Galenus. De placitis Hippocratis et Platonis (De plac. Hipp. et Plat.) [n° 033 Fichtner] [GalLat]

Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Doctrines d’Hippocrate et de Platon
The Doctrines of Hippocrates and Plato (PHP)
De Lacy, 2005.
De Hippocratis et Platonis placitis, 1823, vol. 5, p. 181-805. urn:cts:greekLit:tlg0057.tlg032.verbatim-lat1
De Lacy, 2005 (eng).

De Hippocratis et Platonis placitis, 7.7, ed. Kühn, 1823, vol. 5, p. 637-644. urn:cts:greekLit:tlg0057.tlg032.1st1K-grc1:7.7

11. Αὐτίκα γέ τοι τὸ τῆς ὄψεως ὄργανον, ἐπειδὴ
12. χρωμάτων ἐχρῆν αὐτὸ διαγνωστικὸν ὑπάρχειν, αὐγοειδὲς
13. ἐγένετο, μόνων τῶν τοιούτων σωμάτων ἀλλοιοῦσθαι πεφυκότων
14. ὑπὸ χρωμάτων, ὡς δηλοῖ καὶ ὁ περιέχων ἀὴρ, ἡνίκα
15. μάλιστα καθαρὸς ὑπάρχῃ, τηνικαῦθ’ ὑπὸ χρωμάτων ἀλλοιούμενος.
16. ἰδεῖν γοῦν ἔστιν, ὅταν ἐν ἀέρι τοιούτῳ τις ὑπὸ
17. δένδρῳ κατακείμενος ᾖ, τὸ τοῦ δένδρου χρῶμα περιεχόμενον
1. αὐτῷ. καὶ τὸ τοῦ τείχους δὲ χρῶμα πολλάκις ἀὴρ λαμπρὸς
2. ψαύσας ἐδέξατό τε καὶ διεκόμισεν ἐφ’ ἕτερον σῶμα, καὶ
3. μάλισθ’ ὅταν ᾖ τὸ χρῶμα κυανοῦν, ἢ ξανθὸν, ἢ ὁπωσοῦν
4. ἑτέρως εὐανθές. καὶ μὲν δὴ καὶ ὥσπερ ὑπὸ τῆς ἡλιακῆς
5. αὐγῆς αὐτῷ τῷ ψαῦσαι μόνον ὁ πᾶς ἀὴρ ἀθρόως ὁμοιοῦται,
6. κατὰ τὸν αὐτὸν τρόπον ὑπὸ τοῦ χρώματος αὐτίκα μεταβάλλεται.
7. ταυτὶ μὲν οὖν ὀρθότατα καὶ πρὸς Ἀριστοτέλους
8. εἴρηται περί τε τῆς παραχρῆμα μεταβολῆς τῶν οὕτως ἀλλοιουμένων,
9. ὡς κινδυνεύειν ἄχρονον εἶναι καὶ ἐπὶ ταύτην,
10. καὶ διότι πέφυκεν ὑπὸ χρωμάτων ὁ λαμπρὸς ἀὴρ ἀλλοιούμενος,
11. ἄχρι τοῦ τῆς ὄψεως ὀργάνου διαπέμπων τὴν ἀλλοίωσιν.
12. οὐ μὴν ὅπως γε τὴν θέσιν, ἢ τὸ μέγεθος, ἢ τὸ διάστημα
13. γνωρίζομεν ἑκάστου τῶν αἰσθητῶν, εἶπεν ὁ Ἀριστοτέλης.
14. ἀλλὰ καὶ συλλογιζόμενοι περὶ τὸ δόγμα πολλοὶ τῶν
15. ἀπ’ αὐτοῦ κατάφωροι γίγνονται ψευδόμενοι, μήτ’ ὀσμῶν,
16. μήτε φωνῶν συνενδεικνυμένων τὸν τόπον, ὅθεν ἥκουσιν, ὡς
17. ἐν τῷ πρώτῳ δέδεικται περὶ ἀποδείξεως. καὶ μὲν δὴ καὶ τὸ
18. διὰ τῶν κατόπτρων, ὅσα τε ἄλλα στιλπνὰ σώματα, ποτὲ
1. μὲν ἡμᾶς αὐτοὺς θεᾶσθαι, ποτὲ δὲ ἄλλους τινὰς ἐκ πλαγίων
2. ἢ ὄπισθεν, ὥσπερ τοῖς ἄλλοις ἅπασιν, πλὴν Πλάτωνος,
3. οὕτω καὶ Ἀριστοτέλει μάχεται, μόνου τοῦ χρώματος
4. δυναμένου κατ’ ἀνάκλασιν ἀπὸ τῶν ὁρωμένων ἐπὶ τὴν ἡμετέραν
5. ὄψιν ἀφικέσθαι, μορφῆς δ’ ἢ μεγέθους οὐκέτι.
6. μορφὴν μὲν γὰρ τῆς ποικιλίας τῶν περὶ τὰ μόρια σχημάτων
7. ἐργαζομένης, οὔτ’ ἐπινοῆσαι δυνατὸν, ἀπ’ αὐτῶν τινα γενέσθαι
8. προσβολὴν τοῖς κατόπτροις, οὔτ’, εἰ καὶ γένοιτο, χωρὶς
9. τοῦ κλασθῆναι τὴν ἀνάκλασιν ἐφ’ ἡμᾶς ἀφικέσθαι· πιθανώτερα
10. γὰρ ὅσον ἐπὶ τῷδε τὰ κατ’ Ἐπίκουρον εἴδωλα· τὸ
11. δὲ μέγεθος ἔτ’ ἀδυνατώτερον ἐγκαταβαίνειν τῇ κόρῃ.
12. καίτοι τοῦτό γε τὰς ἁπάντων τῶν ἄλλων καταβάλλον δόξας
13. ὥσπερ τι μικρὸν παρέρχονται, περὶ μὲν τοῦ διαστήματός τε
14. καὶ τῆς θέσεως ἐπιχειροῦντες σοφίζεσθαι, τὴν δὲ τοῦ μεγέθους
15. διάγνωσιν, ὅπως γίγνεται, παρερχόμενοι, καίπερ διαῤῥήδην
16. αὐτῶν ἀνατρέπουσαν τὰς δόξας. ἀδύνατον γὰρ αἰσθέσθαι
17. τοῦ μεγέθους τῶν ὁρατῶν ἄνευ τοῦ θεωρεῖσθαι τὸ
18. βλεπόμενον, ἐν ᾧπερ ἂν ὑπάρχῃ τόπῳ. καίτοι περὶ τῆς
19. ἀνακλάσεως, ἣν ἀπὸ τῶν αἰσθητῶν ἐφ’ ἡμᾶς ὁ Ἀριστοτέλης
1. ἥκειν λέγει, τῷ λόγῳ δοκεῖ μοι κατανενοηκέναι τὴν ἀτοπίαν,
2. οὐδαμόθι τολμῶν αὐτῇ χρῆσθαι, παρελκόμενος δ’ ὡς ἀπίθανον
3. ἀεί. καὶ γὰρ ὅπως ἡ ἶρις γίγνεται, καὶ ὅπως ἅλως
4. ἤτοι περὶ τὸν ἥλιον ἢ τὴν σελήνην, οἵ τ’ ἀνθήλιοι καὶ οἱ
5. προήλιοι καλούμενοι, τά τε διὰ τῶν κατόπτρων ὁρώμενα
6. διερχόμενος, εἰς ἀνάκλασιν ὄψεως ἀναφέρει πάντα, μηδενὶ
7. διαφέρειν λέγων, ἢ τὴν ὄψιν ἀνακλᾶσθαι νομίζειν, ἢ τὰς
8. ἀπὸ τῶν ὁρωμένων ἀλλοιώσεις τοῦ περιέχοντος ἡμᾶς ἀέρος,
9. ὁμοιότατον κατά γε τοῦτο σοφιζόμενος Ἀσκληπιάδῃ τῷ τῆς
10. ὁλκῆς ἀντὶ τοῦ τῆς φορᾶς ὀνόματι χρωμένῳ· τὸ γὰρ ἀπίθανον
11. τῆς φορᾶς ὑπειδόμενος ἐπετόλμησε τῇ μεταθέσει
12. τῆς προσηγορίας. οὕτως οὖν καὶ ὁ Ἀριστοτέλης, ἐπειδὴ
13. σαφῶς ἠπίστατο τὰ κατὰ μέρος ἀπιθάνους ἐρεῖν τὰς ὀπτικὰς
14. αἰτίας, εἰ φυλάττοι τὴν ἑαυτοῦ δόξαν, ἐπὶ τὴν ἀλλοτρίαν
15. ἀφίκετο, μηδὲν διαφέρειν λέγων, ὁποτέρως ἂν ἑρμηνεύῃ.
16. καίτοι δικαιότατ’ εἴποι πρὸς αὐτὸν ἄν τις· Εἰ μηδὲν διαφέρει
17. λέγειν οὕτως ἢ ἐκείνως, τί καταλιπὼν τὴν ἀληθῆ τε
1. καὶ σὴν δόξαν ἀλλοτρίᾳ χρῇ ψευδεῖ; εἰς γὰρ τοὐναντίον
2. σοι περιτραπήσεται τὸ σόφισμα, μηδεμίαν αἰτίαν εἰπόντι
3. τῆς ἀλόγου τῶν δογμάτων μεταλλαγῆς, ὥστε ὑποπτευθήσῃ
4. μᾶλλον ἢ πιστευθήσῃ. καὶ μὴν εἰ, διότι πιθανώτερόν σοι τὸ
5. λέγειν ἐστὶν, διὰ τοῦτο φαίης προσχρῆσθαι δόγμασιν ἀλλοτρίοις,
6. ἐρωτηθήσεται πάλιν αὐτοῦ τοῦ πιθανοῦ τὴν αἰτίαν.
7. εἰ γὰρ ἡ ψευδὴς δόξα τὰς κατὰ μέρος ἁπάσας αἰτίας πιθανωτέρας
8. ἔχει τῆς ἀληθοῦς, ἀπιστηθήσεται πάντ’ αὐτοῦ τὰ
9. τῶν προβλημάτων βιβλία. τὸ μὲν οὖν διὰ μέσου τοῦ ἀέρος
10. ὁρᾷν ἡμᾶς ἐναργές ἐστι καὶ πᾶσιν ὁμολογούμενον, ἡ ζήτησις
11. δὲ ἐπὶ τῷδε γίγνεται, πότερον ὡς δι’ ὁδοῦ τινος
12. μέσης ἀπὸ τῶν ὁρωμένων ἀφικνεῖταί τι πρὸς ἡμᾶς, ἢ τοιοῦτον
13. ὄργανον ὁ ἀήρ ἐστιν ἡμῖν εἰς τὴν τῶν ὁρατῶν διάγνωσιν,
14. οἷόν περ τὸ νεῦρον εἰς τὴν τῶν ἁπτῶν. οἴονται μὲν
15. οὖν οἱ πλεῖστοι, καὶ διὰ τοῦ νεύρου τὴν ἀπὸ τῶν προσπιπτόντων
16. ἀλλοίωσιν ἀναδιδομένην ἐπὶ τὸ τῆς ψυχῆς ἡγεμονικὸν
17. εἰς διάγνωσιν ἄγειν ἡμᾶς αὐτῶν, οὐκ ἐννοοῦντες, ὡς
18. οὐκ ἂν ἡ τῆς ὀδύνης αἴσθησις ἐγίγνετο κατὰ τὸ τεμνόμενον
1. ἢ θλώμενον ἢ καιόμενον μόριον, εἰ μὴ καὶ τῆς αἰσθήσεως
2. ἡ δύναμις ἦν ἐν αὐτοῖς. ἔχει δ’ ἐναντίως ἢ δοξάζουσιν
3. ἐκεῖνοι τὸ ἀληθές. αὐτό τε γὰρ τὸ νεῦρον ἐγκεφάλου μέρος
4. ἐστὶν, οἷόν περ ἀκρέμων ἢ βλάστημα δένδρου, τό τε μέρος,
5. εἰς ὃ ἐμφύεται, τὴν δύναμιν αὐτοῦ δεχόμενον εἰς ὅλον ἑαυτῷ
6. διαγνωστικὸν γίνεται τῶν ψαυόντων αὐτοῦ. παραπλήσιον
7. οὖν τι κᾀπὶ τοῦ περιέχοντος ἡμᾶς ἀέρος γίγνεται. πεφωτισμένος
8. γὰρ ὑφ’ ἡλίου τοιοῦτόν ἐστιν ἤδη τὸ τῆς ὄψεως
9. ὄργανον, οἷον τὸ παραγιγνόμενον ἐξ ἐγκεφάλου πνεῦμα·
10. πρὶν φωτισθῆναι δὲ κατὰ τὴν ὑπὸ τοῦ πνεύματος εἰς αὐτὸν
11. ἐκ τῆς βολῆς ἐναποτελουμένην ἀλλοίωσιν ὁμοιοπαθὲς ὄργανον
12. οὐ γίγνεται. μὴ τοίνυν ὡς διὰ βακτηρίας τοῦ πέριξ
13. ἀέρος ὁρᾷν ἡμᾶς οἱ Στωϊκοὶ λεγέτωσαν. ἡ γὰρ τοιαύτη
14. διάγνωσις ἀντιβαινόντων ἐστὶ σωμάτων κατὰ συλλογισμὸν,
15. ἔτι δὲ μᾶλλον οὐ πιλητοῦ αἰσθητικὴ ἡ τοῦ ὄμματος αἴσθησις
16. ἡμῖν ἐστιν, οὔτε τῆς σκληρότητος, ἢ μαλακότητος,
17. ἀλλὰ χρόας, καὶ μεγέθους, καὶ θέσεως, ὧν οὐδὲν ἡ
18. βακτηρία διαγνῶναι δύναται. πολὺ τοίνυν ἄμεινον, ὃ ἐν
1. ἐσφαλμένοις Ἐπίκουρος ἀπεφῄνατο τῶν Στωϊκῶν. ἐκεῖνοι
2. μὲν γὰρ τῶν ὁρατῶν οὐδὲν ἄγουσιν ἄχρι τῆς ὀπτικῆς δυνάμεως·
3. ὁ δ’ Ἐπίκουρος, καὶ πολύ γε τούτου κρεῖττον Ἀριστοτέλης,
4. οὐκ εἴδωλον σωματικὸν, ἀλλὰ ποιότητα δι’ ἀλλοιώσεως
5. τοῦ πέριξ ἀέρος ἀπὸ τῶν ὁρατῶν ἄγων ἄχρι τῆς
6. ὄψεως. εὐλαβήθη γὰρ ὅλως αἰσθητικὸν ποιῆσαι τὸν πέριξ
7. ἀέρα, καίτοι τήν γε σάρκα σαφῶς ὁρῶν αἰσθητικὴν γιγνομένην
8. ἐκ τῆς ἀφικνουμένης εἰς αὐτὴν ἀπὸ τῆς ἀρχῆς δυνάμεως.
9. τί δὲ χαλεπόν ἐστι τὴν ἡλιακὴν αὐγὴν αἰσθητικὴν
10. ὑποθέσθαι, οἷον μάλιστα τὸ κατὰ τοὺς ὀφθαλμοὺς πνεῦμα
11. τὸ παραγόμενον ἐξ ἐγκεφάλου προδήλως ὁρᾶται; καὶ γὰρ
12. φωτοειδές ἐστιν. εἰ δὲ καὶ περὶ ψυχῆς οὐσίας ἀποφῄνασθαι
13. χρὴ, δυοῖν θάτερον ἀναγκαῖον εἰπεῖν, ἤγουν εἶναι τὸ οἷον
14. αὐγοειδές τε καὶ αἰθερῶδες σῶμα λεκτέον αὐτὴν,
15. εἰς ὃ, κᾂν μὴ βούλωνται, κατ’ ἀκολουθίαν ἀφικνοῦνται Στωϊκοί
16. τε καὶ Ἀριστοτέλης, ἢ αὐτὴν μὲν ἀσώματον ὑπάρχειν οὐσίαν,
17. ὄχημά τε τὸ πρῶτον αὐτῆς εἶναι τουτὶ τὸ σῶμα, δι’ οὗ
18. μέσου τὴν πρὸς τἄλλα σώματα κοινωνίαν λαμβάνει. τοῦτο
1. μὲν οὖν αὐτὸ δι’ ὅλου λεκτέον ἡμῖν ἐκτετάσθαι τοῦ ἐγκεφάλου,
2. τῇ δέ γε πρὸς αὐτὸ κοινωνίᾳ τὸ κατὰ τὰς ὄψεις
3. αὐτῶν πνεῦμα φωτοειδὲς γίγνεσθαι.

Cliquer un n° de page pour en afficher l’image