Galenus. De placitis Hippocratis et Platonis (De plac. Hipp. et Plat.) [n° 033 Fichtner] [GalLat]

Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Doctrines d’Hippocrate et de Platon
The Doctrines of Hippocrates and Plato (PHP)
De Lacy, 2005.
De Hippocratis et Platonis placitis, 1823, vol. 5, p. 181-805. urn:cts:greekLit:tlg0057.tlg032.verbatim-lat1
De Lacy, 2005 (eng).

De Hippocratis et Platonis placitis, 8.2, ed. Kühn, 1823, vol. 5, p. 661-667. urn:cts:greekLit:tlg0057.tlg032.1st1K-grc1:8.2

8. Νῦν δὲ ποθοῦσιν ἔχειν ἤδη πολλοῖς τῶν
9. φίλων τὰ κατάλοιπα τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
10. ἐνταῦθα τρέψομαι, ἀρχὴν ἀπὸ τῶν φυσικῶν στοιχείων
11. ποιησάμενος. ὀνομάζεται μὲν οὖν στοιχεῖον, ὅπερ ἂν
12. ἐλάχιστον ᾖ μέρος ἐκείνου τοῦ πράγματος, οὗπερ ἂν ᾖ στοιχεῖον·
13. ἐκ γὰρ τοῦ τῆς πρός τι κατηγορίας ἐστὶν ἡ στοιχεῖον
14. φωνὴ, καθάπερ καὶ τοῦ μέρους. τό τε γὰρ στοιχεῖον τινός
15. ἐστι στοιχεῖον, τό τε μέρος τινός ἐστι μέρος. ὥσπερ
16. οὖν τῆς φωνῆς ἡμῶν, ᾗ χρώμεθα διαλεγόμενοι πρὸς ἀλλήλους,
17. τέτταρα καὶ εἴκοσί ἐστι στοιχεῖα, κατὰ τὸν αὐτὸν
18. τρόπον ἁπάντων τῶν γεννητῶν καὶ φθαρτῶν σωμάτων
1. ἐλάχιστα μόρια γῆ καὶ ἀήρ ἐστιν ὕδωρ τε καὶ πῦρ, ἐλαχίστου
2. δὲ λεγομένου τοῦ μηκέτι τομὴν ἐγχωροῦντος. ἡ μὲν
3. γὰρ κατὰ τὸ μέγεθος τομὴ τοιοῦτον οὐδὲν ἐλάχιστον ἔχει,
4. μόνη δὲ ἡ κατ’ εἶδος ἵσταταί ποτε, καθάπερ ἐπὶ τῆς φωνῆς.
5. οὔσης γάρ τινος συνθέτου τοιᾶσδε,

6. Μῆνιν ἄειδε, θεὰ, Πηληϊάδεω Ἀχιλῆος,

7. ὅλη μέν ἐστιν αὕτη, μέρη δὲ τὸ μῆνιν, καὶ τὸ ἄειδε,
8. καὶ τὸ θεὰ, καὶ τὸ Πηληϊάδεω, καὶ τὸ Ἀχιλῆος.
9. ἕκαστον δὲ τούτων πάλιν εἰς τὰς συλλαβὰς τέμνεται, καὶ
10. τῶν συλλαβῶν αὖθις ἑκάστη διαίρεσιν εἰς τὰ στοιχεῖα
11. λαμβάνει. τῆς γοῦν πρώτης συλλαβῆς τῆς μὴ συγκειμένης
12. ἐκ δυοῖν στοιχείων, οὐδέτερον αὐτῶν εἰς ἄλλας ἑαυτοῦ
13. φωνὰς ἐλάττους δύναται τμηθῆναι, καὶ διὰ τοῦτο τὴν μὴ
14. φωνὴν ἐλαχίστην τε καὶ ἄτμητον εἷναί φαμεν, ὡς καὶ τὸν
15. Δίωνα καλεῖν ἔθος ἐστὶ τοῖς φιλοσόφοις ἄτομον οὐσίαν.
16. οὕτως δὲ καὶ λόγον βραχύτατον εἴρηκεν ὁ Πλάτων τὸν
17. συγκείμενον ἐξ ὀνόματος καὶ ῥήματος, ὡς λόγον δηλονότι
18. καλῶν βραχύτατον αὐτόν. ἕκαστον γὰρ τῶν κατ’ εἶδος
1. λεγομένων τε καὶ νοουμένων, ὅταν μηκέτι χωρῇ τομὴν εἰς
2. εἴδη πλείω, τοῖς τοιούτοις ὀνόμασι προσαγορεύομεν, βραχύτατον,
3. ἄτμητον, στοιχεῖον. περὶ μὲν οὖν τοῦ στοιχεῖον ὀνόματος
4. ὅλον ἔχεις γεγραμμένον βιβλίον ἐν τῇ τῶν ἰατρικῶν
5. ὀνομάτων πραγματείᾳ. περὶ δὲ τῆς κατὰ μέγεθος τομῆς
6. τῶν σωμάτων ἐπιδέδεικται τοῖς γεωμετρικοῖς ἀνδράσιν, ὡς
7. οὐδέποτε στῆναι δυναμένης, ἀλλ’ αἰεὶ τοῦ τεμνομένου μικρότερον
8. ἑαυτοῦ τὸ μέγεθος ἔχοντος. ἀπολειπομένης δὲ μόνης
9. τῆς κατ’ εἶδος τομῆς, ὡμολόγηται πάλιν αὖθις περὶ
10. τῆς καθ’ ἕκαστον γένος τῶν ὄντων, ἄτομον εἶδος εἶναί τι
11. τοιοῦτον, ὁποῖόν ἐστιν ἐν τοῖς φυσικοῖς σώμασι στοιχεῖον,
12. ἡ γῆ καὶ τὸ ὕδωρ ὅ τε ἀὴρ καὶ τὸ πῦρ. ἀποδείξεις
13. δὲ τούτων οὐ δέομαι γράφειν ἐνταῦθα, φθάσαντος γραφῆναι
14. ὑπομνήματος ἑτέρωθι περὶ τῶν καθ’ Ἱπποκράτην στοιχείων,
15. ὃ σαφέστερον μὲν ἂν ἐγέγραπτο, καθάπερ καὶ ἄλλα
16. πολλὰ, μὴ πρὸς μόνον ἀποβλέποντι τὸν λαμβάνοντά μου
17. τὸ βιβλίον, ἀλλ’ ὡς καὶ τῶν ἀμαθεστέρων ἐκείνου μελλόντων
1. ὁμιλήσειν αὐτῷ. πολλῶν δ’ ἔχειν φθασάντων, οὐκ ἔτ’
2. ἔδοξέ μοι γράφειν ἄλλο, τῷ εἶναι ὀλίγους τινὰς ἐν αὐτῷ
3. λόγους μακροτέρας ἐξεργασίας δεομένους, ὧν οὐχ ἥκιστα καὶ
4. οὗτος αὐτὸς ὁ νῦν εἰρημένος ὑπὲρ τῆς κατὰ τὸ στοιχεῖον ἐννοίας,
5. ἐπὶ πλεῖστον μὲν ἐξειργασμένος, ὡς ἔφην, ἐν ἑνὶ βιβλίῳ· διὰ
6. κεφαλαίων δὲ νῦν εἴρηται μὲν, ὅσα που μᾶλλον ἂν εἴρητο
7. κᾀν τῷ περὶ τῶν καθ’ Ἱπποκράτην στοιχείων, εἴπερ αὐτῶν
8. τῶν συλλαβῶν τὸ στοιχεῖον ἐδεῖτο. γεγραμμένου δὲ τῷ Ἱπποκράτει
9. βιβλίου περὶ φύσεως ἀνθρώπου, προστεθέντος δ’
10. αὐτῷ καὶ τοῦ περὶ διαίτης μικροῦ βιβλιδίου, καί τινος
11. παρεντεθείσης ἀνατομῆς φλεβῶν, ἣν ὁ διασκευάσας δοκεῖ
12. μοι προσθεῖναι τῷ περὶ φύσεως ἀνθρώπου καὶ τῷ περὶ
13. διαίτης, ἐξήγησίς ἐστι τὸ ἡμέτερον γράμμα τὸ περὶ
14. τῶν καθ’ Ἱπποκράτην στοιχείων τοῦ γεγραμμένου περὶ φύσεως
15. ἀνθρώπου. τὴν δὲ ἐξήγησιν οὐχ οὕτως ἔχει γεγονυῖαν,
16. ὡς εἰώθασιν οἱ τὰς ἐξηγήσεις γράφοντες ποιεῖσθαι καθ’
17. ἑκάστην λέξιν, ἀλλὰ τῶν συνεχόντων τὸ δόγμα μόνων ἅμα
1. ταῖς οἰκείαις ἀποδείξεσιν, ἃς εἴπερ ἐθέλεις μανθάνειν, ἐπ’
2. ἐκεῖνο μετάβηθι τὸ βιβλίον. ἐγὼ δ’ οὐκ εἴωθα πολλάκις
3. τὰ αὐτὰ γράφειν ἐν διαφόροις ὑπομνήμασιν, ἀλλ’ ἐνταῦθα
4. τὰς μόνου τοῦ Πλάτωνος παραγράψω ῥήσεις, ἐν αἷς ἠκολούθησε
5. τῷ Ἱπποκράτει, τὰ σώματα ἡμῶν ἐκ γῆς καὶ πυρὸς
6. ἀέρος τε καὶ ὕδατος συγκεῖσθαι λέγων. εἰρημένου δ’
7. αὐτοῦ τούτου καὶ κατὰ ἄλλα βιβλία, νῦν ἡμῖν ἀρκέσει
8. τὴν ἐκ τοῦ Τιμαίου παραγράψαι ῥῆσιν ἔχουσαν ᾧδε. τεττάρων
9. γὰρ ὄντων γενῶν, ἐξ ὧν συμπέπηγε τὸ σῶμα, γῆς,
10. πυρὸς, ὕδατός τε καὶ ἀέρος, τούτων ἡ παρὰ φύσιν πλεονεξία
11. καὶ ἔνδεια, καὶ τῆς χώρας μετάστασις ἐξ οἰκείας ἐπ’
12. ἀλλοτρίαν γιγνομένη, πυρός τ’ αὖ καὶ τῶν ἑτέρων, ἐπειδή
13. γε πλέω ἑνὸς ὄντα τυγχάνει, τὸ μὴ προσῆκον ἕκαστον
14. ἑαυτῷ προσλαμβάνει, καὶ πάνθ’ ὅσα τοιαῦτα, στάσεις καὶ
15. νόσους παρέχει. ἐν ταύτῃ τῇ ῥήσει σαφῶς ἐδήλωσεν ὁ
16. Πλάτων, οὐ μόνον ἐκ γῆς καὶ ὕδατος καὶ ἀέρος
17. καὶ πυρὸς γεγονέναι τὰ σώμαθ’ ἡμῶν, ἀλλὰ καὶ διότι διὰ
18. ταῦτα μέτρῳ μὲν ἀλλήλοις κεκραμένα κατὰ φύσιν ἔχομεν,
1. ὅπερ ταὐτόν ἐστι τῷ ὑγιαίνομεν, ἐλλείποντες δέ τινος, ἢ
2. πλεονάσαντος, ἢ μεταστάντος εἰς ἀλλοτρίαν χώραν, νοσοῦμεν.
3. ὅτι μὲν οὖν ἥ τε πλεονεξία καὶ ἡ ἔνδεια διαφθείρει
4. τὴν εὐκρασίαν, ἐν ᾗ τῶν πρώτων σωμάτων ἡ ὑγίεια, πρόδηλον·
5. πρόδηλον δ’, ὅτι καὶ ἡ μετάστασις, ἐὰν ἐννοήσωμεν, ὡς, τοῖς
6. κατὰ τὸν θώρακα καὶ τὰς τραχείας ἀρτηρίας ὀργάνοις
7. αἵματος ἤ τινος ἄλλου χυμοῦ παρεμπεσόντος, συγχωρεῖσθαι
8. τὴν ἄμεμπτον ὑγίειαν αὐτῶν, ἔν τε τοῖς κατὰ γαστέρα, καὶ
9. ἔντερα, καὶ φλέβας, καὶ σάρκας, ἀερώδους οὐσίας ἀθροισθείσης.
10. ἀλλὰ καὶ αὐτὸς ὁ Πλάτων διὰ τῶν συνεχῶν τῇ
11. προειρημένῃ ῥήσει διδάξει σε τοῦτο λέγων ὡδί· παρὰ φύσιν
12. γὰρ ἑκάστου γιγνομένου καὶ μεθισταμένου, θερμαίνεται
13. μὲν, ὅσα ἂν πρότερον ψύχηται, ξηρὰ δ’ ὄντα εἰς
14. ὕστερον γίγνεται ὑγρότερα, καὶ κοῦφα δὴ καὶ βαρέα, καὶ
15. πάσας πάντη μεταβολὰς δέχεται. μόνως γὰρ δή φαμεν
16. κατὰ ταὐτὸν ταὐτὸ, καὶ ὡσαύτως ἀνάλογον προσγιγνόμενον
17. καὶ ἀπογιγνόμενον ἐάσει ταὐτὸν ὂν αὑτῷ σῶον καὶ ὑγιὲς
1. μένειν. ὃ δ’ ἂν πλημμελήσῃ τι τούτων ἐκτὸς ἀπιὸν ἢ
2. προσιὸν, ἀλλοιότητας παμποικίλας καὶ νόσους φθοράς τε
3. ἀπείρους παρέξεται. ὅτι μὲν οὖν ἐκ γῆς καὶ πυρὸς ἀέρος
4. τε καὶ ὕδατος ἡ τοῦ σώματος ἡμῶν ἐστι σύστασις, ὅτι τε
5. διὰ τὴν τούτων ἔνδειαν, ἢ πλεονεξίαν, ἢ μετάστασιν αἱ
6. νόσοι γίγνονται, σαφῶς ἐδήλωσε.

Cliquer un n° de page pour en afficher l’image