ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΚΑΘ’ ΠΙΠΟΚΡΑΤΗΝ
ΚΑΙ ΠΛΑΤΩΝΑ ΔΟΓΜΑΤΩΝ ΒΙΒΛΙΟΝ
ΟΓΔΟΟΝ.
1. Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
2. ἐπισκέψασθαι προθέμενοι, πρῶτον μὲν ἐδιδάξαμεν,
3. ἀναγκαιότατον ὑπάρχειν ἰατρικῇ τε καὶ φιλοσοφίᾳ, εἴτε
4. πλείους εἰσὶ δυνάμεις αἱ διοικοῦσαι τὸν ἄνθρωπον, εἴτε
5. μία, βεβαίως ἐξευρεῖν· ἐφεξῆς δ’ ἐπὶ τὴν ζήτησιν αὐτῶν
6. τραπόμενοι κατὰ τὸν ἀποδεικτικὸν νόμον, ἔννοιαν ὁμολογουμένην
7. ἔφαμεν εἶναι τοῦ τῆς ψυχῆς ἡγεμονικοῦ τὸ κατάρχον
1. αἰσθήσεώς τε καὶ κινήσεως τῆς κατὰ προαίρεσιν, οὐδὲν ὡς
2. πρὸς τὰ παρόντα διαφέροντος, ἢ κατὰ προαίρεσιν, ἢ καθ’
3. ὁρμὴν εἰπεῖν. εὔδηλον δὲ, ὅτι ἕτεραι μέν εἰσιν αἱ κινήσεις
4. ἐκτεινόντων τε καὶ συστελλόντων τὰ κῶλα, βαδιζόντων τε
5. καὶ τρεχόντων, ἑστώτων τε καὶ καθημένων, ὅσα τ’ ἄλλα τοιαῦτα
6. πραττόντων, ἕτεραι δ’ αἱ κατὰ τὴν καρδίαν τε καὶ
7. τὰς ἀρτηρίας, οὐ κατὰ τὴν ἡμετέραν προαίρεσιν ἀποτελούμεναι,
8. καθάπερ καὶ τρίτον ἄλλο γένος κινήσεων, αἱ περὶ
9. τὴν τῆς τροφῆς οἰκονομίαν. ἀλλ’ ἀπό γε τῶν προαιρετικῶν
10. ἀρξάμενοι, καθ’ ἃς καὶ τὸ καλούμενον ἰδίως ἡγεμονικόν
11. ἐστι τῆς ψυχῆς, ἕνα λόγον ἐδείκνυμεν ἠρωτῆσθαι μόνον
12. ἐπιστημονικῶς, ἀπ’ αὐτοῦ τοῦ ζητουμένου τῆς οὐσίας ἔχοντα
13. τὰς προτάσεις, ὄντα τοιοῦτον· ὅπου τῶν νεύρων ἡ ἀρχὴ, ἐνταῦθα
14. καὶ τὸ τῆς ψυχῆς ἡγεμονικόν. αὕτη μὲν ἡ τοῦ λόγου
15. κυριωτάτη πρότασις ὡμολογημένη πᾶσιν ἰατροῖς τε καὶ φιλοσόφοις.
16. ἡ δ’ οἷον πρόσληψις αὐτῆς ἀληθὴς μὲν, ἡ
17. ἀρχὴ τῶν νεύρων ἐν τῷ ἐγκεφάλῳ, ψευδὴς δὲ, ἡ ἀρχὴ τῶν
18. νεύρων ἐν τῇ καρδίᾳ, γράφειν μὲν ταύτην τὴν πρότασιν
1. ἢ καὶ λέγειν τοῖς ἀπείροις ἀνατομῆς δυναμένου τινὸς, οὐ
2. μὴν δεῖξαί γε δυναμένου. πάντα γὰρ ἐν τοῖς ζώοις τὰ
3. μόρια νεύρων μετέχει, τὰ μὲν ἄντικρυς ἐξ ἐγκεφάλου παραγιγνομένων
4. εἰς αὐτὰ, τὰ δὲ διὰ μέσου τοῦ νωτιαίου. πρῶτοι
5. οὖν μακρολογίας αἴτιοι κατέστησαν οἱ καταψευσάμενοι τῶν
6. φαινομένων, οὐχ Ἱπποκράτης, ἢ Ἐρασίστρατος, ἢ Εὔδημος,
7. ἢ Ἡρόφιλος, ἢ Μαρῖνος, οἱ μετὰ τοὺς παλαιοὺς ἐν τῷ
8. μεταξὺ χρόνῳ τὴν ἀνατομικὴν θεωρίαν ἠμελημένην ἀνακτησάμενοι·
9. ὡς, εἴ γε τὸ φαινόμενον ἐκ τῆς ἀνατομῆς εἶπον,
10. οὐκ ἂν ἐμακρολογοῦμεν, δι’ ἀποδείξεως μιᾶς εὑρημένου τοῦ
11. ζητουμένου. μακροτέρων οὖν λόγων ἐδεήθημεν εὐθὺς
12. ἐν τῷ πρώτῳ βιβλίῳ διὰ τοὺς, ἃ μηδ’ ὅλως εἶδον, ὡς ἀκριβῶς
13. ἰδόντας ἐπιχειρήσαντας γράφειν, ἠναγκάσθημέν τε καὶ
14. νεύρων καὶ ἀρτηριῶν ἀνατομὴν ἐπὶ κεφαλαίων ἐν αὐτῷ
15. διελθεῖν. ἐν δὲ τῷ δευτέρῳ βιβλίῳ τῶν ἠρωτημένων λόγων
16. περὶ ψυχῆς ἡγεμονικοῦ τοὺς πιθανωτάτους ἀπεδείξαμεν, οὐ
17. κατὰ τὴν ἀποδεικτικὴν μέθοδον ὑπ’ αὐτῶν συντεθέντας,
1. ἀλλὰ τοὺς μὲν ἐγγὺς αὐτῶν, οὓς διαλεκτικοὺς ἔθος ἐστὶν
2. Ἀριστοτέλει καλεῖν, ἐνίους δὲ ποῤῥώτερον, οὓς διαιροῦμεν
3. εἴς τε τοὺς ῥητορικοὺς καὶ τοὺς σοφιστικούς. ἔπραξα δὲ
4. τοῦτο καὶ τοῦ ὑποκειμένου μὲν ἕνεκεν αὐτοῦ, καὶ διὰ τοὺς
5. ἑταίρους δὲ βουλομένους ἐκ παραλλήλου τῶν λόγων ἔχειν
6. τὰς διαφορὰς ἐφ’ ἑνὸς προβλήματος, ἐσομένης τῆς γυμνασίας
7. ταύτης εἰς πολλὰ χρησίμης. ἐπεὶ δὲ καὶ τοιοῦτόν τινα λόγον
8. ὁ Χρύσιππος ἔγραψεν· ἔνθα τὰ πάθη τῆς ψυχῆς, ἐνταῦθα
9. καὶ τὸ ἡγεμονικόν· τὰ δὲ πάθη τῆς ψυχῆς ἐν καρδίᾳ· ἐν
10. ταύτῃ ἄρα καὶ τὸ ἡγεμονικόν· ἐδείκνυον αὐτὸ τὸ ζητούμενον
11. αὐτὸν ἐν τῷ κυριωτάτῳ λήμματι λαμβάνοντα. Πλάτωνος
12. γὰρ εἰρηκότος, ἐν μὲν τῇ κεφαλῇ τὸ λογιστικὸν
13. ὑπάρχειν, ἐν δὲ τῇ καρδίᾳ τὸ θυμοειδὲς, ἐν ἥπατι δὲ τὸ
14. ἐπιθυμητικὸν, ἐχρῆν αὐτὸν ἐλέγξαι πρότερον, ὅσα κατασκευάζων
15. ἑαυτοῦ τὸ δόγμα διῆλθεν ὁ Πλάτων, οὐχ ἁπλῶς ἀποφῃνάμενον
16. ἀξιοπιστοτέραν| ἡγεῖσθαι τὴν ἰδίαν ἀπόφασιν
17. τῶν ὑπὸ Πλάτωνος εἰρημένων λόγων. ἐδείκνυον δὲ καὶ ὡς
1. οὐδ’ ἐπεχείρησέ που τῶν ἑαυτοῦ συγγραμμάτων ὁ Χρύσιππος
2. ἀντειπεῖν τοῖς τοῦ Πλάτωνος λόγοις. ἅπαντες μὲν οὖν ὅσοι
3. μηδέπω φιλοσοφίας ἦσαν ἡμμένοι γεωμέτραι, καὶ ἀριθμητικοὶ,
4. καὶ λογιστικοὶ, καὶ ἀστρονόμοι, καὶ ἀρχιτέκτονες,
5. ἔτι τε μουσικοὶ, καὶ γνωμονικοὶ, καὶ ῥητορικοὶ, καὶ γραμματικοὶ,
6. καὶ ὅλως εἴ τις ἐν τέχνῃ λογικῇ γεγύμναστο, πίστιν
7. βεβαίαν ἔσχον, ἐξηλέγχθαι μὲν τοὺς τῶν ἄλλων λόγους,
8. ὅσους ἐγεγράφεσαν ὑπὲρ ἡγεμονικοῦ ψυχῆς, ἀληθεῖς δ’ εἶναι
9. τοὺς Ἱπποκράτους καὶ Πλάτωνος. ἐπεὶ δὲ τὰ τοῦ Χρυσίππου
10. βιβλία περὶ παθῶν γεγραμμένα, καὶ οἱ ἀπ’ ἐκείνου,
11. ὡς ἐν ἐκείνοις ἀπέδειξεν ὁ ἀνὴρ, ἐν τῷ λογιστικῷ τῆς
12. ψυχῆς εἶναι τὰ πάθη, τοὺς θυμοὺς, καὶ τοὺς φόβους, καὶ
13. τὰς λύπας, ὅσα τ’ ἄλλα τοιαῦτα, δι’ ἐκείνους ἠναγκάσθην
14. ἐπιδεικνύναι μὴ μόνον ψευδῶς εἰρηκότα πολλὰ κατὰ τὰ
15. περὶ τῶν παθῶν βιβλία τὸν Χρύσιππον, ἀλλὰ καὶ μαχόμενα
16. αὐτῷ. καὶ κατὰ τοῦτο προσέθηκα τοῖς πρώτοις δύο βιβλίοις
17. ἕτερα τρία, δείξας εὐθέως ἐν αὐτοῖς, ὅτι καὶ Ποσειδώνιος
18. ὁ ἐπιστημονικώτατος τῶν Στωϊκῶν διὰ τὸ γεγυμνάσθαι κατὰ
19. γεωμετρίαν ἀπέστη τε τοῦ Χρυσίππου καὶ δείκνυσιν ἐν τῇ
1. περὶ παθῶν πραγματείᾳ διοικουμένους ἡμᾶς ὑπὸ τριῶν
2. δυνάμεων, ἐπιθυμητικῆς τε καὶ θυμοειδοῦς καὶ λογιστικῆς.
3. τῆς δ’ αὐτῆς δόξης. ὁ Ποσειδώνιος ἔδειξεν εἶναι
4. καὶ τὸν Κλεάνθην. καὶ μέντοι καὶ τὸν περὶ τῶν ἀρετῶν λόγον
5. ἐπὶ ταύταις ταῖς ἀρχαῖς ὀρθῶς φησι περαίνεσθαι, καὶ δείκνυσιν
6. αὐτὸ τοῦτο διὰ μεγάλης πραγματείας ἰδίᾳ γεγραμμένης
7. αὐτῷ. ὥστ’ οὐκ ἐγὼ τοῦ μήκους τῶν λόγων αἴτιος,
8. ἀλλ’ οἱ προπετῶς ἐπαινοῦντες τὰ γεγραμμένα Χρυσίππῳ
9. περί τε τοῦ τῆς ψυχῆς ἡγεμονικοῦ καὶ |περὶ παθῶν, ἃ
10. πάντ’ ἐγνώκειν ἐγὼ παρελθεῖν ἐάσας ἀνέλεγκτα. θεοὺς δ’
11. ἅπαντας ἐπικαλοῦμαι μάρτυρας, ὡς τοὺς ἀναισχύντους τῶν
12. λόγων ἐλέγχους αὐτὸς αἰδοῦμαι, βέλτιον εἶναι νομίζων
13. ἀγνοεῖσθαι τοῖς πολλοῖς αὐτοὺς, ὅπως μὴ βλάπτοιντο θεώμενοι
14. φιλοσόφους ἄνδρας, ἃ μηδέποτ’ εἶδον, ὡς ἰδόντας
15. γράφοντας· ἧττον γὰρ αἰδοῦνται καὶ αὐτοὶ φωραθῆναι
16. ψευδόμενοι. αἰδεσθῆναι δ’ ἔστι καὶ οἳ μὴ γινώσκουσιν,
17. ἐν φιλοσοφίᾳ γεγηρακότες ἄνδρες, ὡς εἷς μόνος οὗτος ἠρώτηται
18. λόγος ἀποδεικτικῷ νόμῳ περὶ ψυχῆς ἡγεμονικοῦ, καθ’
1. ὃν ἡ μὲν ἀληθὴς πρόσληψίς ἐστιν, ἐγκέφαλον εἶναι τῶν
2. νεύρων ἀρχὴν, ἡ ψευδὴς δὲ, τὴν καρδίαν. ὥστε οὐ μόνον ἐν
3. πέντε βιβλίοις οὐκ ἦν ἀνάγκη γραφῆναι τὸν περὶ ψυχῆς
4. ἡγεμονικοῦ λόγον, ἀλλ’ οὐδὲ δι’ ἑνὸς ὅλου πρός γε τοὺς
5. μεμαθηκότας, ὁποῖόν τι πρᾶγμά ἐστιν ἀπόδειξις ἐπιστημονικὴ,
6. προσήκουσα μὲν, ὡς ἐγώ φημι, φιλοσόφοις μᾶλλον,
7. ἢ γεωμέτραις, ἀριθμητικοῖς τε καὶ λογιστικοῖς, ἀστρονόμοις
8. τε καὶ ἀρχιτέκτοσιν, οὐ μὴν ἠσκημένοις γ’ αὐτοῖς, ὥσπερ
9. ἐκείνοις. διὰ τοῦτ’ οὖν Εὐκλείδης μὲν ἑνὶ θεωρήματι τῷ
10. πρώτῳ κατὰ τὸ τῶν φαινομένων βιβλίον ἐπέδειξε δι’ ὀλιγίστων
11. ἐπῶν, τὴν γῆν μέσην εἶναι τοῦ κόσμου, καὶ σημείου καὶ
12. κέντρου λόγον ἔχειν πρὸς αὐτὸν, ἣν οἱ μαθόντες οὕτω
13. πιστεύουσι τῷ συμπεράσματι τῆς ἀποδείξεως, ὡς καὶ τὸ τὰ
14. δὶς δύο τέτταρα εἶναι. τῶν φιλοσόφων δ’ ἔνιοι τοιαῦτα
15. ληροῦσι περὶ μεγέθους τε καὶ θέσεως γῆς, ὡς αἰδεσθῆναί
16. τινα περὶ τοῦ παντὸς ἐπιτηδεύματος. ὅπου γὰρ οἱ μὲν ἀεὶ
17. παρακελευόμενοι μηδὲν μήτε πράττειν μήτε λέγειν προπετῶς
18. ἔργῳ φαίνονται τοιοῦτοι, τῶν δ’ εἰρημένων ἄνωθεν
1. ἀντιτεχνιτῶν οὐδεὶς μὲν ἑαυτὸν νομίζει σοφὸν, ὡς ἐκεῖνοι,
2. ταῖς δ’ ἀποδείξεσι προσηκόντως χρῶνται, μηδαμόθεν μαχόμενοι,
3. μηδὲ διαφωνοῦντες ἀλλήλοις, μηδὲ ἀναισχύντως ἀποφαινόμενοι
4. περὶ ὧν οὐκ ἴσασι, πῶς οὐκ ἄν τις αἰδεσθείη
5. περὶ παντὸς τοῦ τῆς φιλοσοφίας ἐπιτηδεύματος; οὕτως γοῦν
6. ὁ ἀληθὴς λόγος ἐστὶ βραχὺς, ὡς ἐγὼ δείξω σοι δι’ ὀλίγων
7. συλλαβῶν περαινόμενον αὐτὸν ὄντα τοιοῦτον· ἔνθα τῶν
8. νεύρων ἡ ἀρχὴ, ἐνταῦθα τὸ ἡγεμονικόν· ἡ δ’ ἀρχὴ τῶν
9. νεύρων ἐν ἐγκεφάλῳ ἐστίν· ἐνταῦθα ἄρα τὸ ἡγεμονικόν. εἷς
10. μὲν οὗτος ὁ λόγος ἐννέα καὶ τριάκοντα συλλαβῶν, ὅπερ ἐστὶ
11. δυοῖν καὶ ἡμίσεως ἐπῶν ἑξαμέτρων. ἕτερος δ’ ἐστὶν πέντε
12. τῶν πάντων ἐπῶν· ἔνθα τὰ πάθη τῆς ψυχῆς ἐπιφανέστερον
13. κινεῖ τὰ μόρια τοῦ σώματος, ἐνταῦθα τὸ παθητικὸν
14. τῆς ψυχῆς ἐστιν· ἀλλὰ μὴν ἡ καρδία φαίνεται μεγάλην
15. ἐξαλλαγὴν ἴσχουσα τῆς κινήσεως ἐν θυμοῖς καὶ φόβοις· ἐν
16. ταύτῃ ἄρα τὸ παθητικὸν τῆς ψυχῆς ἐστιν. εἰ δὲ συνθείης
17. ὡδὶ τούτους τοὺς δύο λόγους, οὐ πλείονες τῶν ὀκτὼ ἑξαμέτρων
18. τὸ συγκείμενον ἐξ αὐτῶν πλῆθος ἔσται. τίνες οὖν
1. αἴτιοι τοῦ πέντε βιβλία γραφῆναι περὶ τούτων, ἃ διὰ ὀκτὼ
2. στίχων ἡρωϊκῶν ἐπιστημονικὴν ἀπόδειξιν εἶχεν; οὐχ ἡμεῖς
3. δήπουθεν, ἀλλ’ οἱ μὴ βουλόμενοι γραμμικαῖς χρῆσθαι ἀποδείξεσι
4. φιλόσοφοι, περὶ ὧν ἔφην αἰδεῖσθαι. τίνες δὲ αἴτιοι
5. τοῦ καὶ τὸ ἕκτον βιβλίον ἐπ’ αὐτοῖς γραφῆναι περὶ τῆς τρίτης
6. ἀρχῆς, μακροτέρου μὲν λόγου δεομένης, οὐ μὴν
7. ὥσθ’ ὅλον ἓν πληρωθῆναι βιβλίον; οἱ μὴ γεγυμνασμένοι
8. γραμμικῶν ἀποδείξεων ἀκούειν, ἐπεί τοι καὶ τούτου τοῦ
9. σκέμματος ἐν ὀλίγοις κεφαλαίοις ἐστὶν ἡ ἀπόδειξις. ἐδείχθη
10. γὰρ ἔν τε τοῖς φυτοῖς τὰ παχύτατα μέρη τῆς ἀρχῆς αὐτῶν
11. ἐκφυόμενα, καὶ τῶν προδεδειγμένων δυοῖν ἀρχῶν, τῆς τῶν
12. νεύρων καὶ τῶν ἀρτηριῶν, τὰ μὲν οἷον στελέχη πρὸς ταῖς
13. ἀρχαῖς εἶναι, τὰ δὲ ἀνάλογον κλάδοις ἐν τῷ προϊέναι τὰ
14. στελέχη γεννώμενα. τοῦτο μὲν ἓν λῆμμα δι’ ἐναργῶν ἀποδείξεων
15. ἐδείχθη· δεύτερον δὲ ἐπ’ αὐτῷ, τῆς φυτικῆς ἐν ἡμῖν
16. δυνάμεως, ἣν κοινὴν ἔχομεν πρὸς τὰ φυτὰ, τὰς φλέβας
17. ὑπάρχειν ὄργανα, καθηκουσῶν μὲν εἴς τε τὴν γαστέρα καὶ
18. τὰ ἔντερα λεπτῶν φλεβῶν, ὥσπερ εἰς τὴν γῆν αἱ ῥίζαι τῶν
1. δένδρων, ἁπασῶν δὲ ἀπὸ μιᾶς φλεβὸς πεφυκυιῶν, τῆς ἐπὶ
2. πύλαις ἥπατος, αὖθις δὲ ἐκ τοῦ ἥπατος ἐκφυομένης
3. μεγίστης φλεβὸς, ἣν κοίλην ὀνομάζουσιν, ἧς ὥσπερ κλάδοι
4. τινὲς σχίζονται φλέβες ἄλλαι πάντη τοῦ σώματος φερόμεναι.
5. ἐξ ὧν ἐπεραίνετο ἡ τῶν φλεβῶν ἀρχὴ τὸ ἧπαρ ὑπάρχειν, ᾧ
6. πάλιν εἵπετο, καὶ τῆς κοινῆς πρὸς τὰ φυτὰ δυνάμεως ἀρχὴν
7. εἶναι τοῦτο τὸ σπλάγχνον, ἥντινα δύναμιν ὁ Πλάτων ἐπιθυμητικὴν
8. ὀνομάζει. αὕτη μὲν ἀπόδειξις μία τοῦ τὸ ἧπαρ
9. ἀρχὴν εἶναι τῆς ἐπιθυμητικῆς δυνάμεως καὶ τῶν φλεβῶν·
10. ἑτέρα δ’ ἐκ τοῦ μηδὲν ἄλλο μόριον εὑρίσκεσθαι κατὰ τό
11. ζῶον, ᾧ συμφυεῖς εἰσιν αἱ φλέβες ἅπασαι, λαμβανομένη.
12. τὴν γὰρ ἐκ τῶν κυρτῶν τοῦ ἥπατος ἐκφυομένην φλέβα τὴν
13. κοίλην ἔνιοί φασι τῆς δεξιᾶς ἐν τῇ καρδίᾳ κοιλίας ἐκπεφυκέναι.
14. εἴπερ οὖν ἀπ’ ἐκείνης ἀνάλογον κλάδοις αἱ κατὰ τὸ
15. σῶμα πᾶν ἀποσχίζονται φλέβες, εἴη ἂν ἁπασῶν αὐτῶν ἀρχὴ
16. ἡ καρδία. ἀλλ’ αἵ γ’ ἐκ τῶν σιμῶν τοῦ ἥπατος ἀνάλογον
17. ῥίζαις εἰς τὴν γαστέρα, τήν τε νῆστιν καὶ τὸ λεπτὸν ἔντερον,
18. καὶ τὸ τυφλὸν, καὶ τὸ κῶλον, εἴς τε τὸ ἀπευθυσμένον
1. ὀνομαζόμενον, καὶ τὸν σπλῆνα, καὶ τὸ ἐπίπλοον ἥκουσαι
2. φλέβες οὐκ ἀπὸ ταύτης πεφύκασιν, ἀλλ’ ἔστιν ἑτέρα φλὲψ
3. ἁπασῶν τούτων ἀρχὴ κατὰ τὰς πύλας τοῦ ἥπατος τεταγμένη.
4. πῶς οὖν ἔτι ἀρχὴ τῶν φλεβῶν ἡ δεξιὰ τῆς καρδίας ἔσται
5. κοιλία, μήτε τῶν εἰρημένων φλεβῶν, μήτε πρὸς αὐταῖς τῶν
6. ἐν τοῖς σιμοῖς τοῦ ἥπατος συναπτομένων τῇ καρδίᾳ; ἧπαρ
7. δὲ καὶ ταύταις ἁπάσαις συνῆπται ταῖς φλεψὶ καὶ ταῖς καθ’
8. ὅλον τὸ σῶμα διὰ τῆς ἐκ τῶν κυρτῶν αὐτοῦ μερῶν ἐκπεφυκυίας,
9. ἣν οἱ μὲν πλεῖστοι τῶν ἰατρῶν κοίλην ὀνομάζουσι
10. διὰ τὸ μέγεθος, Ἱπποκράτης δὲ καὶ ὅσοι τὰ τούτου πρεσβεύουσιν,
11. ἡπατῖτιν ἀπὸ τοῦ σπλάγχνου προσονομάζουσιν,
12. ὅθεν ἐκπέφυκεν αὕτη. τοιγαροῦν ἤδη σοι δευτέρα περὶ
13. ἥπατος ἀπόδειξις, ὡς ἁπασῶν ἐστι φλεβῶν ἀρχὴ, διὰ τοῦτο
14. δὲ καὶ τῆς θρεπτικῆς δυνάμεως. ἄλλη δ’ ἐκ περιουσίας
15. τρίτη τοιάδε τις. ἐὰν τὴν δεξιὰν τῆς καρδίας κοιλίαν
16. ἀρχὴν ὑποθώμεθα τῆς κοίλης φλεβὸς, ἐναντίως ἔσται τῷ
17. φαινομένῳ καὶ ἐν ταῖς τῶν ἰχθύων ἀνατομαῖς εὑρισκομένῳ.
18. οὐδενὸς οὖν αὐτῶν ἡ καρδία δεξιὰν ἔχει κοιλίαν, ὅτι μηδὲ
1. πνεύμων ἐστὶ τοῖς ζώοις ἐκείνοις. διὰ τί δὲ γεννᾶταί τε καὶ
2. συναπόλλυται πνεύμονι τῆς καρδίας ἡ δεξιὰ κοιλία, δέδεικταί
3. μοι κατὰ τὴν περὶ χρείας μορίων πραγματείαν. ἐκ
4. περιουσίας μὲν, ὡς ἔφην, οὐ σμικρὰ τῷ δόγματι πίστις ἐστὶ
5. καὶ ἐκ τοῦ νῦν εἰρημένου λόγου. προσέρχεται δὲ καὶ ἄλλη
6. τις ὁμοία τῇδε, τὴν εὐθύτητα τῆς κοίλης ἡμῶν ἐπισκεπτομένων.
7. ὁρᾶται γὰρ ἀπὸ τῶν κυρτῶν τοῦ ἥπατος ἄχρι τῶν
8. σφαγῶν ἅπαν μὲν αὐτῆς τὸ δεξιὸν μέρος εὐθείᾳ μιᾷ
9. ἄκλαστον φυλάττον αὐτὴν, ἐκ δὲ τῶν ἀριστερῶν ἀπόφυσις
10. εἰς τὴν δεξιὰν κοιλίαν τῆς καρδίας γιγνομένη, ἥντινα
11. φλέβα νομίζουσιν ἔνιοι τὸ πρέμνον, ὡς ἂν εἴποι τις, εἶναι
12. τῶν καθ’ ὅλον τὸ σῶμα φλεβῶν. εἰ δέ περ ἦν ἀληθὲς
13. τοῦτο, πάντως ἂν ἐσχίζετο καὶ αὕτη μετὰ τὴν ἔκφυσιν
14. ὡσαύτως τῇ μεγάλῃ ἀρτηρίᾳ, ἣν ὁμολογουμένως ἁπασῶν
15. τῶν καθ’ ὅλον τὸ ζῶον ἀρτηριῶν ἀρχὴν οὖσαν ἰδεῖν ἔστι
16. κατὰ τὸ πρῶτον ἐκφῦναι τῆς καρδίας δίχα σχιζομένην, ὅπως
17. τῶν μερῶν αὐτῆς τὸ μὲν ἕτερον ἄνω, τὸ δὲ ἕτερον ἐνεχθείη
18. κάτω τοῦ σώματος. ὥστε καὶ εἰ ἡ κοίλη φλὲψ τῆς καρδίας
1. ἐφύετο, πάντως ἂν καὶ αὕτη παραπλησίως τῇ ἀρτηρίᾳ δίχα
2. σχισθεῖσα τῷ μὲν ἑτέρῳ μέρει πρὸς τὰς σφαγὰς ἀνηνέχθη,
3. τῷ δὲ ἑτέρῳ κατηνέχθη πρὸς τὸ ἧπαρ· οὗ μὴ φαινομένου
4. δῆλόν ἐστιν, οὐδὲ ἐκ τῆς καρδίας αὐτὴν ἄρχεσθαι.
5. αὗται τέτταρες ἀποδείξεις εἰσὶν εἰρημέναι κατὰ τὸ τῆς προκειμένης
6. πραγματείας ἕκτον γράμμα τοῖς εἰδόσι, τί ποτ’ ἐστὶν
7. ἀπόδειξις, αὐτάρκως. εἴρηται δὲ καὶ ἄλλα τινὰ κατὰ τὸ
8. βιβλίον εἰς πίστιν τοῦ δόγματος, οὐ μὴν ἐπιστημονικήν γε
9. τὴν ἀπόδειξιν ἔχοντα, καθάπερ οἱ πρῶτοι δύο λόγοι. καὶ
10. μέντοι καὶ ἀντιλογία τις εἴρηται πρὸς τοὺς ἑτέρως δοξάζοντας.
11. ὥστε, ὅσον ἐπ’ ἐμοὶ, διὰ βραχυτάτων ἤδη τὸ
12. προκείμενον ἀποδέδεικται, καὶ χρὴ τοῦ μήκους τῶν λόγων
13. οὐχ ἡμῖν ἐλέγχουσιν, οὓς ἡμαρτημένους ἔγραψαν ἐκεῖνοι λόγους,
14. ἀλλὰ τοῖς συνθεῖσιν αὐτοὺς μέμφεσθαι. τριῶν οὖν
15. βιβλίων λογικῶν περὶ παθῶν γεγραμμένων Χρυσίππῳ, δυνάμενος
16. ἀντειπεῖν, ἃ πρὸς αὐτὸν διηνέχθην διελέγχων, μηκύνειν,
17. οὐχ ὑπέμεινα τοῦτο πρᾶξαι, καθάπερ οὐδ’ ὅσα
1. περὶ τῆς τῶν ἀρετῶν διαφορᾶς ἔγραψεν ἐν τέτταρσι βιβλίοις,
2. ὑπὲρ ὧν αὐτῷ καὶ ὁ Ποσειδώνιος μέμφεται. ἀλλὰ καὶ περὶ
3. τούτων ἐνδειξάμενος τοῖς ἀκούειν δυναμένοις ἐπιστημονικῶν
4. ἀποδείξεων, ἀνεβαλόμην ἐπὶ σχολῆς αὖθις ἐπιδείξειν, ὅσα
5. καὶ πρὸς αὐτὸν ἐναντιολογούμενος ἔγραψε, καὶ πρὸς τὴν τῶν
6. ἐναργῶς φαινομένων ἀλήθειαν. ἐκείνη μὲν οὖν ἡ πραγματεία
7. καθ’ ἑαυτὴν γέγραπται.