Galenus. De placitis Hippocratis et Platonis (De plac. Hipp. et Plat.) [n° 033 Fichtner] [GalLat]

Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Doctrines d’Hippocrate et de Platon
The Doctrines of Hippocrates and Plato (PHP)
De Lacy, 2005.
De Hippocratis et Platonis placitis, 1823, vol. 5, p. 181-805. urn:cts:greekLit:tlg0057.tlg032.verbatim-lat1
De Lacy, 2005 (eng).

De Hippocratis et Platonis placitis, 8.4, ed. Kühn, 1823, vol. 5, p. 671-679. urn:cts:greekLit:tlg0057.tlg032.1st1K-grc1:8.4

11. Καὶ μὴν καὶ τὸν τρόπον, ὃν ἐκ τῶν στοιχείων
12. τὰ σώμαθ’ ἡμῶν συνίσταται, τὸν αὐτὸν ἀμφότεροι
13. λέγουσι, οὐ δήπου τῆς γῆς ὕδατι φυραθείσης, εἶτ’ ἐν ἡλίῳ
14. θερμανθείσης γεννᾶσθαι τὰ ζῶα φάσκοντες, ἀλλὰ διὰ πλεόνων
15. τῶν μεταξὺ μεταβολῶν. ἐκ μὲν γὰρ τῶν τεττάρων στοιχείων
16. ἥ τε τῶν φυτῶν ἐστι γένεσις, οἵ τ’ ἐξ αὐτῶν
17. καρποὶ καὶ τὰ σπέρματα. τροφὴ δὲ ταῦτα πάντα προβάτοις
18. τε καὶ ὑσὶν, αἰξί τε καὶ βουσὶ, καὶ τοῖς ἄλλοις ζώοις,
1. ὁπόσα πόας, ἢ καρποὺς δένδρων, ἢ ἀκρέμονας, ἢ ῥίζας
2. ἐσθίει. τοῖς δ’ ἀνθρώποις αὐτά τε ταῦτα τροφαὶ τὰ ζῶα,
3. καὶ γεννᾶται δ’ ἐν αὐτοῖς ἐκ τούτων αἷμα, καὶ φλέγμα, καὶ
4. χολαὶ διτταί· πλεῖστον μὲν αἷμα, διὸ καὶ φαίνεται μόνον
5. ἐν ταῖς φλεψίν· ὀλίγον δὲ τῶν ἄλλων ἑκάστου. καὶ τοῦτό
6. ἐστιν αὐτὸ τὸ αἷμα τῆς γενέσεως ἡμῶν ὡς ὕλη, τὸ συγκείμενον
7. μὲν ἐκ τῶν τεσσάρων χυμῶν, κατ’ ἐπικράτειαν δ’
8. ὠνομασμένον οὕτως. γεννώμεθα γὰρ ἐξ αὐτοῦ κατὰ τὰς
9. μήτρας κυούμενοι, καὶ τήν τε πρώτην διάπλασιν ἐκ τούτου
10. λαμβάνομεν, ἐφεξῆς δὲ ταύτῃ τῶν διαπλασθέντων μορίων
11. τήν τε διάρθρωσιν καὶ τὴν αὔξησιν καὶ τὴν τελείωσιν. ἀποκυηθέντες
12. δὲ πρῶτα μὲν τῷ γάλακτι τρεφόμεθα, τὴν
13. γένεσιν ἐξ αἵματος ἔχοντες, μετὰ δὲ ταῦτα ταῖς αὐταῖς τελείοις
14. τροφαῖς, ἐξ ὧν πάλιν αἷμα καὶ φλέγμα καὶ χολὴ
15. ξανθὴ καὶ μέλαινα γεννῶνται. διαφερέτω δὲ μηδὲν εἰς τὰ
16. παρόντα ξανθὴν ἢ ὠχρὰν ὀνομάζειν χολήν. ἀλλὰ ταῦτά
17. γε πάντα Ἱπποκράτης ἁπάντων πρῶτος ὧν ἴσμεν ἰατρῶν τε
18. καὶ φιλοσόφων ἀκριβῶς ὡρίσατο, καὶ διὰ τοῦτο τὰ νοσήματα
1. τῶν πρώτων σωμάτων κατὰ δυσκρασίαν ἔφη γίνεσθαι.
2. τίνα δ’ ὀνομάζω πρῶτα σώματα, δηλώσω πρότερον,
3. ὅπως μηδὲν ἀσαφὲς ᾖ κατὰ τὸν λόγον. αὐτὸς μὲν γὰρ Ἱπποκράτης
4. οὐκ ὠνόμασε σῶμα πρῶτον ἢ δεύτερον, ὥσπερ
5. Ἀριστοτέλης· ὁ δὲ Πλάτων δευτέραν μέν τινα σύστασιν
6. εἶπεν εἶναι σωμάτων, πρώτην δ’ οὐδ’ αὐτὸς ὠνόμασεν,
7. ἀλλ’ ἐκ τοῦ δευτέραν τινὰ φάναι δῆλός ἐστι πρὸ αὐτῆς
8. ἑτέραν τιθέμενος, ἣν ὀνόματι τῷ τῶν ὁμοιομερῶν ὁ Ἀριστοτέλης
9. οὕτως ὠνόμασεν, ὡς ἂν ἐπὶ πλέον περί τε τῶν
10. ἐν τοῖς ζώοις μορίων καὶ περὶ τῆς γενέσεως αὐτῶν διελθών.
11. ὅσον γὰρ ἄν τις ἀκριβέστερόν τε καὶ λεπτομερέστερον
12. ἡντιναοῦν φύσιν πραγμάτων ἐξεργάζηται, τοσούτῳ πλεόνων
13. ὀνομάτων αὐτῷ γίγνεται χρεία. τὰ τοίνυν ἐν μιᾷ περιγραφῇ
14. σώματα πολλάκις μὲν ὁμοιομερῆ καλεῖται τῷ πάντ’
15. αὐτὰ τὰ μόρια καὶ ἀλλήλοις ὑπάρχειν ὅμοια καὶ τῷ
16. παντὶ, πολλάκις δ’ ἁπλᾶ καὶ πρῶτα. καὶ γὰρ συντίθεται
17. ἐξ αὐτῶν τὰ σύνθετά τε καὶ ὀργανικὰ προσαγορευόμενα,
18. δάκτυλοι, καὶ καρπὸς ὅλος, καὶ πῆχυς ὅλος, καὶ βραχίων
1. ὅλος. ἀνάλογον δ’ αὐτοῖς τὰ κατὰ τὰ σκέλη μόρια, δάκτυλοι
2. καὶ ποὺς, καὶ κνήμη, καὶ μηρός· καὶ μὴν καὶ ὀφθαλμὸς,
3. καὶ γλῶττα, καὶ καρδία, καὶ πνεύμων, ἅπαντά τε τὰ
4. σπλάγχνα, καὶ ἡ γαστὴρ, καὶ τὰ ἔντερα τῶν ὀργανικῶν
5. μορίων ἐστὶν, ἐξ ὧν πάλιν ὅλον τὸ σῶμα συντίθεται.
6. πρώτη μὲν οὖν ἐστι γένεσις ἡμῶν ἐκ τοῦ αἵματος τοῦ γινομένου
7. ἐκ τῆς λαμβανομένης τροφῆς εἴσω τοῦ σώματος·
8. ἔστι δὲ καὶ σπέρμα. αἷμα δ’ ὀνομάζω τὸ κατ’ ἐπικράτειαν
9. οὕτω καλούμενον, ὃ καὶ περιεχόμενον ὁρᾶται κατὰ τὰς
10. φλέβας. ἐκ τούτων δὲ τὰ πρῶτα μόρια γεννᾶται, χόνδρος
11. καὶ ὀστοῦν, καὶ νεῦρον, καὶ ὑμὴν, καὶ σύνδεσμος, καὶ
12. ὅσα τἄλλα τοιαῦτα. κᾄπειτ’ ἐκ τούτων ὀφθαλμὸς, καὶ
13. γλῶττα, καὶ κεφαλὴ, καὶ τὰ σπλάγχνα, καὶ τὰ κῶλα, καὶ
14. πάλιν ἐκ τούτων ὅλον τὸ σῶμα. καὶ διὰ τοῦθ’ Ἱπποκράτης
15. ἐν τῷ περὶ φύσιος ἀνθρώπου τὴν ἐκ τῶν στοιχείων
16. ἕνωσιν ἁπάντων τῶν φυσικῶν σωμάτων κοινὴν εἶπεν ὑπάρχειν,
17. ἐξ ἧς ἐπὶ τὴν τῶν ζώων μετέβη, καὶ τούτων οὐχ
18. ἁπάντων, ἀλλὰ τῶν ἐναίμων, ἐν οἶς ἐστι καὶ ὁ ἄνθρωπος,
19. ἐφ’ ὃν ἑξῆς ὁ λόγος ἔσπευδεν αὐτῷ. καὶ τοίνυν φησὶ ᾧδέ πως
1. ὑπὲρ αὐτοῦ. τὸ δὲ σῶμα τοῦ ἀνθρώπου ἔχει ἐν ἑαυτῷ
2. αἷμα, καὶ φλέγμα, καὶ χολὴν ξανθήν τε καὶ μέλαιναν, καὶ
3. ταῦτά ἐστιν αὐτῷ φύσις τοῦ σώματος, καὶ διὰ ταῦτ’ ἀλγέει
4. καὶ ὑγιαίνει. ὑγιαίνει μὲν οὖν μάλιστα, ὅταν μετρίως
5. ἔχῃ ταῦτα τῆς πρὸς ἄλληλα δυνάμεως, καὶ τοῦ πλήθους,
6. καὶ μάλιστα μὲν μεμιγμένα ᾖ· ἀλγέει δ’, ὅταν τι
7. τούτων ἔλαττον ἢ πλέον χωρισθῇ τῷ σώματι, καὶ μὴ κεκρημένον
8. ᾖ τοῖσι πᾶσιν. ἀνάγκη γὰρ, ὅταν τι τούτων χωρισθῇ,
9. καὶ ἐφ’ ἑωυτοῦ στῇ, οὐ μόνον τὸ χωρισθὲν ἐπίνοσον
10. γενέσθαι, ἀλλὰ καὶ, ἔνθα ἂν στῇ καὶ ἐπισχεθῇ
11. ὑπερεμπιπλάμενον, ὀδύνην τε καὶ πόνον παρέχειν. καὶ γὰρ,
12. ὅταν τι τούτων ἔξω τοῦ σώματος ἐκρυῇ πλέον τοῦ ἐπιπολάζοντος,
13. ὀδύνην παρέχει, ἢ καὶ νόσον· ἤν τ’ αὖθις ἔσω
14. ποιήσηται τὴν κίνησιν, καὶ τὴν μετάστασιν, καὶ τὴν ἀπόκρισιν
15. ἀπὸ τῶν ἄλλων, πολλή γ’ αὐτῷ ἀνάγκη διπλῆν τὴν
16. ὀδύνην παρέχειν κατὰ τὰ εἰρημένα, ἔνθα τε ἐξέστη, καὶ
17. ὅθεν ὑπερέβαλεν. αὕτη μὲν ἡ τοῦ Ἱπποκράτους ῥῆσις, ᾗ
18. μοι δοκεῖ βουλόμενος ἀκολουθεῖν ὁ Πλάτων εἰπεῖν ἐκεῖνα
1. τὰ μικρὸν ἀνωτέρω γεγραμμένα περί τε τῶν τεσσάρων στοιχείων
2. τῆς γενέσεως ἡμῶν καὶ περὶ τοῦ καθόλου τρόπου
3. τῶν νοσημάτων. ἀρχὴ δὲ τῆς ῥήσεώς ἐστιν ἥδε. τεττάρων
4. γὰρ ὄντων τῶν γενῶν, ἐξ ὧν συμπέπηγε τὸ σῶμα, γῆς,
5. πυρὸς, ὕδατός τε καὶ ἀέρος, ἀκριβέστερον φαίνεται, καὶ
6. μέντοι καὶ χρησιμώτερον ἰατρῷ περὶ αὐτῶν ὁ Ἱπποκράτης
7. γεγραφώς. ἐκ μὲν γὰρ τῶν τεσσάρων στοιχείων φησὶ γεγονέναι
8. τὸ σῶμα, καλῶν τοὐπίπαν ἀπὸ τῶν δραστικῶν ποιοτήτων
9. αὐτὰ, τὸ μὲν ξηρὸν, τὸ δ’ ὑγρὸν, καὶ τὸ μὲν θερμὸν,
10. τὸ δὲ ψυχρόν. οὐ μὴν κατ’ ἐκεῖνα τὸν περὶ τῶν
11. νοσημάτων λόγον ἐποιήσατο. δυνάμει μὲν γάρ ἐστιν ἐν τοῖς
12. σώμασιν, ἐνεργείᾳ δὲ οὐκ ἔστιν, ἀλλὰ τὰ ἐξ αὐτῶν γεγονότα
13. διὰ μέσων τῶν τροφῶν, αἷμα καὶ φλέγμα, καὶ
14. ἡ ξανθὴ καὶ μέλαινα χολή· πυρὶ μὲν ἀνάλογον ἡ ξανθὴ
15. χολὴ, ἡ δὲ μέλαινα τῇ γῇ, τὸ δὲ φλέγμα τῷ ὕδατι. καὶ
16. διὰ τοῦτο θερμὴ μὲν καὶ ξηρὰ τὴν δύναμίν ἐστιν ἡ
17. ξανθὴ χολὴ, καθάπερ τὸ πῦρ, ψυχρὰ δὲ ἡ μέλαινα καὶ
18. ξηρὰ παραπλησίως τῇ γῇ, τὸ δὲ φλέγμα ψυχρὸν καὶ ὑγρὸν,
19. ὥσπερ τὸ ὕδωρ. μόνον δὲ τὸ ἀερῶδες στοιχεῖον ἐν τοῖς
1. τῶν ζώων σώμασιν ὁρᾶται πλησίον τῆς ἑαυτοῦ φύσεως, ἔν
2. τε ταῖς ἀναπνοαῖς, καὶ κατὰ τοὺς σφυγμοὺς, ἤδη δὲ κᾀν
3. τοῖς παλμώδεσι πάθεσιν ἐμφυσήμασί τε καὶ οἰδήμασίν ἐστιν,
4. ἔν τε ταῖς καλουμέναις πνευματώσεσιν. ἡ δ’ ἐξ ἁπάντων
5. τῶν τεττάρων στοιχείων σύμμετρος κρᾶσις ἐγέννησε τὸ ἀκριβὲς
6. αἷμα. καὶ βέλτιόν ἐστιν ἐπὶ τῶν χυμῶν λέγειν, ἅπερ ὁ
7. Πλάτων ἐπὶ τῶν στοιχείων ἔγραψεν. ἀλλ’ ὁ Ἱπποκράτης
8. προειπὼν, τὸ δὲ σῶμα τοῦ ἀνθρώπου ἔχει ἐν ἑαυτῷ αἷμα,
9. καὶ φλέγμα, καὶ χολὴν ξανθήν τε καὶ μέλαιναν, ἐφεξῆς
10. φησι, καὶ διὰ ταῦτα ἀλγέει καὶ ὑγιαίνει. τὸ μὲν ἀλγέει
11. κατ’ ἐξοχὴν μεγάλου νοσήματος ἐπὶ πάντων τῶν παρὰ φύσιν
12. τάσσεται, τὸ δὲ ὑγιαίνει κατὰ τὴν πρὸς τὰ παρὰ
13. φύσιν ἀντίθεσιν πάντα. κᾄπειτα πάλιν ἐφεξῆς, ὅπως μὲν
14. ὑγιαίνει, διδάσκων φησίν· ὑγιαίνει μὲν οὖν μάλιστα, ὅταν
15. μετρίως ἔχῃ ταῦτα πρὸς ἄλληλα δυνάμεως καὶ τοῦ πλήθεος,
16. καὶ μάλιστα μεμιγμένα ᾖ. τίνα ταῦτα; οὐ τὰ στοιχεῖα
17. δήπουθεν, ἀλλὰ καὶ τὰ προσεχῶς γεννητικὰ τῶν τοῦ
18. σώματος μορίων, αἷμα καὶ φλέγμα, καὶ δύο χολαί. ἀλγέει
1. δὲ, φησὶν, ὅταν τι τούτων ἔλαττον ἢ πλέον ᾖ, ἢ χωρισθῇ
2. ἐν τῷ σώματι καὶ μὴ κεκρημένον ᾖ τοῖσι πᾶσιν, ὅπερ ὁ
3. Πλάτων παραφράζων ἔφη, καὶ τῆς χώρας μετάστασιν ἐξ
4. οἰκείας ἐπ’ ἀλλοτρίαν γιγνομένην. ἀλλ’ οὗτος μὲν, ὡς ἔφην,
5. ἁμαρτάνει, προσθεὶς, πυρός τε καὶ τῶν ἑτέρων, ἐπειδὴ καὶ
6. γένη πλέονα ἑνὸς ὄντα τυγχάνει. ταῦτα γὰρ οὐκ ἔστι τὰ
7. μεθιστάμενα καὶ χώραν ἀμείβοντα κατὰ τὰ τῶν ζώων σώματα,
8. φλέγμα δὲ καὶ χολαὶ, καὶ αὐτὸ τὸ αἷμα. καὶ γὰρ
9. καὶ τοῦτο πολλάκις εἰς ἀλλοτρίαν ἀφικόμενον ἕδραν αἴτιον
10. ὀλεθρίων νοσημάτων γίγνεται. ἄχρι μὲν οὖν τοῦ
11. πλέον ἢ ἔλασσον ἕκαστον τῶν συντιθέντων ἡμᾶς γιγνόμενον,
12. αἱ νόσοι καθίστανται, κοινὸς ὁ λόγος ἐστὶν ἐπί τε
13. τῶν χυμῶν καὶ τῶν στοιχείων. ἐπὶ δὲ τοῦ καθ’ ἑαυτό
14. που στάντος ἔν τινι τόπῳ τοῦ σώματος οὐκ ἔθ’ ὁμοίως
15. ἐπ’ ἀμφοῖν ὁ λόγος ἀληθής. οἱ μὲν γὰρ χυμοὶ σαφῶς
16. ὁρῶνται, καθ’ ὅπερ ἂν ἐν τῷ σώματι μόριον στῶσι, νόσους
17. ἐργαζόμενοι· τὰ ἐρυσιπέλατα καὶ τοὺς ἕρπητας ἡ ξανθὴ
18. χολή· τοὺς καρκίνους δὲ ἡ μέλαινα· τὰ δ’ οἰδήματα τὸ
1. φλέγμα· τὸ δ’ αἷμα κατά τε τὸν πνεύμονα καὶ μεταξὺ
2. θώρακός τε καὶ πνεύμονος, ὅταν ἐκχυθὲν τῶν οἰκείων ὀργάνων
3. στῇ σηπόμενον, ἐν τῷ χρόνῳ φθορὰς ἐργάζεται, καὶ
4. κατὰ γαστέρα καὶ κατὰ τὰ μεγάλα τῶν τραυμάτων θρομβούμενον
5. ἐσχάτους κινδύνους ἐπιφέρει. γῆν δ’ οὐδαμοῦ
6. καθ’ ἑαυτὴν ἰδεῖν ἔστι μόνην ἐν τῷ σώματι ἀθροισθεῖσαν,
7. ὥσπερ οὐδὲ πῦρ αὐτὸ καθ’ ἑαυτὸ μόνον, οὐδ’ ὕδωρ στοιχεῖον,
8. ἀλλ’ ἰχῶράς τινας, ἐπιμιχθέντων ἀλλήλοις τοῦ θ’
9. ὑδατώδους στοιχείου καὶ τοῦ πυρώδους, οὐ μόνον οὐδ’ εἰλικρινῶν,
10. ἀλλὰ καὶ πάχους ἰλυώδους τι προσλαβόντων. οὕτω
11. δὲ καὶ τὸ φυσῶδες πνεῦμα γεννᾶται κατὰ τὰ ζῶα, προσλαβούσης
12. γε τῆς ἀερώδους οὐσίας ὑγρὰν ἰκμάδα. καλῶς μὲν
13. οὖν Ἱπποκράτης ἐπὶ τῶν χυμῶν ἔγραψεν τὸ χωριζομένους
14. τε τῶν ἄλλων καὶ καθ’ ἓν ὁτιοῦν ἱσταμένους μόριον αἰτίους
15. γίγνεσθαι νοσημάτων· οὐκ ὀρθῶς δὲ ὁ Πλάτων ἐπὶ
16. τῶν στοιχείων εἶπεν αὐτό.

Cliquer un n° de page pour en afficher l’image