Galenus. De placitis Hippocratis et Platonis (De plac. Hipp. et Plat.) [n° 033 Fichtner] [GalLat]

Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Doctrines d’Hippocrate et de Platon
The Doctrines of Hippocrates and Plato (PHP)
De Lacy, 2005.
De Hippocratis et Platonis placitis, 1823, vol. 5, p. 181-805. urn:cts:greekLit:tlg0057.tlg032.verbatim-lat1
De Lacy, 2005 (eng).

De Hippocratis et Platonis placitis, 7.6, ed. Kühn, 1823, vol. 5, p. 628-637. urn:cts:greekLit:tlg0057.tlg032.1st1K-grc1:7.6

16. Πέμπτον γὰρ δὴ τοῦτ’ ἔστιν αἰσθητήριον,
17. οὐκ ὄντων πέντε στοιχείων, ἐπειδὴ τὸ τῶν ὀσμῶν γένος ἐν
18. τῷ μεταξὺ τὴν φύσιν ἐστὶν ἀέρος καὶ ὕδατος, ὡς καὶ
1. Πλάτων εἶπεν ἐν Τιμαίῳ μετὰ τήνδε τὴν ῥῆσιν· μεταβάλλοντος
2. γὰρ ὕδατος εἰς ἀέρα, ἀέρος τε εἰς ὕδωρ, ἐν τῷ μεταξὺ
3. γεγόνασιν ὀδμαὶ σύμπασαι. λέγει δὲ καὶ περὶ τοῦ τῆς ὄψεως
4. ὀργάνου, ὅτι πυρός ἐστι τοῦ καθαρωτάτου γένους, ὅπερ
5. αὐτὸς αὐγήν τε καὶ φῶς ὀνομάζει, διαφέρον ἄνθρακός τε
6. καὶ φλογός. φησὶ γοῦν· μετὰ δὲ ταῦτα δεῖ νοεῖν, ὅτι πυρός
7. τε γένη πολλὰ γέγονεν, οἶον φλὸξ τό τ’ ἀπὸ τῆς φλογὸς
8. ἀπιὸν, ὃ καίει μὲν οὒ, φῶς δὲ τοῖς ὄμμασι παρέχει, τό τε
9. φλογὸς ἀποσβεσθείσης ἐν τοῖς διαπύροις καταλειπόμενον
10. αὐτοῦ. τούτων οὖν τῶν τριῶν γενῶν τὸ μὴ καῖον μὲν, ὡς
11. αὐτὸς ἔφη, φῶς δὲ τοῖς ὄμμασι παρέχον ἐν τῷ τῆς ὄψεως
12. ὀργάνῳ πλεῖστόν ἐστιν, ὃ καὶ τοῦτο πάλιν αὐτὸς ἐδήλωσεν
13. ἐν ταὐτῷ βιβλίῳ τῷ Τιμαίῳ κατὰ τήνδε τὴν ῥῆσιν. τῶν
14. δ’ ὀργάνων πρῶτον μὲν φωσφόρα συνετεκτήναντο ὄμματα,
15. τοιᾷδε ἐνδήσαντες αἰτίᾳ· τοῦ πυρὸς ὅσον τὸ μὲν καίειν
16. οὐκ ἔσχε, τὸ δὲ παρέχειν φῶς ἥμερον, οἰκεῖον ἑκάστης
17. ἡμέρας σῶμα ἐμηχανήσαντο γίγνεσθαι. τὸ γὰρ ἐντὸς ἡμῶν
1. ἀδελφὸν ὂν τούτου πῦρ εἰλικρινὲς ἐποίησαν διὰ τῶν ὀμμάτων
2. ῥεῖν λεῖον καὶ πυκνὸν, ὅλον μὲν, μάλιστα δὲ τὸ μέσον
3. ξυμπιλήσαντες τῶν ὀμμάτων· ὥστε τὸ μὲν ἄλλο, ὅσον παχύτερον,
4. στέγειν πᾶν, τὸ τοιοῦτον δὲ μόνον αὐτὸ καθαρὸν
5. διηθεῖν. ὁποῖον μὲν οὖν τι τὸ τῆς ὄψεώς ἐστιν ὄργανον,
6. ἐν τούτοις ἐδήλωσεν· ὅπως δὲ ὁρῶμεν, ἐν τοῖς ἐφεξῆς.
7. συνάπτων γοῦν τοῖς προειρημένοις φησίν· ὅταν μὲν οὖν
8. μεθημερινὸν ᾖ φῶς περὶ τὸ τῆς ὄψεως ῥεῦμα, τό τ’ ἐκπίπτον
9. ὅμοιον πρὸς ὅμοιον ξυμπαγὲς γενόμενον, ἓν σῶμα
10. οἰκειωθὲν ξυνέστη κατὰ τὴν τῶν ὀμμάτων εὐθυωρίαν, ὅπηπερ
11. ἂν ἀντερείδῃ τὸ προσπίπτον ἔνδοθεν, πρὸς ὃ τὸ ἔξω συνέπεσεν.
12. ὁμοιοπαθὲς δὴ δι’ ὁμοιότητα πᾶν γενόμενον, ὅτου
13. τε ἂν αὐτό ποτε ἐφάπτηται, καὶ ὃ ἂν ἄλλο ἐκείνου, τούτῳ
14. τὰς κινήσεις διαδιδὸν εἰς ἅπαν τὸ σῶμα μέχρι τῆς
15. ψυχῆς αἴσθησιν παρέχεται ταύτην, ᾗ δὴ ὁρᾷν φαμεν. αὗται
16. μὲν αἱ τοῦ Πλάτωνος ῥήσεις, αὐγοειδὲς τὸ τῆς ὄψεως ὄργανον
17. εἶναι λέγοντος, αἴσθησίν τε γίγνεσθαι δι’ αὐτοῦ τῶν
18. κατὰ τὴν αὐγὴν παθημάτων, ὥσπερ τῶν κατὰ τὸν ἀέρα διὰ
1. τῆς ἀκοῆς. τῷ γὰρ ὁμοίῳ τὸ ὅμοιον εἰς τὴν τῶν παθημάτων
2. ἀφικνεῖται κοινωνίαν. δύο δὲ σημαινούσης ἁπάσης τῆς τοιαύτης
3. λέξεως, οἵαν καὶ ὁ Ἐμπεδοκλῆς ἐποιήσατο λέγων,

4. γαίῃ μὲν γὰρ γαῖαν ὀπώπαμεν, ὕδατι δ’ ὕδωρ,

5. ἓν μὲν, ὅτι δι’ ὀργάνου τοιοῦδε, δεύτερον δὲ, ὅτι διὰ δυνάμεως
6. τοιᾶσδε, τὸ μὲν, ὡς δι’ ὀργάνου, συγχωρητέον ἀληθὲς
7. εἶναι, τὸ δ’, ὡς διὰ δυνάμεως, οὐκέτι. τὸ γάρ τοι πρῶτον
8. αἰσθητικὸν, ὅ τι περ ἂν ᾖ, κοινὸν ἁπασῶν ἐστι τῶν κατὰ
9. μέρος αἰσθήσεων, ὡς καὶ τοῦτο Πλάτων ἐν ἄλλοις τέ τισι
10. καὶ μέντοι καὶ Θεαιτήτῳ διδάσκει κατ’ ἐκεῖνο τὸ μέρος τοῦ
11. συγγράμματος, ἔνθα φησί· δεινὸν γάρ που, ὦ παῖ, εἰ πολλαί
12. τινες ἐν ἡμῖν ὥσπερ ἐν δουρείοις ἵπποις αἰσθήσεις ἐγκάθηνται,
13. ἀλλὰ μὴ εἰς μίαν τινὰ ἰδέαν, εἴτε ψυχὴν, εἴθ’ ὅτι δεῖ
14. καλεῖν, πάντα ταῦτα συντείνει, ᾗ διὰ τούτων οἷον ὀργάνων
15. αἰσθανόμεθα, ὅσα αἰσθητά. καὶ κατασκευάζων γε διὰ πλειόνων
16. ἑξῆς ὁ Πλάτων τὸν λόγον ᾧδέ φησι· θερμὰ καὶ σκληρὰ
17. καὶ κοῦφα καὶ γλυκέα, δι’ ὧν αἰσθάνῃ, ἆρ’ αὐτοῦ τοῦ σώματος
1. ἕκαστα τίθης, ἢ ἄλλου τινός; οὐδενὸς ἄλλου. ἢ καὶ ἐθελήσεις
2. ὁμολογεῖν, ἃ δι’ ἑτέρας δυνάμεως αἰσθάνῃ, ἀδύνατον
3. εἶναι δι’ ἄλλης ταῦτ’ αἰσθέσθαι, οἷον ἃ δι’ ἀκοῆς, δι’
4. ὄψεως, ἢ ἃ δι’ ὄψεως, δι’ ἀκοῆς; πῶς γὰρ οὐκ ἐθελήσω;
5. εἴ τι ἄρα περὶ ἀμφοτέρων διανοῇ, οὐκ ἂν διά γε τοῦ ἑτέρου
6. ὀργάνου, οὐδ’ αὖ διὰ τοῦ ἑτέρου περὶ ἀμφοτέρων αἰσθάνοιο
7. ἄν; οὐ γὰρ οὖν. περὶ δὴ φωνῆς καὶ τῆς χρόας, πρῶτον
8. μὲν αὐτὸ τοῦτο περὶ ἀμφοτέρων διανοῇ, ὅτι ἀμφοτέρω ἐστόν;
9. ἔγωγε. οὐκοῦν καὶ ὅτι ἑκατέρου μὲν ἑκάτερον ἕτερον, ἑαυτῷ
10. δὲ ταὐτόν; τί μήν; καὶ ὅτι ἀμφοτέρω δύο, ἑκάτερον δὲ ἕν;
11. καὶ τοῦτο. οὐκοῦν καὶ εἴτε ἀνομοίω, εἴτε ὁμοίω ἀλλήλοιν,
12. δυνατὸς εἶ ἐπισκέψασθαι; ἴσως. ταῦτα δὴ πάντα διά τινος
13. περὶ αὐτῶν διανοῇ· οὔτε γὰρ δι’ ἀκοῆς, οὔτε δι’ ὄψεως
14. οἷόν τε τὸ κοινὸν λαμβάνειν περὶ αὐτῶν. ἔτι δὲ καὶ τόδε
15. τεκμήριον περὶ οὗ λέγομεν. εἰ γὰρ δυνατὸν εἴη ἀμφοτέρω
16. σκέψασθαι, ἆρ’ ἐστὸν ἁλμυρὸν ἢ οὒ, οἶσθ’ ὅτι ἔξεις εἰπεῖν,
17. ᾧ ἐπισκέψῃ, καὶ τοῦτο οὔτε ὄψις οὔτε ἀκοὴ φαίνεται,
1. ἀλλά τι ἄλλο. τί δ’ οὐ μέλλει ἥ γε διὰ τῆς γλώττης δύναμις;
2. καλῶς λέγεις. ἡ δὲ δὴ διά τινος δύναμις τό τ’ ἐφ’
3. ἅπασι κοινὸν καὶ τὸ ἐπὶ τούτοις δηλοῖ σοι, ᾧ τὸ ἔστιν
4. ὀνομάζεις, καὶ τὸ οὐκ ἔστι, καὶ ἃ νῦν δὴ ἐρωτῶμεν περὶ
5. αὐτῶν, πᾶσι ποιὰ ἀποδώσεις ὄργανα, δι’ ὧν αἰσθάνεται
6. ἡμῶν τὸ αἰσθανόμενον ἕκαστα. ἔν τε οὖν τούτοις ὁ
7. Πλάτων, ὥσπερ οὖν κᾀν τοῖς ἐφεξῆς, ἐν ἄλλοις τέ τισι
8. διαλόγοις ἐδίδαξεν ἡμᾶς ὑπὲρ τῆς κοινῆς δυνάμεως, ἥτις ἐξ
9. ἐγκεφάλου διὰ τῶν νεύρων εἰς ἕκαστον τῶν αἰσθητηρίων
10. ἀφικνουμένη τῶν ἐν αὐτοῖς ἀλλοιώσεων αἰσθάνεται. ὡς, εἴ
11. γε δυνατὸν ἦν τοῖς ἰδίοις παθήμασιν αὐτῆς ἄλλο τι συναλλοιωθῆναι
12. παρὰ τὸ φωτοειδὲς ὄργανον, ἢ τοῖς τῶν ἀτμῶν
13. ἕτερόν τι τοῦ ἀτμοειδοῦς, ἢ τοῖς τοῦ ἀέρος ἄλλο τι παρὰ
14. τὸ ἀεροειδὲς, ἢ τοῖς τῶν ὑγρῶν ἕτερόν τι παρὰ τὸ γευστόν
15. τε καὶ πλῆρες χυμῶν, οὐκ ἂν ἐγεγόνει τὰ τῶν αἰσθητηρίων
16. ὄργανα· νυνὶ δ’ οὐχ οὕτως ἔχει. τὰ μὲν γὰρ ἐν τοῖς ἀντιβαίνουσι
17. σώμασιν, ὅσα περ ἦν ἴδια τῆς οἰκείας διαφορᾶς,
1. ἅπαντι μορίῳ νεύρων μεταλαβόντι δυνατὸν αἰσθάνεσθαι,
2. διότι μηδὲ παθεῖν ἅπαν ὑπὸ τῆς τοῦ γηΐνου σώματος προσβολῆς
3. ἐπιτήδειόν ἐστιν. ἦν δ’ αὐτῶν πρώτη μὲν ἡ κατ’
4. ὀξύτητα καὶ ἀμβλύτητα, δευτέρα δ’ ἡ κατὰ θερμότητα
5. καὶ ψυχρότητα, κατὰ συμβεβηκὸς δ’ αἱ λοιπαὶ, μέγεθός
6. τε καὶ σχῆμα, καὶ κίνησις, καὶ ἀριθμὸς, αἳ καὶ μετὰ συλλογισμοῦ,
7. καὶ μνήμης, οὐ μόνον ἧς αἰσθήσεως ἐδείχθησαν
8. γινόμεναι κατά τε τὴν ἁφὴν καὶ τὴν ὄψιν ἐν τῇ περὶ τῆς
9. ἀποδείξεως πραγματείᾳ, καθ’ ἣν πρώτην ἀξιῶ γεγυμνάσθαι
10. τὸν ἀκριβῶς ἕπεσθαι τοῖς νῦν λεγομένοις ἐφιέμενον. ὥσπερ
11. δὲ τὰ τῆς ἁπτικῆς αἰσθήσεως αἰσθητὰ δι’ ἀντιβάσεως,
12. οὕτω τὰ τῆς γευστικῆς δι’ ὑγρότητός τε καὶ χυμῶν εἰς γνῶσιν
13. ἥκει. καὶ ἢν ξηρανθεῖσά ποτε τύχῃ σφοδρῶς ἡ γλῶττα, διαφθείρεται
14. τῶν χυμῶν ἡ διάγνωσις, μὴ δυναμένου τοῦ παθόντος
15. αὐτὸ διακρῖναι, τί μὲν ὀξὺ, τί δὲ πικρόν ἐστιν, ἢ
16. δριμὺ, τί δὲ αὐστηρὸν, ἢ στρυφνὸν, ἢ ὅλως στῦφον, ὥσπερ
17. οὐδὲ, τί μὲν γλυκὺ, τί δ’ ἁλμυρόν. ἐμφράξεως δὲ γενομένης
18. τῶν πόρων τῆς ῥινὸς, ἡ ἐκ τῶν ὀδμῶν αἴσθησις ἀπόλλυται,
1. καθάπερ γε καὶ ἡ τῶν φωνῶν, ἐὰν ἐμφραχθῇ τὰ
2. ὦτα, μὴ διϊκνουμένης εἰς ἑκάτερον τῶν ὀργάνων τῆς οἰκείας
3. ἀλλοιώσεως, εἰς μὲν τὸ ἀτμοειδὲς, ἐκ τῶν ὀδμῶν, (ἀτμὸς γὰρ
4. ἡ τούτων οὐσία,) εἰς δὲ τὸ ἀεροειδὲς ἐκ τῶν φωνῶν, ἐπειδὴ
5. καὶ τούτων ἀήρ ἐστιν ἡ οὐσία. ταῖς τοιαύταις ἐμφράξεσιν
6. ἀνάλογόν ἐστι καὶ τὸ τῶν ὀφθαλμῶν πάθημα· καλεῖται
7. δὲ ὑπόχυσις. ἐμφράττεται δὲ ἐν αὐτῷ τῆς ἡλιοειδοῦς αὐγῆς
8. ὁ κατὰ τὸν ῥαγοειδῆ χιτῶνα πόρος, ὡς μηκέτι συνάπτεσθαι
9. τὸ τῆς ὄψεως ἴδιον ὄργανον τῷ περιέχοντι τὸν ὅλον ὀφθαλμὸν
10. ἔξωθεν ἀέρι. τοῦτ’ οὖν αὐτὸ καὶ κατ’ ἐκείνην τὴν ῥῆσιν
11. ὁ Πλάτων ἐδήλωσεν, ἔνθα φησί· σωματοειδὲς δὴ καὶ ὁρατὸν
12. αὐτὸ τέλειον γενόμενον εἶναι, χωρισθὲν δὲ πυρὸς, οὐδὲν ἄν
13. ποτε ὁρατὸν γένοιτο, οὐδὲ ἁπτὸν ἄνευ τινὸς στερεοῦ· στερεὸν
14. δὲ οὐκ ἄνευ γῆς, ὅθεν ἐκ πυρὸς καὶ γῆς τὸ τοῦ
15. παντὸς σῶμα ἀρχόμενον συνιστᾷν ὁ θεὸς ἐποίει. ἐκ πυρὸς
16. γὰρ καὶ γῆς πεποιῆσθαί φησι τὸ σῶμα τοῦ παντὸς, ἵν’
17. ὁρατόν τε καὶ ἁπτὸν ᾖ. διὰ τοῦτ’ οὖν καὶ τὰ τῶν
18. ζώων σώματα, τὸ μὲν ἁπτικὸν ὄργανον γεῶδές ἐστι, τὸ δ’
1. ὀπτικὸν πυροειδὲς, ἅπερ ἀλλοιοῦσθαι μὲν ἠδύνατο καὶ
2. χωρὶς αἰσθήσεως, εἰ μὴ μετέσχεν νεύρων, αἰσθάνεται δὲ τῆς
3. ἀλλοιώσεως μετουσία τούτων. οὔκουν ἀλλοίωσίς ἐστιν ἡ
4. αἴσθησις, ὡς ἔνιοί φασιν, ἀλλὰ διάγνωσις ἀλλοιώσεως. οὐ
5. μὴν οὐδ’ ἀρκεῖ λείαν ἢ τραχεῖαν ἐν τῷ σώματι γενέσθαι
6. κίνησιν εἰς ἡδονῆς ἢ πόνου γένεσιν, ἀλλὰ χρὴ προσελθεῖν
7. αἴσθησιν ἑκατέρᾳ τῶν τοιούτων κινήσεων. εἰ δὲ καὶ τὴν
8. διάθεσιν αὐτὴν ἐθέλοις καλεῖν ὀδύνην ἢ πόνον, οὔ μοι
9. διαφέρει. μόνον γὰρ ἀξιῶ σε μεμνῆσθαι τοῦ διαφέρειν ἀλλήλων
10. τήν τε διάθεσιν, ἣν ἴσχει τὰ σώματα τῆς φύσεως
11. ἐξιστάμενα, καὶ τὴν αἴσθησιν αὐτῆς, ἐπεί τισί γε, καθάπερ
12. Ἱπποκράτει, κέκληταί ποθ’ ἡ αἴσθησις μόνη πόνος,
13. ἔνθα φησίν· ὁκόσοι πονέοντές τι τοῦ σώματος τὰ πολλὰ
14. τῶν πόνων οὐκ αἰσθάνονται, τούτοισιν ἡ γνώμη νοσεῖ. τοὺς
15. γὰρ βεβλαμμένους ὁτιοῦν μέρος οὕτως σφοδρῶς, ὡς, εἰ μὴ
16. παρεφρόνουν, ἀλγεῖν, ὠνόμασε πονοῦντας. ὅτε οὖν φησι.
17. ὀδύνη γίγνεται καὶ διὰ τὸ θερμὸν, καὶ διὰ τὸ ψυχρὸν,
18. καὶ διὰ τὸ πλέον, καὶ διὰ τὸ ἔλαττον, καὶ ἐν μὲν τοῖσιν
1. ἐψυγμένοισι τοῦ σώματος διὰ τὸ θερμὸν, ἐν δὲ τοῖσι
2. τεθερμασμένοισι διὰ τὸ ψυχρὸν, καὶ τοῖσι τὴν φύσιν διαφθειρομένοισιν
3. ὀδύναι γίγνονται, μὴ νομίσῃς αὐτὸν ἀλλοίωσίν τινα
4. βραχεῖαν φάναι, ἀλλὰ σφοδρᾶς ἀλλοιώσεως αἴσθησιν, ἥτις
5. αἴσθησις οὐ δύναται γενέσθαι χωρὶς τῆς τοῦ πάσχοντος σώματος
6. εἰς τὸ παρὰ φύσιν ἐξαλλαγῆς. ἡδέ γε βραχεῖα μεταβολὴ
7. τῶν σωμάτων αἴσθησιν μὲν ἐργάζεται διαγνωστικὴν τῆς
8. τοῦ ποιήσαντος δυνάμεως, ὅταν γ’ αἰσθητικὸν ὑπάρχῃ δηλονότι
9. τὸ ἀλλοιούμενον, ὀδύνην δ’ οὐδέπω παρέχει. πάσχει δ’ ἑτοίμως
10. τὰς βραχείας μεταβολὰς ἀπὸ τῶν ὁμογενῶν ἓν ἕκαστον.

Cliquer un n° de page pour en afficher l’image