Galenus. De placitis Hippocratis et Platonis (De plac. Hipp. et Plat.) [n° 033 Fichtner] [GalLat]

Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Doctrines d’Hippocrate et de Platon
The Doctrines of Hippocrates and Plato (PHP)
De Lacy, 2005.
De Hippocratis et Platonis placitis, 1823, vol. 5, p. 181-805. urn:cts:greekLit:tlg0057.tlg032.verbatim-lat1
De Lacy, 2005 (eng).

De Hippocratis et Platonis placitis, 7.8, ed. Kühn, 1823, vol. 5, p. 644-647. urn:cts:greekLit:tlg0057.tlg032.1st1K-grc1:7.8

4. Περὶ μὲν |οὖν τῆς Ἀριστοτέλους τε καὶ τῶν
5. Στωϊκῶν δόξης ὀλίγον ἀναβάλλομαι, τὸ δὲ τὴν αἴσθησιν
6. τῶν αἰσθητῶν γίγνεσθαι δι’ ἀλλοιώσεώς τε καὶ διαγνώσεως
7. ἐξ ὧν εἶπον δῆλον. ἀλλοιοῦται μὲν οὖν τὸ τῆς αἰσθήσεως
8. ὄργανον, ἡ διάγνωσις δ’ αὐτοῦ τῆς ἀλλοιώσεως γίγνεται ἐκ
9. μιᾶς δυνάμεως κοινῆς πάντων τῶν αἰσθητηρίων ἐκ τῆς ἀρχῆς
10. ἐπιῤῥεούσης. τὴν δὲ ἀρχὴν αὐτῶν εἴτε κοινὴν αἴσθησιν,
11. εἴτε πρῶτον αἰσθητικὸν ἐθέλοις ὀνομάζειν, οὐ διοίσει. καὶ
12. ταύτην ἔδειξεν ὁ πρόσθεν λόγος ἐγκέφαλον οὖσαν, ἀφ’ οὗ
13. πάντα τὰ μόρια αἴσθησίν τε καὶ κίνησιν ἔχει, καθηκόντων
14. ἑτέρων μὲν νεύρων εἰς τὰ τῶν αἰσθήσεων ὄργανα διαγνώσεως
15. ἕνεκα τῶν αἰσθητῶν, ἑτέρων δὲ τῶν κινούντων αὐτὰ,
16. τά γε κινεῖσθαι δεόμενα, καθάπερ ὀφθαλμούς τε καὶ γλῶτταν
17. καὶ ὦτα. καὶ γὰρ οὖν καὶ ταῦτα τοῖς πλείστοις τῶν
18. ζώων κινεῖται, μυῶν τῶν ἐν τῇ κεφαλῇ περιλαμβανόντων
1. αὐτὰ, δι’ ὧν αἱ καθ’ ὁρμὴν ἅπασαι κινήσεις τοῖς ζώοις
2. εἰσίν. ἐξ ὧν ἁπάντων μαρτυρεῖται, προσηκόντως εἰρῆσθαι, τὸν
3. ἐγκέφαλον ἀρχὴν εἶναι τοῦτο μὲν αἰσθήσεως ἁπάσης τοῖς
4. ζώοις, τοῦτο δὲ τῆς καθ’ ὁρμὴν κινήσεως. εἰ δέ γε μὴ διὰ
5. ταῦτα, τίνος ἕνεκα ἄλλου γέγονεν; ἢ διότι τὰς μήνιγγας
6. ἔξωθεν αὐτῷ περιέτεινεν ἡ φύσις, εἴ περ ἐν ἐκείναις μέν
7. ἐστιν ἡ τῆς ψυχῆς ἀρχὴ, μάτην ἐγκέφαλος ἐγένετο; διὰ τί
8. δ’ ἑκάστη τῶν κοιλιῶν αὐτοῦ τιτρωσκομένη κίνδυνον ὀξύτατον
9. ἐπιφέρει; διὰ τί δ’ ἀπ’ αὐτοῦ πάντα πέφυκε τὰ νεῦρα
10. καὶ ὁ νωτιαῖος μυελός; ὃς ὅτι μὲν ἀποβλάστημα τῆς κατὰ
11. τὸν ἐγκέφαλον οὐσίας ἐστὶν, ἐναργῶς φαίνεται διὰ τῶν ἀνατομῶν,
12. ὡς μηδὲ τοὺς μαγείρους ἀγνοεῖν. ὁποίαν δέ τινα
13. τὴν δύναμιν ἔχει, μάθοις ἂν ῥᾳδίως, εἰ πρότερον μὲν ἐπὶ τὴν
14. ἀνατομὴν ἀφικόμενος ἴδοις ἀπ’ αὐτοῦ νεῦρα φυόμενα τὸν
15. ἀριθμὸν ἑξήκοντά που, καταμάθοις δ’ ἑκάστου τὴν χρείαν,
16. ἐνδειξαμένης τῆς κατασκευῆς αὐτῶν ἅμα τοῖς γιγνομένοις
17. πάθεσιν ἐπὶ ταῖς τομαῖς. ἡ μέν γε κατασκευὴ παραπλησία
18. τοῖς ἀπ’ ἐγκεφάλου φυομένοις, τῆς μὲν οἷον ἐντεριώνης
1. ἑκάστου τῶν νεύρων ἀπ’ αὐτοῦ τοῦ νωτιαίου βλαστανούσης,
2. ἐν κύκλῳ δ’ αὐτὸ τῶν μηνίγγων περιλαμβανουσῶν.
3. ἔχει γὰρ δὴ καὶ ὁ νωτιαῖος ὁμοίως ἐγκεφάλῳ τὰς μήνιγγας
4. ἕνεκα τῆς αὐτῆς χρείας, ἃς εἰ καὶ περιέλοις ἑκάστου τῶν
5. ἀποφυομένων νεύρων, οὐδὲν βλάπτεται τὸ μέλος, εἰς ὃ τὸ
6. νεῦρον ἐμφύεται, μαρτυροῦντος καὶ τοῦδε τοῦ φαινομένου,
7. σκεπάσματα μὲν εἶναι τὰς μήνιγγας ἐγκεφάλου τε καὶ νωτιαίου,
8. τὴν δὲ τῆς αἰσθήσεώς τε καὶ κινήσεως δύναμιν ἐν
9. τοῖς ὑπ’ αὐτῶν περιεχομένοις ὑπάρχειν. ὅταν οὖν διατέμῃς
10. τὴν ἐντεριώνην τοῦ νεύρου, παραχρῆμα τὸ μέλος, εἰς ὃ τὸ
11. νεῦρον ἀφικνεῖται, φαίνεται παντάπασιν ἀναίσθητόν τε καὶ
12. ἀκίνητον. ὅτι δὲ καὶ ὁ νωτιαῖος αὐτὸς ἀπ’ ἐγκεφάλου τὴν
13. ἀρχὴν ἔχει τῶν δυνάμεων, εὔδηλον ἐκ τοῦ, διατμηθέντος
14. αὐτοῦ καθ’ ὁτιοῦν μέρος, ὅσον μὲν ἀνωτέρω τῆς τομῆς ἐστιν,
15. ὑγιὲς διαφυλάττεσθαι, τοῦ κατωτέρω δὲ τὴν αἴσθησιν ἀπόλλυσθαι
16. παραχρῆμα καὶ τὴν κίνησιν, ἁπάντων τῶν ἀπ’ αὐτοῦ
17. λαμβανόντων τὰ νεῦρα μυῶν ἀναισθήτων τε καὶ ἀκινήτων
18. γιγνομένων. Ἐρασίστρατος μὲν οὖν, εἰ καὶ μὴ πρόσθεν,
1. ἀλλ’ ἐπὶ γήρως γε τὴν ἀληθῆ τῶν νεύρων ἀρχὴν κατενόησεν.
2. Ἀριστοτέλης δὲ, μέχρι παντὸς ἀγνοήσας, εἰκότως ἀπορεῖ
3. χρείαν εἰπεῖν ἐγκεφάλου. τίνα δ’ ἐστὶν, ἃ λέγει, καὶ ὅπως
4. ἐξελέγχεται, μαθεῖν ἔνεστί σοι τὸ περὶ χρείας μορίων ὄγδοον
5. ὑπόμνημα τῆς ἡμετέρας πραγματείας ἀναγνόντι, καθάπερ γε
6. καὶ ὅτι τούτων ἁπάντων τῶν δογμάτων ὧν διῆλθον Ἱπποκράτης
7. ἐστὶν ἡγεμὼν, ἐν ἄλλοις τέ τισι κᾀν τοῖς περὶ
8. Ἱπποκράτους ἀνατομῆς ὑπομνήμασι δέδεικται. διὸ καὶ νῦν
9. οὐ γέγραφα τὰς ῥήσεις, ὥσπερ τὰς Πλάτωνος, ὅπως μὴ δὶς
10. ὑπὲρ τῶν αὐτῶν λέγοιμι. τῶν Πλάτωνος δὲ κατ’ ἄλλην
11. οὐδεμίαν μεμνημονευκὼς πραγματείαν, εἰκότως ἐν τῇδε
12. παρεθέμην.

Cliquer un n° de page pour en afficher l’image