7. Δόξει δ’ ἐν τῷ μὴ καλεῖν αὐτὰ στοιχεῖα
8. διαφέρεσθαι πρὸς Ἱπποκράτην. καίτοι γε οὐδὲ ἐκεῖνος ὠνόμασεν
9. αὐτὰ στοιχεῖα, μόνον δ’, ὅτι, τούτων συνιόντων καὶ
10. κεραννυμένων, τὰ φυσικὰ γίγνεται σώματα. καὶ τούτων
11. προσωτέρω χωρεῖν ὁ μὲν Ἱπποκράτης οὐδεμίαν ἀνάγκην
12. εἶναί φησι, πρακτικὴν, οὐ θεωρητικὴν μετερχόμενος τέχνην.
13. ὁ δὲ Πλάτων, ὡς ἂν τὴν θεωρητικὴν φιλοσοφίαν ἡγούμενος
14. εἶναι τιμιωτάτην, οὐκ ἠρκέσθη μόναις ταῖς φαινομέναις ἐν
15. τοῖς στοιχείοις δυνάμεσιν, ἀλλὰ καὶ τὴν αἰτίαν ἐπιζητεῖ τῆς
16. γενέσεως αὐτῶν, ἄχρηστον ἰατρῷ σκέμμα. διὰ τί γὰρ
17. ὑγραίνει μὲν τὸ ὕδωρ, καίει δὲ τὸ πῦρ, ἢ διὰ τί ῥεῖ μὲν
18. τὸ ὕδωρ, ἄνω δὲ φέρεται τὸ πῦρ, ἑδραιοτάτη δὲ καὶ
1. βαρυτάτη τῶν στοιχείων ἐστὶν ἡ γῆ, πρὸς τὰς τῶν νόσων
2. ἰάσεις οὐδὲν συντελεῖ. μόνον γὰρ ἀρκεῖ τῷ φυλάξοντι μὲν
3. τὴν ὑγίειαν, ἰασομένῳ δὲ τὰς νόσους ἐπίστασθαι, διά τε
4. τὴν εὐκρασίαν τοῦ θερμοῦ, καὶ ψυχροῦ, καὶ ξηροῦ, καὶ
5. ὑγροῦ τὴν ὑγίειαν ὑπάρχειν τοῖς ζώοις, ἐπὶ δὲ ταῖς τούτων
6. δυσκρασίαις τὰς νόσους γίγνεσθαι. τὸ δ’ ἐκζητεῖν, εἴτ’ ἐκ
7. πυραμοειδῶν τῷ σχήματι μορίων σύγκειται τὸ πῦρ, εἴτ’
8. ἄλλη τίς ἐστιν αἰτία, δι’ ἣν τέμνει τε καὶ διαιρεῖ τὰ πλησιάζοντα
9. σώματα, τῆς θεωρητικῆς φιλοσοφίας ἔργον ἐστὶν, ἣν
10. μεταχειριζόμενος ὁ Πλάτων, τὰ μὲν τοῦ πυρὸς μόρια πυραμοειδῆ
11. φησιν εἶναι, τὰ δὲ τῆς γῆς κυβοειδῆ, τὸ δὲ καλούμενον
12. ὀκτάεδρον σχῆμα τοῦ ἀέρος ἴδιον εἶναι νομίζει,
13. καθάπερ καὶ τὸ εἰκοσάεδρον ὕδατος. εἰ μὲν οὖν ὀρθῶς
14. ἢ οὐκ ὀρθῶς ἐδόξαζε περὶ τούτων ὁ Πλάτων, οὐκ ἔστι τοῦ
15. νῦν ἡμῖν προκειμένου λόγου. διὰ τί γὰρ οὐκ ὀνομάζει στοιχεῖα
16. γῆν καὶ ὕδωρ, ἀέρα τε καὶ πῦρ, ἐζητοῦμεν λόγον ἡμεῖς
17. δοῦναι, ὡς εἴρηται, οὐκ εἰ ψευδῶς ἕκαστον ὧν εἶπε σχημάτων
18. αὐτοῖς ἀπονέμει. διαιρεῖ δὲ τῷ λόγῳ πάλιν αὐτὰ ταῦτα
1. κατ’ ἐπίνοιαν εἴς τε τὴν ὕλην καὶ τὸ σχῆμα. κᾀπειδὴ τὸ
2. σχῆμα σύνθετόν ἐστι, τὸ μὲν τῆς πυραμίδος ἐκ τεσσάρων
3. ἰσοπλεύρων τριγώνων, τὸ δὲ ἑξάεδρον τοῦ κύβου τετραγώνων
4. ἓξ, τὸ δὲ ὀκτάεδρον ὀκτὼ τριγώνων ἰσοπλεύρων, ὥσπερ
5. γε καὶ τὸ εἰκοσάεδρον εἴκοσι τριγώνων, πάλιν ἐπισκοπεῖται
6. τῶν τὰ στερεὰ σχήματα περιοριζόντων ἐπιπέδων τὴν τάξιν,
7. καί φησι, τὸ μὲν ἰσόπλευρον τρίγωνον ἐκ τριγώνων ὀρθογωνίων
8. δυοῖν γενέσθαι, τὸ δὲ τετράγωνον ἐκ τεττάρων.
9. ἐπεὶ δὲ μηκέτι ἀνωτέρω προελθεῖν εἶχεν, ὡς ἐν ἐλαχίστοις
10. ἵσταται τούτοις, καὶ διὰ τοῦτ’ αὐτὸ προσαγορεύει στοιχεῖα,
11. τὸ μὲν ἕτερον ἰσοπλεύρου τριγώνου, τὸ δ’ ἕτερον τετραγώνου.
12. παραγράψω δέ σοι καὶ τὰς ῥήσεις αὐτοῦ, πρώτην
13. μὲν τὴν ἐπὶ τῆς πυραμίδος εἰρημένην, ἔχουσαν ᾧδε κατὰ
14. λέξιν. ἄρξει δὴ τότε πρῶτον μὲν εἶδος καὶ σμικρότατον
15. συνιστάμενον. στοιχεῖον δ’ αὐτοῦ τὸ τὴν ὑποτείνουσαν τῆς
16. ἐλάττονος πλευρᾶς διπλασίαν ἔχον μήκει. δευτέραν δὲ ἐπὶ
17. τῇδε, τὴν ἐπὶ τοῦ εἰκοσαέδρου, καὶ αὐτὴν οὕτως ἔχουσαν
1. αὐτοῖς ὀνόμασι. τὸ δὲ τρίτον ἐκ δὶς ἑξήκοντα τῶν στοιχείων
2. συμπαγέντων, στερεῶν δὲ γωνιῶν δώδεκα, ὑπὸ πέντε ἐπιπέδων
3. τριγώνων ἰσοπλεύρων, περιεχομένης ἑκάστης εἴκοσι βάσεις,
4. ἔχον τριγώνους ἰσοπλεύρους, γέγονε. νῦν μὲν οὖν τὰ
5. συστατικὰ τρίγωνα τῶν ὁριζόντων ἐπιπέδων τὰ στερεὰ σχήματα
6. κέκληται στοιχεῖα. προελθὼν δὲ καὶ αὐτὰ τὰ
7. περιοριζόμενα σώματα πρὸς τῶν εἰρημένων ἐπιπέδων ὀνομάζει
8. στοιχεῖα, γράφων οὕτως. ἔστω δὴ κατὰ τὸν αὐτὸν ἄρτι
9. λόγον καὶ κατὰ τὸν εἰκότα, τὸ μὲν τῆς πυραμίδος γεγονὸς
10. στερεὸν εἶδος, πυρὸς στοιχεῖόν τε καὶ σπέρμα, τὸ αἰσθητὸν
11. τουτὶ πῦρ ἀθρόον ἄθροισμα νομίζειν μικρῶν εἶναι σωμάτων,
12. τὸ σχῆμα πάντων ἐχόντων πυραμίδος. ἐκείνων οὖν ἕκαστον
13. στοιχεῖον εἶναί φησι τοῦ πυρὸς, ὡς εἰ καὶ τοῦ τῶν πυρῶν σωροῦ
14. στοιχεῖον ἔλεγεν εἶναί τις ἕκαστον τῶν πυρῶν· κατὰ δὲ τὸν
15. αὐτὸν λόγον καὶ τὰ μὲν τῆς φωνῆς στοιχεῖα γεννᾷν πρώτας
16. μὲν τὰς συλλαβὰς, εἶτ’ ἐξ αὐτῶν γεννᾶσθαι τό τ’ ὄνομα,
17. καὶ τὸ ῥῆμα, καὶ τὴν πρόθεσιν, ἄρθρον τε καὶ σύνδεσμον,
18. ἃ πάλιν ὁ Χρύσιππος ὀνομάζει τοῦ λόγου στοιχεῖα. ταυτὶ
1. μὲν οὖν σοι, καίτοι γε οὐκ οὔσης ἀνάγκης, διῆλθον, ὅπως
2. μή τις ἐριστικὸς ἐπηρεάζῃ μου τῷ λόγῳ, διαφέρεσθαι
3. φάσκων ἐν τῷ περὶ τῶν στοιχείων δόγματι τὸν Πλάτωνα
4. τῷ Ἱπποκράτει. τὴν ἀρχὴν μὲν γὰρ οὐδ’ ὠνόμασεν Ἱπποκράτης
5. στοιχεῖα τὴν γῆν καὶ τὸ ὕδωρ καὶ τὸν ἀέρα καὶ
6. τὸ πῦρ, ἀλλ’ ἐξ αὐτῶν ἡμᾶς ἔφη συνεστάναι, μηκέτι ζητῶν,
7. διὰ τίνα αἰτίαν ἕκαστον αὐτῶν ἔχει δύναμιν ἰδίαν, ἣν ἐναργῶς
8. ὁρῶμεν ἐν αὐτοῖς ὑπάρχουσαν. ὁ Πλάτων δὲ καὶ τοῦτ’
9. ἐζήτησε πρὸς τῷ συγχωρεῖν, ἐκ τῶν τεττάρων ἅπαντα τὰ
10. γεννητὰ καὶ φθαρτὰ σώματα συμπεπηγέναι.
⟨
(De plac. Hipp. et Plat.) [n° 033 Fichtner] [GalLat]
De placitis Hippocratis et Platonis
Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Doctrines d’Hippocrate et de Platon
The Doctrines of Hippocrates and Plato (PHP)
De Lacy, 2005.
De Hippocratis et Platonis placitis, 1823, vol. 5, p. 181-805. urn:cts:greekLit:tlg0057.tlg032.verbatim-lat1
De Lacy, 2005 (eng).
De Hippocratis et Platonis placitis, 8.3, ed. Kühn, 1823, vol. 5, p. 667-671. urn:cts:greekLit:tlg0057.tlg032.1st1K-grc1:8.3
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩