17. Περὶ μὲν δὴ τῆς ἐκ στοιχείων γενέσεως,
18. ὑγιείας τε καὶ νόσου τῶν ὁμοιομερῶν, καὶ πρώτων σωμάτων
1. ἱκανὰ καὶ ταῦτα. μεταβῶμεν δ’ ἐπὶ τὴν ἑξῆς ῥῆσιν ἐν τῷ
2. Τιμαίῳ γεγραμμένην, ἣν φθάνομεν ἐξηγεῖσθαι κατὰ λέξιν
3. οὕτως ἔχουσαν. δευτέρων δὴ συστάσεων αὖ κατὰ φύσιν
4. συνεστηκυιῶν, δευτέρα κατανόησις νοσημάτων τῷ βουλομένῳ
5. συννοῆσαι γίνεται. μυελοῦ γὰρ ἐξ ἐκείνων ὀστοῦ τε καὶ
6. σαρκὸς καὶ νεύρου συμπαγέντος, ἔτι τε αἵματος ἄλλον μὲν
7. τρόπον, ἐκ δὲ τῶν αὐτῶν γεγονότος, τῶν μὲν ἄλλων τὰ
8. πλεῖστα ᾗπερ τὰ πρόσθεν, τὰ δὲ μέγιστα τῶν νοσημάτων
9. τῇδε χαλεπὰ συμπέπτωκε. τούτοις πάλιν ὁ Πλάτων ὀρθῶς
10. μὲν ἔφη, δευτέραν ἁπάντων στοιχείων εἶναι σύστασιν, μυελοῦ
11. καὶ ὀστοῦ καὶ σαρκὸς καὶ νεύρου· ταῦτα γὰρ ἐκ τῶν χυμῶν
12. γίγνεται τὴν πρώτην ἐχόντων γένεσιν· οὐκ ὀρθῶς δὲ
13. αὐτοῖς συγκατέλεξε τὸ αἷμα πρώτην ἔχον, οὐ δευτέραν σύστασιν.
14. εἰς ἔννοιαν οὖν μοι δοκεῖ καὶ αὐτὸς ἀφικόμενος
15. τῆς ἀνομοιότητος τοῦ αἵματος πρὸς ταῦτα μὴ ἁπλῶς εἰπεῖν,
16. μυελοῦ γὰρ ἐξ ἐκείνων ὀστοῦ τε καὶ σαρκὸς καὶ νεύρου
17. συμπαγέντος, ἔτι τε αἵματος, ἀλλὰ προσθεῖναι τῷ
1. λόγῳ καὶ τὸ, ἄλλον μὲν τρόπον, ἐκ δὲ τῶν αὐτῶν γεγονότος.
2. ὁμολογεῖ γὰρ ἐν τούτοις, οὐ κατὰ τὴν αὐτὴν σύστασιν
3. ἐκ τῶν τεττάρων στοιχείων ὀστῷ καὶ μυελῷ καὶ σαρκὶ
4. καὶ νεύρῳ γεγονέναι τὸ αἷμα. πρότερον γὰρ αὐτῶν ἐστι
5. κοινὴν τοῖς ἄλλοις χυμοῖς ἔχον τὴν γένεσιν, ἐξ ὧν συνίσταται
6. τὰ πρῶτα σώματα, μυελὸς, καὶ σὰρξ, καὶ νεῦρον, καὶ
7. ὀστοῦν, ἕτερά τε πολλά. βιβλίον γὰρ ὅλον ἐμοὶ γέγραπται
8. περὶ τῆς τῶν ὁμοιομερῶν σωμάτων διαφορᾶς. εἰ δέ τις
9. ἠρώτησε τὸν Πλάτωνα, τίς ἕτερος τρόπος ἐστὶ τῆς τοῦ σώματος
10. γενέσεως, ὃν αἰνίττῃ; θαυμάζοιμ’ ἂν, εἰ ἄλλον τινὰ
11. παρὰ τὸν ὑφ’ Ἱπποκράτους εἰρημένον ἔσχεν εἰπεῖν. ἐπὶ
12. πλεῖστον γὰρ ὁ ἀνὴρ οὗτος ἐξείργασται τά τε περὶ γενέσεως
13. τῶν χυμῶν, καὶ διαφορᾶς, καὶ δυνάμεως, ὅστις τε
14. καθ’ ἥντινα χώραν, ἢ ὥραν, ἢ ἡλικίαν, ἢ σώματος ἕξιν
15. ἐπικρατεῖ. οὐ μὴν ἀναγκαῖον ἦν Πλάτωνι ταῦθ’ ὁμοίως Ἱπποκράτει
16. διέρχεσθαι πάντα, καθάπερ οὐδ’ Ἱπποκράτει ζητεῖν,
17. διὰ τί λευκὸς μὲν ὁ τοῦ φλέγματος χυμὸς, ἐρυθρὸς δ’ ὁ τοῦ
1. αἵματος, ἢ ξανθὸς ὁ τῆς πικρᾶς χολῆς, ἢ μέλας ὁ τῆς
2. ὀξείας. ἀφορμὰς μὲν γὰρ αὐτὸς ἔδωκε τῆς τούτων εὑρέσεως,
3. ὥσπερ ὅταν ἐκ τῶν τῆς γλώττης χρωμάτων διαγιγνώσκῃ τὰς
4. ἐν τῷ σώματι διαθέσεις, μελαίνας λέγων αὐτὰς ἀπὸ ἐγκαύσεως
5. λιγνυώδους γίγνεσθαι. καθάπερ γὰρ ἐκτὸς ἡ λιγνὺς
6. κατά τε τοὺς λύχνους, καὶ τὰς δᾷδας, καὶ ἄλλα πολλὰ
7. τῶν λιπαρῶν γεννᾶσθαι πέφυκεν, οὕτω καὶ κατὰ τὰ σώματα
8. τῶν ζώων πολλάκις, ὑπερωπτημένων τῶν χυμῶν, καὶ
9. μάλιστα τῶν λιπαρῶν, γεννᾶταί τι παραπλήσιον λιγνύϊ. τὸ
10. μὲν δὴ λευκὸν φαίνεσθαι τὸ φλέγμα, διότι κατὰ τὴν γένεσιν
11. αὐτοῦ μικραὶ πολλαὶ πομφόλυγες ἐναπολαμβάνονται,
12. λέγειν Ἱπποκράτης οὐκ ἐτόλμησεν, ὡς μείζονος ἤδη φυσιολογίας,
13. ἢ κατὰ τέχνην ἰατρικὴν, ἀλλ’ ὅ γε Πλάτων καὶ
14. τοῦτ’ εἶπεν, καὶ περὶ τῆς τοῦ αἵματος χρόας ἐν ταὐτῷ βιβλίῳ
15. διῆλθεν, ἃ νῦν ἐμοὶ γράφειν οὐκ ἀναγκαῖον· ἄμεινον
16. γὰρ, ὡς ἀξιοῦσιν ἔνιοι τῶν φίλων, ἐξηγήσεις ἑτέρωθι ποιήσασθαί
17. με τῶν ἰατρικῶν ἐν τῷ Τιμαίῳ γεγραμμένων. εἰς
18. μὲν γὰρ τἄλλα πολλοῖς ὑπομνήματα γέγραπται, καί τισί γ’
1. αὐτῶν μακρότερον τοῦ προσήκοντος, εἰς ταῦτα δ’ ὀλίγοι
2. τε καὶ οὐδ’ οὗτοι καλῶς ἔγραψαν. ἀρκεῖ τοιγαροῦν ἔν γε
3. τῷ παρόντι τό γε τοσοῦτον εἰπεῖν, ὡς τοὺς τέτταρας χυμοὺς
4. ὁ Πλάτων αἰτιᾶται τῶν πλείστων νοσημάτων
5. ὡσαύτως Ἱπποκράτει, καὶ καθ’ ἕκαστόν γε αὐτῶν ἔγραψεν
6. ἐπὶ τῇ τελευτῇ τοῦ βιβλίου. παραθήσομαι δέ σοι τὰς ἀρχὰς
7. τῶν ῥήσεων ἀναμνήσεως ἕνεκα. περὶ μὲν οὖν τῆς ἐν
8. ταῖς χολαῖς διαφορᾶς ἀρκέσει παραγράψαι ταῦτα. ὅσον
9. μὲν οὖν ἂν παλαιότατον ὂν τῆς σαρκὸς τακῇ, δύσπεπτον
10. γιγνόμενον μελαίνει μὲν ὑπὸ πολλῆς συγκαύσεως, διὰ δὲ
11. τὸ πάντη διαβεβρῶσθαι πικρὸν ὂν πάντη χαλεπὸν προσπίπτει
12. τοῦ σώματος ὅσον ἂν μήπω διεφθαρμένον ᾖ. καὶ ποτὲ
13. μὲν ἀντὶ τῆς πικρότητος ὀξύτατον ἔσχε τὸ μέλαν χρῶμα,
14. ἀπολεπτυνθέντος μᾶλλον τοῦ πικροῦ, ποτὲ δ’ ἡ πικρότης
15. αὖ βαφεῖσα αἵματι χρῶμα ἔσχεν ἐρυθρότερον, τοῦ δὲ μέλανος
16. τούτῳ συγκεραννυμένου, χλοῶδες. ἔτι δὲ συμμίγνυται
17. ξανθὸν χρῶμα μετὰ τῆς πικρότητος, ὅταν νέα συντακῇ σὰρξ
1. ὑπὸ τοῦ περὶ τὴν φλόγα πυρός. καὶ τὸ μὲν κοινὸν ὄνομα
2. πᾶσι τούτοις, ἥν τινες ἰατρῶν που χολὴν ἐπωνόμασαν, ἢ
3. καί τις ὢν δυνατὸς εἰς πολλὰ μὲν καὶ ἀνόμοια βλέπειν,
4. ὁρᾷν δὲ ἐν αὐτοῖς ἓν γένος ἐνὸν ἄξιον ἐπωνυμίας πᾶσι. τὰ
5. δ’ ἄλλα, ὅσα χολῆς εἴδη λέγεται παρὰ τὴν χρόαν, λόγον
6. ἔσχεν αὐτῶν ἕκαστον ἴδιον. ταῦτα μὲν οὖν τῷ Πλάτωνι γέγραπται
7. περὶ τῆς τῶν χολῶν διαφορᾶς, πάσας αὐτὰς γίγνεσθαι
8. βουλομένῳ, καθάπερ ὁ Ἱπποκράτης εἶπε, διὰ θερμασίας
9. ὑπερβολήν. περὶ δὲ τῶν νοσημάτων, ὅσα διὰ χολὴν
10. γίγνεται, τὸν λόγον ποιούμενος ὁ Πλάτων ᾧδέ πως ἄρχεται.
11. ὅσα δὲ φλεγμαίνειν λέγεται τοῦ σώματος, ἀπὸ τοῦ
12. καίεσθαί τε καὶ φλέγεσθαι διὰ χολὴν γέγονε πάντα. καὶ
13. μὴν καὶ περὶ φλέγματος ᾧδέ πως ἤρξατο. φλέγμα δ’ ὀξὺ
14. καὶ ἁλμυρὸν πηγὴ πάντων νοσημάτων, ὅσα γίγνεται καταῤῥοϊκά.
15. καὶ περὶ μελαίνης χολῆς ἄλλα τέ τινα λέγει καὶ
16. ταῦτα. ἰχὼρ δ’ ὁ μὲν αἵματος ὀῤῥὸς πρᾷος, ὁ δὲ μελαίνης
17. χολῆς ὀξὺς καὶ ἄγριος. οὐ μόνος δὲ Πλάτων, ἀλλὰ καὶ
18. Ἀριστοτέλης καὶ Θεόφραστος, οἵ τε ἄλλοι μαθηταὶ Πλάτωνός
1. τε καὶ Ἀριστοτέλους, οἳ τὸν περὶ τῶν χυμῶν λόγον ἐζήλωσαν
2. Ἱπποκράτους, ὥσπερ γε καὶ τῶν παλαιῶν ἰατρῶν
3. οἱ δοκιμώτατοι, Διοκλῆς, Πλειστόνικος, Μνησίθεος,
4. Πραξαγόρας, Φιλότιμος, Ἡρόφιλος. Ἐρασίστρατος δὲ δῆλός
5. ἐστι πρὸς τοὺς ἀπὸ Κῶ φιλοτιμούμενος, ὡς ἐν ἑτέροις
6. ἐδείξαμεν, οὐκ ἀλήθειαν τιμῶν, καὶ διὰ τοῦτο δεδιὼς
7. φθέγξασθαι θερμὸν, ἢ ψυχρὸν, ἢ ὑγρὸν, ἢ ξηρόν τινα
8. τῶν χυμῶν. ὁ δ’ Ἱπποκράτης ἔν γε τῷ περὶ φύσεως ἀνθρώπου
9. βιβλίῳ τά τ’ ἄλλα καὶ τὴν τάξιν τῆς διδασκαλίας
10. ἄμεινον ἐποιήσατο Πλάτωνος. ὅτι τε γὰρ οἱ τέσσαρες χυμοὶ
11. κατὰ φύσιν εἰσὶν, ἀπέδειξεν, οὐδ’ ἐπιχειρήσαντος τοῦτο
12. πρᾶξαι τοῦ Πλάτωνος, ὅτι τε κατὰ τὰς ὥρας τοῦ ἔτους
13. ἄλλος ἐν ἄλλῃ πλεονάζει. παραθήσομαι δέ σοι καὶ περὶ
14. τούτου ὀλίγα τῶν ῥήσεων αὐτοῦ. εἶπον δὲ, ἃ ἂν φήσω τὸν
15. ἄνθρωπον εἶναι, ἀποφανεῖν αἰεὶ ταῦτα ἐόντα, καὶ κατὰ νόμον,
16. καὶ κατὰ φύσιν. φημὶ δ’, εἶναι αἷμα καὶ φλέγμα καὶ
17. χολὴν ξανθήν τε καὶ μέλαιναν. τουτέων πρῶτον μὲν κατὰ
1. τὸν νόμον τὰ ὀνόματα διῃρῆσθαί φημι, καὶ οὐδενὶ αὐτέων
2. τωὐτὸ ὄνομα, ἔπειτα κατὰ φύσιν τὰς ἰδέας κεχωρίσθαι,
3. καὶ οὔτε τὸ φλέγμα οὐδὲν ἐοικέναι τῷ αἵματι, οὔτε τὸ
4. αἷμα τῇ χολῇ, οὔτε τὴν χολὴν τῷ φλέγματι. πῶς γὰρ ἂν
5. ἐοικότα εἴη ταῦτ’ ἀλλήλοισιν, ὧν οὔτε τὰ χρώματα ὅμοια
6. φαίνεται προσορώμενα, οὔτε τῇ χειρὶ ψαυούσῃ ὅμοια δοκέει
7. εἶναι; οὔτε γὰρ θερμὰ ὁμοίως ἐστὶν, οὔτε ψυχρὰ, οὔτε
8. ξηρὰ, οὔτε ὑγρά. ἀνάγκη τοίνυν, ὅτι τοσοῦτον διήλλακται
9. ἀλλήλων τὴν ἰδέαν τε καὶ τὴν δύναμιν, μὴ ἓν αὐτὰ εἶναι,
10. εἴπερ μὴ πῦρ τε καὶ ὕδωρ ταὐτόν ἐστι. γνοίης δ’ ἂν
11. τοῖσδε, ὅτι οὐχ ἓν ταῦτα πάντα ἐστὶν, ἀλλ’ ἕκαστον
12. αὐτέων ἔχει δύναμίν τε καὶ φύσιν τὴν ἑωυτοῦ. εἰ γάρ τινι
13. δίδως ἀνθρώπῳ φάρμακον, ὅ τι φλέγμα ἄγει, ἐμεῖταί σοι
14. φλέγμα, καὶ ἢν διδῷς φάρμακον, ὅ τι χολὴν ἄγει, ἐμεῖταί
15. σοι χολήν. κατὰ ταὐτὰ δὲ καὶ χολὴν μέλαιναν καθαίρει,
16. ἢν διδῷς φάρμακον, ὅ τι χολὴν μέλαιναν ἄγει. καὶ
17. ἢν τρώσῃς αὖ σὺ τοῦ σώματος μέρος τι, ὥστε ἕλκος
18. γενέσθαι, ῥυήσεται αὐτῷ αἷμα. καὶ ταῦτα ποιήσει πάντα
1. πᾶσαν ἡμέραν, καὶ νύκτα, καὶ χειμῶνος, καὶ ἤρεος, μέχρις
2. ἂν δυνατὸς ᾖ τὸ πνεῦμα ἕλκειν εἰς ἑωυτὸν, καὶ
3. πάλιν μεθιέναι, καὶ δυνατὸς ἔσται, ἔστ’ ἄν τινος τούτων
4. στερηθῇ τῶν συγγεγονότων. συγγέγονε δὲ ταῦτα τὰ
5. εἰρημένα. πῶς γὰρ οὐ συγγέγονε; πρῶτον μὲν φανερῶς
6. ἐστιν ἄνθρωπος ἔχων ἐν ἑωυτῷ πάντα ταῦτα ἀεὶ, ἕως ἂν ζῇ,
7. ἔπειτα δὲ γέγονεν ἐξ ἀνθρώπου πάντα ταῦτα ἔχοντος, ἔπειτα
8. τέθραπται ἐν ἀνθρώπῳ πάντα ταῦτα ἔχοντι, ἃ ἐγώ τέ φημι
9. καὶ ἀποδείκνυμι. διὰ τούτων ὁ Ἱπποκράτης ἀπέδειξε τοὺς
10. τέτταρας χυμοὺς κατὰ φύσιν ἐν ἡμῖν εἶναι, καὶ οὐχ, ὥσπερ
11. ἔνιοι νομίζουσι, τὸ αἷμα μόνον, ἐκ περιουσίας γε πάλιν
12. ἐλέγχων διὰ τῶν ἑξῆς τοὺς ἓν ὁτιοῦν τούτων εἰπόντας εἶναι
13. τὸν ἄνθρωπον, ὡς καὶ διὰ τῶν ἔμπροσθεν ἤλεγξε τοὺς ἓν
14. εἰπόντας εἶναι τὸ στοιχεῖον τῶν ἐν γενέσει καὶ φθορᾷ
15. σωμάτων, ὑπὲρ ὧν τῆς ἀποδείξεως, ὡς ἔφην, γέγραπταί μοι
16. κατ’ ἐκεῖνο τὸ βιβλίον, ὃ περὶ τῶν καθ’ Ἱπποκράτην στοιχείων
17. ἐπιγέγραπται. καὶ τοῦτον οὖν τὸν λόγον ὁ Πλάτων
1. ἅπαντα παρέλιπεν, ὁ δ’ Ἱπποκράτης, ὡς ἔφην, διῆλθε διὰ
2. τῶν ἐφεξῆς τῇ προγεγραμμένῃ ῥήσει. μόνην δ’ ἀρκέσει μοι
3. τὴν ἀρχὴν αὐτῆς παραγράψαι, κατὰ λέξιν οὕτως ἔχουσαν.
4. οἱ δὲ λέγοντες, ὡς ἕν ἐστιν ὁ ἄνθρωπος, δοκέουσί μοι ταύτῃ
5. τῇ γνώμῃ χρῆσθαι. ὁρῶντες τοὺς πίνοντας ἀνθρώπους τὰ
6. φάρμακα ἀπολλυμένους ἐν τῇσι καθάρσεσι, τοὺς μὲν χολὴν
7. ἐμέοντας, τοὺς δέ τινας φλέγμα, τοῦθ’ ἕκαστον αὐτῶν ἐνόμισαν
8. εἶναι τὸν ἄνθρωπον, ὅτι καθαιρόμενον εἶδον ἀποθανόντα.
9. καὶ οἱ τὸ αἷμα φάντες εἶναι τὸν ἄνθρωπον τῇ
10. αὐτῇ γνώμῃ χρῶνται. ὁρῶντες ἀποσφαζομένους τοὺς ἀνθρώπους,
11. καὶ τὸ αἷμα καταῤῥέον ἐκ τοῦ σώματος, τοῦτο
12. νομίζουσιν εἶναι τὴν ψυχὴν τῶν ἀνθρώπων, καὶ μαρτυρίοισι
13. τούτοισι χρῶνται ἐν τοῖσι λόγοισι. ταῦτα προειπὼν ὁ Ἱπποκράτης
14. ἐφεξῆς ἐλέγχει τὴν δόξαν τῶν οὕτως ὑπολαμβανόντων,
15. ἅπερ εἴ τις μέλλει πάντα ἀναγιγνώσκειν, ἐκ τοῦ περὶ φύσιος
16. ἀνθρώπου βιβλίου πάρεστιν αὐτῷ. τὸ γὰρ σύγγραμμα παρὰ
17. πᾶσιν ἀνθρώποις ἐστί.
⟨
(De plac. Hipp. et Plat.) [n° 033 Fichtner] [GalLat]
De placitis Hippocratis et Platonis
Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Doctrines d’Hippocrate et de Platon
The Doctrines of Hippocrates and Plato (PHP)
De Lacy, 2005.
De Hippocratis et Platonis placitis, 1823, vol. 5, p. 181-805. urn:cts:greekLit:tlg0057.tlg032.verbatim-lat1
De Lacy, 2005 (eng).
De Hippocratis et Platonis placitis, 8.5, ed. Kühn, 1823, vol. 5, p. 679-688. urn:cts:greekLit:tlg0057.tlg032.1st1K-grc1:8.5
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩