιν εἰς ὅλον αὐτὸ διαπέμπειν. ἐναργῶς γὰρ τοιοῦτον
14. φαίνεται κᾀπὶ τῆς κατὰ τὸν ἥλιον ὑπάρχον δυνάμεως. θέντες
15. γοῦν τι στερεὸν σῶμα μεταξὺ τὸν ἐφεξῆς ἀέρα βλέπομεν
16. εὐθέως ἀπολλύντα τὴν αὐγὴν, ὡς ἐν τῷ μεταβάλλειν φωτοειδῆ
17. γιγνόμενον, οὐκ ἐν τῷ μεταβεβληκέναι διαμένοντα.
18. μόνιμον γὰρ ἂν ἦν τὸ φῶς ἐν ἑαυτῷ μέχρι πολλοῦ, κᾂν
1. ᾔρθη τὸ| φωτίζον. οὕτω δὲ καὶ νεύρου τμηθέντος, ὅσον
2. ἂν ἡ τομὴ χωρήσῃ τῆς πρὸς τὸν ἐγκέφαλον συνεχείας, ἀναίσθητον
3. εὐθέως γίγνεται. φαίνεται γοῦν ὅμοιόν τι πάθος
4. ἀμφοτέροις συμβαῖνον, τῷ τε νεύρῳ καὶ τῷ πέριξ ἀέρι,
5. κατὰ μὲν τὴν ἑαυτῶν φύσιν ἔχουσιν ἤδη τινὰ ὁμοιότητα,
6. πρός τε τὸ μεταβάλλον ὁμοιουμένοις ἀκριβῶς ὡσαύτως τῇ
7. συνεχείᾳ, καὶ τοῦ πάσχειν ἀεὶ δεομένοις, ὥσπερ ὁ πέριξ
8. ἡμῶν ἀὴρ, ὁπότε φωτίζεται. σαφῶς γοῦν ἡ μὲν κατ’
9. αὐτὸν θερμασία μέχρι πολλοῦ διαμένει, κᾂν χωρισθῇ τὸ
10. θερμαῖνον, ὡσαύτως δὲ καὶ ἡ ψύξις, οὐκέτι παρόντος τοῦ
11. ψύχοντος, ἡ δ’ αὐγὴ παραχρῆμα τῷ φωτίζοντι συναπέρχεται.
12. φαίνεται δὲ καὶ κατὰ τὰς ἀρτηρίας ἡ αὐτὴ φύσις.
13. ὁμοίως γοῦν τοῖς νεύροις καὶ αὗται διατμηθεῖσαί τε καὶ
14. βρόχῳ διαληφθεῖσαι ἄσφυκτοι γίνονται, στερηθεῖσαι οὐχ,
15. ὡς Ἐρασίστρατος οἴεται, τοῦ παρὰ τῆς καρδίας ἐπιπεμπομένου
16. πνεύματος, (δέδεικται γὰρ ἐν ἄλλοις ὑφ’ ἡμῶν ἀδύνατον
17. τοῦτο, δειχθήσεταί τε καὶ νῦν ἐν τοῖς ἐφεξῆς, ὡς
18. μηδὲν τῷ λόγῳ λείπειν,) ἀλλὰ τῷ τοὺς χιτῶνας αὐτῶν
1. συνεχεῖς ὑπάρχοντας τῷ τῆς καρδίας σώματι παρ’ ἐκείνου
2. τὴν δύναμιν ἐπιῤῥέουσαν ἴσχειν ἀεί. κοινὸν μὲν οὖν ἁπασῶν
3. ἐστι τῶν αἰσθητικῶν δυνάμεων ἀπ’ ἐγκεφάλου τὴν ἀρχὴν
4. ἐχουσῶν φέρεσθαι διὰ τῶν νεύρων ἄχρι τῶν οἰκείων ὀργάνων,
5. ὁμοειδὲς δὲ καὶ κατὰ τὴν οὐσίαν τὸ νεῦρον ὑπάρχειν τῷ
6. ἐγκεφάλῳ, πλὴν ὅσον ἐπιλήθη δυσπαθείας ἕνεκεν εὐθὺς ἐν
7. αὐτῷ τούτῳ, τοσοῦτον ἀπεχώρησε τῆς ἐγκεφάλου φύσεως.
8. ὅσον δὲ ἐσκληρύνθη πιληθὲν, εὐθὺς καὶ διὰ τοῦτ’ αὐτὸ
9. δεῖται τῆς ἐκείνου διηνεκοῦς ἐπικουρίας, ὡς, εἴ γε τοιοῦτον
10. ἔμεινεν, οἷόν ἐστιν ὁ ἐγκέφαλος, οὐκ ἂν ἐδεῖτο τῆς ἐξ αὐτοῦ
11. βοηθείας. αἱ γὰρ τῶν οὐσιῶν ἰδιότητες οἰκείας ἑαυταῖς
12. ἔχουσι καὶ τὰς τῶν δυνάμεων ἰδιότητας. εἰς ὅσον οὖν ἕκαστον
13. τῶν αἰσθητικῶν ἰδίως ὀνομαζομένων νεύρων ἀποκεχώρηκε
14. τῆς ἐγκεφάλου φύσεως, εἰς τοσοῦτον καὶ τῆς δυνάμεως
15. αὐτοῦ. καλεῖται δ’ ἰδίως αἰσθητικὰ νεῦρα τὰ τοῖς αἰσθητικοῖς
16. ὀργάνοις ἐπιπεμπόμενα, μαλακώτερα τῶν ἄλλων ὑπάρχοντα
17. τῶν κινούντων τὰ μόρια, προμηθῶς καὶ τοῦτο τῆς
18. φύσεως ἐργασαμένης. ἐπειδὴ γὰρ ἡ μὲν αἴσθησις οὐκ ἄνευ
1. τοῦ διατεθῆναί πως τὸ νεῦρον, ἡ δὲ κίνησις ἐν τῷ δρᾷν
2. μόνῳ τὴν ἐνέργειαν ἔχει, κατὰ λόγον ἁπαλώτερον μὲν τὸ
3. αἰσθητικὸν, σκληρότερον δὲ τὸ κινητικὸν νεῦρον ἐγένετο.
4. μέτεστι δὲ καὶ τοῖς κινητικοῖς ἅπασιν αἰσθήσεως ἁπτικῆς,
5. ἐπειδὴ παχυμερές ἐστι τὸ ταύτης αἰσθητόν. ἔμπαλιν δὲ
6. τούτῳ τὸ τῆς ὄψεως νεῦρον οὐ τῷ τετρῆσθαι μόνον αἰσθητῷ
7. τρήματι τὴν ὑπεροχὴν ἐνδείκνυται τῆς δυνάμεως, ἀλλὰ
8. καὶ τῇ μαλακότητι, καὶ τῷ μεγέθει, καὶ τῷ δύεσθαι πάλιν
9. ἐν ὀφθαλμοῖς γενόμενον ἐξομοιοῦσθαί τε κατὰ πάντα ἐγκεφάλῳ.
10. καὶ αὐτὸ δὲ τὸ νεῦρον ὅλον ἐστὶν ἐγκεφάλου τε καὶ
11. ὀφθαλμοῦ μεταξύ· τὸ μὲν ἔνδον ἑαυτοῦ μαλακώτερον ἔχει,
12. τὸ δ’ ἔξω σκληρότερον, ἀμφοτέρων στοχασαμένου τοῦ δημιουργοῦ,
13. τῆς τε κατὰ τὴν ὁδοιπορίαν ἀσφαλείας καὶ τοῦ
14. διασώζειν, εἰς ὅσον οἷόν τε, τὴν ἐγκεφάλου φύσιν. εἰκότως
15. οὖν ἁπάντων νεύρων, οὐ μόνον τῶν ἐξ ἐγκεφάλου πεφυκότων,
16. ἀλλὰ καὶ τῶν ἐκ τοῦ νωτιαίου, μέγιστον ἀπειργάσθη
17. τὸ τῆς ὄψεως. ἐξαίρετα γὰρ ἐχρῆν αὐτῷ παρὰ τἄλλα ὑπάρχειν
18. πολλὰ, τετρῆσθαί τε διὰ τοῦ βάθους, καὶ μαλακὰ μὲν
1. εἶναι ταῦτα, σκληρὰ δὲ τὰ πέριξ, ἀφικνεῖσθαί τε δι’
2. αὐτοῦ πολλὴν ἐξ ἐγκεφάλου πνευματικὴν οὐσίαν εἰς τὰς
3. χώρας τῶν ὀφθαλμῶν. τό τ’ οὖν τρῆμα πάντως ἐχρῆν ὑπό
4. τινος οὐσίας περιέχεσθαι στεγανῆς, ἥτις ἄνευ τοῦ παχυνθῆναι
5. τὸ νεῦρον οὐκ ἂν ἐγένετο, τό τε πάχος αὐτοῦ διττὴν
6. ἔχει ἰδέαν, μαλακοῦ μὲν ἔνδον, ἔξωθεν δὲ σκληροῦ γενομένου.
7. ὅτι δὲ καὶ τὸν ὀφθαλμὸν οὐκ ὀλίγης ἐχρῆν οὐσίας
8. ἐγκεφάλου μετειληφέναι, πεισθείης ἂν σαφῶς ἀνατεμὼν
9. αὐτόν. εὑρήσεις γὰρ ὑπὸ τοῖς χιτῶσιν ἔνδον ὑγρὰ
10. σφαιροειδῆ διττὰ, τὸ μὲν οὕτω μαλακὸν, οἵαπέρ ἐστιν
11. ὕαλος ἡ μετρίως λυθεῖσα, τὸ δ’ οὕτω σκληρὸν, οἷος ὁ
12. μετρίως παγεὶς κρύσταλλος. ὀνομάζεται δ’ ὑπὸ τῶν ἰατρῶν
13. ὑαλοειδὲς μὲν τὸ μαλακώτερον, κρυσταλλοειδὲς δὲ τὸ σκληρότερον,
14. ἀπὸ τῆς πρὸς ὕαλόν τε καὶ κρύσταλλον ὁμοιότητος,
15. οἷς οὐ μόνον ταῖς συστάσεσιν, ἀλλὰ καὶ ταῖς χροιαῖς ἔοικεν·
16. ἀκριβῶς γάρ ἐστι καθαρὰ, καὶ διαυγὴς, καὶ λαμπρά. πρότερον
17. μὲν οὖν ἐκδέχεται τὸν ἐξ ἐγκεφάλου καθήκοντα πόρον
18. εἰς ἑκάτερον αὐτῶν τὸ ὑαλοειδὲς, ἐφεξῆς δ’ αὐτῷ τὸ κρυσταλλοειδὲς
1. ἐοικὸς ἀτρέμα πεπλατυσμένῃ σφαίρᾳ. καὶ τοίνυν
2. ὁ πόρος αὐτὸς ἅμα τῷ περιέχοντι νεύρῳ διεξελθὼν τὸν
3. ἔξωθεν χιτῶνα κατὰ τὸν ὀφθαλμὸν ἄμφω ταῦτα πάσχει
4. κατὰ τὴν πρώτην ἔκπτωσιν, ἣν εἰς τὴν χώραν αὐτοῦ ποιεῖται,
5. ἐκεῖ μὲν τὸ πνεῦμα κεραννύον τοῖς ὑγροῖς ὑγροῖς ἕνεκα τοῦ γενέσθαι
6. τὴν οὐσίαν αὐτῶν ὅλην αἰσθητικήν· περιλαμβάνει δ’
7. αὖθις λυθείσῃ τε καὶ πλατυνθείσῃ τῇ κατὰ τὸ νεῦρον οὐσίᾳ
8. τὸ ὑαλοειδὲς ὑγρὸν ἐμφυόμενος κατὰ τὸ πέρας ἑαυτοῦ τῷ
9. μεγίστῳ κύκλῳ τοῦ κρυσταλλοειδοῦς. ὥστε σοι τὸ σχῆμα
10. δόξει τοῦ πλατυνθέντος νεύρου παραπλήσιον ἀμφιβλήστρῳ
11. γεγονέναι· διὸ καὶ προσηγορεύκασιν ἀμφιβληστροειδῆ χιτῶνα
12. τουτὶ τὸ σῶμα. καὶ εἰ περιελὼν ὅλον αὐτὸ πειραθείης ὁμοῦ
13. πᾶν ἀθροῖσαι μόριον, ἐγκέφαλός σοι φανεῖται, καὶ εἰ δείξαις
14. γέ τινι μὴ τεθεαμένῳ, πόθεν ἠθροίσθη, φήσει μέρος ὑπάρχειν
15. ἐγκεφάλου τὸ δεικνύμενον σῶμα, καὶ ἀπιστήσει κατὰ
16. τοὺς ὀφθαλμοὺς αὐτὸ περιέχεσθαι. τοσαύτῃ μὲν ὑπεροχῇ
17. τῆς κατασκευῆς ὀφθαλμὸς κέχρηται παρὰ τἄλλα τῶν αἰσθήσεων
18. ὄργανα· καὶ θαυμαστὸν οὐδὲν, εἰς ὅσον αὐτοῦ τὸ
1. πρῶτον αἰσθητὸν ἀκριβέστερόν τ’ ἐστὶ καὶ λεπτομερέστερον,
2. ἢ τοῖς ἄλλοις, εἰς τοσοῦτον καὶ τῆς ἐγκεφάλου φύσεως αὐτὸ
3. ἐπὶ πλέον ἐκείνων μετειληφέναι. οὔτε γὰρ εὑρήσεις αὐτὴν
4. ἔτι τὴν κατὰ τὸν ἐγκέφαλον οὐσίαν ἐν οὐδενὶ τῶν ἄλλων
5. ὀργάνων, οὔτε κατὰ τὰς κοιλίας, ὡς ἐν αὐτῷ, πνεύματος
6. ψυχικοῦ τοσοῦτον πλῆθος. εἰκότως δ’, ὡς ἔφην, οὕτω
7. κατεσκευάσθη, δεόμενος ὀργάνῳ χρῆσθαι τῷ πέριξ ἀέρι.
8. καὶ γίγνεται δὲ τοιοῦτον ὄργανον αὐτῷ πρὸς τὴν τῶν αἰσθητῶν
9. οἰκείαν διάγνωσιν, οἷον ἐγκεφάλῳ τὸ νεῦρον, ὥσθ’, ὃν
10. ἔχει λόγον ἐγκέφαλος πρὸς τὸ νεῦρον, τοιοῦτον ὀφθαλμὸς
11. ἔχει πρὸς τὸν ἀέρα. τὸ δ’ οἰκεῖον αἰσθητὸν ὄψεως, ὅπερ
12. καὶ πρῶτον αὐτῆς αἰσθητὸν ὠνόμασα, τὸ τῶν χρωμάτων ἐστὶ
13. γένος. ἐκείνου μὲν γὰρ πρώτου τε καὶ καθ’ αὑτὴν καὶ
14. μόνη τῶν ἄλλων αἰσθάνεται, καθάπερ ἡ γεῦσις τῶν χυμῶν.
15. συνδιαγιγνώσκει δ’ αὐτῷ τὸ κεχρωσμένον σῶμα, καθάπερ ἡ
16. γεῦσις τὸ τοὺς χυμοὺς ἔχον. ἀλλ’ ἡ μὲν γεῦσις ὁμοίως ταῖς
17. ἄλλαις αἰσθήσεσιν ἐπὶ τὸ τοῦ ζώου σῶμα περιμένει παραγενέσθαι
18. τὸ αἰσθητόν· ἡ δ’ ὄψις ἐκτείνεται διὰ μέσου τοῦ
19. ἀέρος ἐπὶ τὸ κεχρωσμένον. ὅθεν αὐτῇ μόνῃ συνδιαγιγνώσκειν
1. ὑπάρχει τῇ χροιᾷ τοῦ βλεπομένου τό τε μέγεθος αὐτοῦ καὶ
2. τὸ σχῆμα, μηδὲ τούτου δυναμένης αἰσθάνεσθαι αἰσθήσεως
3. ἄλλης, ὅτι μὴ κατὰ συμβεβηκὸς ἐνίοτε τῆς ἁφῆς. ἐξείργασται
4. γοῦν τοσοῦτον ὁ λόγος ἐν τῷ πέμπτῳ περὶ ἀποδείξεως.
5. τῇ δ’ οὖν ὄψει πρὸς τοῖς ἄλλοις ὑπάρχει καὶ θέσιν καὶ
6. διάστημα συνδιαγιγνώσκειν τοῦ κεχρωσμένου σώματος, οὐδενὸς
7. τῶν ἄλλων αἰσθέσθαι δυναμένου ὅσοι δ’ ἐπιχειροῦσι
8. καὶ ὀσφρήσει καὶ ἀκοῇ τὴν θέσιν τὸν ἀτμὸν ἀποπέμποντος
9. σώματος, ἢ τοῦ πλήξαντος τὸν ἀέρα μεταδιδόναι τῆς διαγνώσεως,
10. ὅπως ἁμαρτάνουσιν, οὐ νῦν καιρὸς ἐρεῖν. εἴρηται
11. γὰρ ἐπὶ πλεῖστον ὑπὲρ ἁπάντων τῶν κατὰ τὰς δύο αἰσθήσεις
12. φαινομένων ἐν τῷ πέμπτῳ περὶ τῆς ἀποδείξεως, ὥσπερ
13. γ’ ἔφαμεν· ἐν ᾗ πραγματείᾳ γυμνασάμενός τις ἑτοιμότερον
14. ἀκολουθήσει τοῖς νῦν λεγομένοις. ἐπιδέδεικται γὰρ ἐν
15. ἐκείνοις ἅπαντα μαρτυροῦντα τῷ τὸ βλεπόμενον σῶμα καθ’
16. ὃν ἂν ὑπάρχῃ τόπον ὁρᾶσθαι. φαίνεται δὲ τοῦτ’ ἐναργῶς
17. καὶ δι’ αὐτῆς τῆς αἰσθήσεως· ὅθεν οὐδ’ οἱ γεωμετρικοὶ
18. μετ’ ἀποδείξεως, ἀλλ’ αὐτόθεν ὡς ἐναργὲς αὐτὸ τιθέασι,
1. καίτοι τοῦ γε κατ’ εὐθείας ὁρᾷν ἡμᾶς γραμμὰς, ἢ τοῦ τὴν
2. ὄψιν, ἐπειδὰν ἀκριβῶς τινι λείῳ καὶ στίλβοντι προσπέσῃ,
3. κατὰ τὴν ἴσην ἀνακλᾶσθαι γωνίαν ᾗ προσέπεσεν, ἀποδείξεις
4. φέρονταί τινες. εἴπερ οὖν ἡ ὄψις μόνη τῶν ἄλλων αἰσθήσεων
5. αἰσθάνεται τοῦ κινοῦντος αὐτὴν αἰσθητοῦ διὰ μέσου
6. τοῦ ἀέρος, οὐχ ὡς βακτηρίας τινὸς, ἀλλ’ ὡς ὁμοειδοῦς τε
7. καὶ συμφυοῦς ἑαυτῇ μορίου, καὶ μόνῃ τοῦτ’ ἐξαίρετον αὐτῇ
8. δέδοται μετὰ τοῦ καὶ δι’ ἀνακλάσεως ὁρᾷν, εἰκότως ἐδεήθη
9. πνεύματος ἄνωθεν ἐπιῤῥέοντος αὐγοειδοῦς, ὃ προσπίπτον τῷ
10. πέριξ ἀέρι καὶ οἷον ἐπιπλῆττον αὐτὸν ἑαυτῷ συνεξομοιώσει.
11. δεόντως οὖν ἐροῦμεν, αὐγοειδὲς μὲν εἶναι τὸ τῆς ὄψεως
12. ὄργανον, ἀεροειδὲς δὲ τὸ τῆς ἀκοῆς, ἀτμοειδὲς δὲ τὸ τῆς
13. ὀδμῆς, καὶ τὸ μὲν τῆς γεύσεως ὑγρὸν, τὸ δὲ τῆς ἁφῆς
14. γεῶδες. οὐδὲ γὰρ οἷόν τ’ ἦν ἑτέρως ἔχειν αὐτὰ τῆς ἐκ τῶν
15. ὁμοίων ἀλλοιώσεως χρῄζοντα, καὶ τοῦτ’ ἄρ’ ἦν, ὃ βούλεται
16. δηλοῦν ὁ Ἐμπεδοκλῆς ἐν οἷς φησι·

17. Γαίῃ μὲν γὰρ γαῖαν ὀπώπαμεν, ὕδατι δ’ ὕδωρ,
1. Αἰθέρι δ’ αἰθέρα δῖον, ἀτὰρ πυρὶ πῦρ ἀΐδηλον.

2. αἰσθανόμεθα γὰρ ὄντως τῷ μὲν γεωδεστέρῳ τῶν αἰσθητηριῶν,
3. ὅπερ ἐστὶν ἡ ἁφὴ, τῆς γεώδους φύσεως ἐν τοῖς
4. αἰσθητοῖς, τῷ δ’ αὐγοειδεστάτῳ, τῷ τῆς ὄψεως, τῆς αὐγοειδοῦς,
5. καθάπερ γε καὶ τῷ κατὰ τὴν ἀκοὴν ἀεροειδεῖ γιγνομένῳ
6. τῶν ἰδίων ἀέρος παθημάτων ἡ διάγνωσις ἀποτελεῖται. καὶ
7. μὲν δὴ καὶ τῷ κατὰ τὴν |γεῦσιν ὑγρῷ καὶ σπογγοειδεῖ τὴν
8. φύσιν ὄντι τῶν χυμῶν ἡμῖν αἴσθησις γίγνεται. λοιπὸν δ’
9. ἐστὶ τὸ τῆς ὀσφρήσεως ὄργανον, οὐκ ἐν τοῖς κατὰ τὴν ῥῖνα
10. πόροις, ὡς οἱ πολλοὶ νομίζουσιν, ἀλλ’ ἐν τοῖς πέρασι τῶν
11. ἐμπροσθίων ἐγκεφάλου κοιλιῶν, εἰς ἅπερ ἀνήκουσιν οἱ κατὰ
12. τὴν ῥῖνα πόροι· κατὰ τοῦτο γάρ τοι τὸ μόριον ἀτμοειδεστάτας
13. εἶναι συμβέβηκε τὰς κοιλίας αὐτοῦ. γέγραπται δὲ
14. τῷ βουλομένῳ καὶ περὶ τοῦδε βιβλίον ἓν ἡμέτερον, ᾧ καὶ
15. τὸ ἐπίγραμμά ἐστι περὶ τοῦ τῆς ὀσφρήσεως ὀργάνου.

Cliquer un n° de page pour en afficher l’image