Galenus. De placitis Hippocratis et Platonis (De plac. Hipp. et Plat.) [n° 033 Fichtner] [GalLat]

Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Doctrines d’Hippocrate et de Platon
The Doctrines of Hippocrates and Plato (PHP)
De Lacy, 2005.
De Hippocratis et Platonis placitis, 1823, vol. 5, p. 181-805. urn:cts:greekLit:tlg0057.tlg032.verbatim-lat1
De Lacy, 2005 (eng).

De Hippocratis et Platonis placitis, 8.6, ed. Kühn, 1823, vol. 5, p. 689-702. urn:cts:greekLit:tlg0057.tlg032.1st1K-grc1:8.6

1. Ἐγὼ δὲ μήκους φειδόμενος ἐπὶ τὰ συνεχῆ
2. τοῦ λόγου τρέψομαι. μετὰ γὰρ τὸ κατασκευάσαι τοὺς τέτταρας
3. χυμοὺς ἡμῖν εἶναι κατὰ φύσιν, ὑπερβάλλοντας δὲ
4. ποσότητι καὶ ἀλλοιωμένους κατὰ ποιότητα νόσων αἰτίους
5. γίγνεσθαι, μετὰ ταῦτα δείκνυσιν ἐν μὲν τῷ χειμῶνι πλεονάζον
6. τὸ φλέγμα, τοῦ δ’ ἦρος τὸ αἷμα, καὶ τοῦ θέρους
7. τὴν ξανθὴν χολὴν, καὶ τοῦ φθινοπώρου τὴν μέλαιναν.
8. ἄμεινον δ’ ἐστὶν αὐτὴν τὴν ῥῆσιν ὅλην αὐτοῦ παραγράψαι
9. κατὰ λέξιν οὕτως ἔχουσαν. Αὔξεται δ’ ἐν τῷ ἀνθρώπῳ τὸ
10. φλέγμα τοῦ χειμῶνος, τοῦτο γὰρ τῷ χειμῶνι κατὰ φύσιν
11. μάλιστα τῶν ἐν τῷ σώματι ἐνεόντων ψυχρότατόν ἐστι.
12. τεκμήρια δὲ τούτων, ὅτι τὸ φλέγμα ψυχρότατον, εἰ θέλεις
13. ψαῦσαι φλέγματος, καὶ χολῆς, καὶ αἵματος, τὸ φλέγμα εὑρήσεις
14. ψυχρότατον ἐὸν, καίτοι γλισχρότατόν ἐστι, καὶ βίῃ
15. μάλιστα ἄγεται μετά γε χολὴν μέλαιναν. ὅσα δὲ βίῃ ἔρχεται,
16. θερμότερα γίνεται ἀναγκαζόμενα ὑπὸ τῆς βίης. ἀλλ’
17. ὅμως καὶ πρὸς ταῦτα πάντα ψυχρότατον ἐὸν τὸ
18. φλέγμα φαίνεται ὑπὸ τῆς φύσιος τῆς ἑωυτοῦ. ὅτι δ’
19. ὁ χειμὼν πληροῖ φλέγματος τὸ σῶμα, γνοίης ἂν τοῖσδε·
1. οἱ ἄνθρωποι πτύουσι καὶ ἀπομύσσονται φλεγματωδέστατον
2. τοῦ χειμῶνος, καὶ τὰ οἰδήματα λευκὰ γίγνονται μάλιστα
3. κατὰ ταύτην τὴν ὥραν, καὶ τἄλλα νοσήματα φλεγματώδεα.
4. τοῦ δ’ ἦρος ἔτι μὲν ἰσχυρὸν τὸ φλέγμα ἐστὶν ἐν τῷ σώματι,
5. καὶ τὸ αἷμα αὔξεται. τά τε γὰρ ψύχεα ἐξανίει καὶ τὰ ὕδατα
6. ἐπιγίγνεται, τὸ δ’ αἷμα αὔξεται ὑπό τε τῶν ὄμβρων
7. καὶ ὑπὸ τῶν θερμημεριῶν. κατὰ φύσιν γὰρ αὐτέῳ ταῦτ’
8. ἐστι μάλιστα τοῦ ἐνιαυτοῦ, ὑγρόν τε γάρ ἐστι καὶ θερμόν.
9. γνοίης δ’ ἂν τοῖσδε· οἱ ἄνθρωποι τοῦ ἦρος καὶ τοῦ θέρεος
10. μάλιστα ὑπὸ τῶν δυσεντεριῶν ἁλίσκονται, καὶ ἐκ τῶν
11. ῥινῶν τὰ αἵματα ῥέει αὐτοῖσι, καὶ θερμότατοί εἰσι καὶ
12. ἐρυθροί. τοῦ δὲ θέρεος τό τε αἷμα ἰσχύει ἔτι, καὶ ἡ χολὴ
13. αἴρεται ἐν τῷ σώματι, καὶ παρατείνει εἰς τὸ φθινόπωρον.
14. ἐν δὲ τῷ φθινοπώρῳ τὸ μὲν αἷμα ὀλίγον γίγνεται· ἐναντίον
15. γὰρ αὐτοῦ τῇ φύσει τὸ φθινόπωρόν ἐστιν· ἡ δὲ χολὴ
16. τὸ θέρος κατέχει τὸ σῶμα καὶ τὸ φθινόπωρον. γνοίης| δ’
17. ἂν τοῖσδε· οἱ ἄνθρωποι αὐτόματοι ταύτην τὴν ὥρην χολὴν
18. ἐμέουσι, καὶ ἐν τῇσι φαρμακοποσίῃσι χολωδέστατα καθαίρονται.
1. δῆλον δὲ καὶ τοῖσι πυρετοῖσι καὶ τοῖσι χρώμασι
2. τῶν ἀνθρώπων. τὸ δὲ φλέγμα τοῦ θέρεος ἀσθενέστατόν
3. ἐστιν αὐτὸ ἑωυτοῦ. ἐναντίη γὰρ αὐτοῦ τῇ φύσει ἡ ὥρη
4. ἐστὶ, ξηρή τε οὖσα καὶ θερμή. τὸ δ’ αἷμα τοῦ φθινοπώρου
5. ἐλάχιστόν ἐστιν ἐν τῷ ἀνθρώπῳ, ξηρόν τε γάρ ἐστι τὸ
6. φθινόπωρον καὶ ψύχειν ἄρχεται ἤδη τὸν ἄνθρωπον. ἡ δὲ
7. μέλαινα χολὴ τοῦ φθινοπώρου πλείστη τε καὶ ἰσχυροτάτη
8. ἐστίν. ὅταν δ’ ὁ χειμὼν καταλαμβάνῃ, ἥ τε χολὴ ψυχομένη
9. ὀλίγη γίγνεται καὶ τὸ φλέγμα αὔξεται πάλιν ὑπό τε
10. τῶν ὑετῶν τοῦ πλήθεος καὶ ὑπὸ τῶν νυκτῶν τοῦ μήκεος.
11. ἔχει μὲν οὖν ταῦτα πάντα ἀεὶ τὸ σῶμα τοῦ ἀνθρώπου. ὑπὸ
12. δὲ τῆς ὥρης περιϊσταμένης ποτὲ μὲν πλείω γίγνεται αὐτὰ ἑωυτῶν,
13. ποτὲ δ’ ἐλάσσω ἕκαστα κατὰ μέρος τε καὶ κατὰ φύσιν.
14. ὡς γὰρ ὁ ἐνιαυτὸς μετέχει μὲν πᾶσι πάντων, καὶ τῶν
15. θερμῶν, καὶ τῶν ψυχρῶν, καὶ τῶν ξηρῶν, καὶ τῶν ὑγρῶν·
16. οὐ γὰρ ἂν μείνειε τουτέων οὐδὲν οὐδένα χρόνον ἄνευ πάντων
17. τῶν ἐνεόντων ἐν τῷδε τῷ κόσμῳ, ἀλλ’, εἰ ἕν τί γε ἐκλείποι,
18. πάντα ἂν ἀφανισθείη, ἀπὸ γὰρ τῆς αὐτῆς ἀνάγκης
1. πάντα συνέστηκέ τε καὶ τρέφεται ὑπ’ ἀλλήλων· οὕτω δὲ
2. καὶ εἴτι ἐκ τοῦ ἀνθρώπου ἐκλείποι τουτέων τῶν συγγεγονότων,
3. οὐκ ἂν δύναιτο ζῇν ὁ ἄνθρωπος. ἰσχύει δ’ ἐν τῷ
4. ἐνιαυτῷ τοτὲ μὲν ὁ χειμὼν μάλιστα, τοτὲ δὲ τὸ ἔαρ, τοτὲ
5. δὲ τὸ θέρος, τοτὲ δὲ τὸ φθινόπωρον. οὕτω δὲ καὶ ἐν τῷ
6. ἀνθρώπῳ τοτὲ μὲν τὸ φλέγμα ἰσχύει, τοτὲ δὲ τὸ αἷμα,
7. τοτὲ δ’ ἡ χολὴ, πρῶτον μὲν ἡ ξανθὴ, ἔπειτα δὲ ἡ μέλαινα
8. καλεομένη. μαρτύριον δὲ σαφέστατον· εἰ θέλοις τῷ
9. αὐτῷ ἀνθρώπῳ δοῦναι τὸ αὐτὸ φάρμακον τετράκις τοῦ
10. ἐνιαυτοῦ, ἐμεῖται τοῦ μὲν χειμῶνος φλεγματωδέστερα, τοῦ
11. δ’ ἦρος ὑγρότερα, τοῦ δὲ θέρεος χολωδέστατα, τοῦ δὲ
12. φθινοπώρου μελάντατα. ταῦτα περὶ τῆς κατὰ τὰς ὥρας
13. διαφορᾶς εἰπὼν ὁ Ἱπποκράτης, ἐδίδαξεν ἐν αὐτοῖς δυνάμει
14. περὶ τῶν ἡλικιῶν καὶ χωρῶν. ἀεὶ γὰρ ἐν ἅπασιν οἷς ἂν
15. ὑφηγῆται καθ’ ὁντιναοῦν λόγον ἐπιβλέπειν κελεύει καὶ
16. ὥρην, καὶ χώραν, καὶ ἡλικίην, καὶ ὅ τι δὲ ἐφ’ ἑνὸς τούτων
17. ἀκούεις, μεταφέρειν ἀξιῶν σε τοῦτο καὶ ἐπὶ τὰ λοιπὰ δύο
18. καθ’ ὁμοιότητα. τὸν αὐτὸν γὰρ λόγον ἐν ἡλικίαις ὁ παῖς
1. ἔχει τῇ τοῦ ἦρος ἐν ὥραις, ὡσαύτως δ’ ὁ μὲν νεανίσκος
2. τῇ τοῦ θέρους, ὁ δὲ παρακμάζων τῇ τοῦ φθινοπώρου,
3. καὶ τελευταῖος ὁ γέρων τῇ τοῦ χειμῶνος. ὁμοίως δὲ καὶ
4. τῶν χωρῶν ἡ μὲν εὔκρατος τῇ τοῦ ἦρος, ἡ. δὲ θερμὴ
5. τῇ τοῦ θέρους, ἡ δ’ ἀνωμάλως ἔχουσα κατὰ θερμότητα
6. καὶ ψυχρότητα, πλεονεκτοῦσα δ’ ὅμως ψυχρότητι καὶ ξηρότητι,
7. τῇ τοῦ φθινοπώρου, ἡ δ’ ὑγρὰ καὶ ψυχρὰ τῇ τοῦ
8. χειμῶνος. ταῦτά τε οὖν διδάξας, καὶ πρὸς τούτοις ὅτι τὰ
9. ἐναντία τῶν ἐναντίων ἐστὶν ἰάματα, τῆς κατὰ τὴν τέχνην
10. μεθόδου τὰ στοιχεῖα παρέδωκεν, οἷς ἐφεξῆς τὰ κατὰ τοὺς
11. ἀφορισμοὺς διελθὼν περὶ τῶν πλεοναζόντων καθ’ ἑκάστην
12. ὥραν τε καὶ ἡλικίαν νοσημάτων, τὰς οἷον συλλαβὰς ἐπὶ
13. τοῖς στοιχείοις ὑφηγήσατο. παραγράψω δέ σοι καὶ τὰς ῥήσεις
14. αὐτοῦ κατὰ λέξιν ἐχούσας ᾧδε. Νοσήματα δὲ πάντα
15. μὲν ἐν πάσῃσιν ὥρῃσιν γίγνεται, μᾶλλον δ’ ἔνια κατ’ ἐνίας
16. αὐτῶν καὶ γίγνεται, καὶ παροξύνεται· τοῦ μὲν ἦρος τὰ
17. μελαγχολικὰ, καὶ τὰ μανικὰ, καὶ τὰ ἐπιληπτικὰ, καὶ αἵματος
18. ῥύσιες, καὶ κυνάγχαι, καὶ κόρυζαι, καὶ βράγχοι,
1. καὶ βῆχες, καὶ λέπρα, καὶ λειχῆνες, καὶ ἀλφοὶ, καὶ ἐξανθήσιες
2. ἑλκώδεες πλεῖσται, καὶ φύματα, καὶ ἀρθριτικά·
3. τοῦ δὲ θέρεος ἔνιά τε τουτέων, καὶ πυρετοὶ συνεχέες καὶ
4. καῦσοι, καὶ τριταῖοι πυρετοὶ, καὶ τεταρταῖοι, ἔμετοί τε καὶ
5. διάῤῥοιαι, καὶ ὀφθαλμίαι, καὶ ὤτων πόνοι, καὶ στομάτων
6. ἑλκώσιες, καὶ σηπεδόνες αἰδοίων, καὶ ἱδρῶα· τοῦ δὲ φθινοπώρου
7. καὶ τῶν θερινῶν τὰ πολλὰ, καὶ πυρετοὶ τεταρταῖοι,
8. καὶ πλάνητες, καὶ σπλῆνες, ὕδρωπες, φθίσιες, καὶ
9. στραγγουρίαι, καὶ λειεντερίαι, καὶ δυσεντερίαι, καὶ συνάγχαι,
10. καὶ ἄσθματα, καὶ εἰλεοὶ, καὶ ἐπιληψίαι, καὶ τὰ μανικὰ,
11. καὶ τὰ μελαγχολικά· τοῦ δὲ χειμῶνος πλευρίτιδες,
12. περιπνευμονίαι, κόρυζαι, λήθαργαι, βράγχοι, βῆχες, πόνοι
13. στηθέων, πλευρέων, ὀσφύος, κεφαλαλγίαι, ἴλιγγοι,
14. ἀποπληξίαι. ταῦτα περὶ τῶν ὡρῶν εἰπὼν ὁ Ἱπποκράτης,
15. ἐφεξῆς περὶ τῶν ἡλικιῶν ᾧδε γράφει. ἐν δὲ τῇσιν ἡλικίῃσι
16. συμβαίνει τοῖσι μὲν μικροῖσι καὶ νεογνοῖσι παιδίοισιν
17. ἄφθαι, ἔμετοι, βῆχες, ἀγρυπνίαι, φόβοι, ὀμφαλοῦ
18. φλεγμοναὶ, ὤτων ὑγρότητες, πρὸς δὲ τὸ ὀδοντοφυεῖν
19. προσάγουσιν οὔλων ὀδαξησμοὶ, πυρετοὶ, σπασμοὶ, διάῤῥοιαι,
1. καὶ μάλιστα ὅταν ἀνάγωσι τοὺς κυνόδοντας, καὶ
2. τοῖσι παχυτάτοισι τῶν παιδίων καὶ τοῖσι κοιλίας σκληρὰς
3. ἔχουσι· πρεσβυτέροισι δὲ γιγνομένοισι παρίσθμια, σπονδύλου
4. τοῦ κατὰ ἰνίον εἴσω ὤσιες, ἄσθματα, λιθιάσιες,
5. ἕλμινθες στρογγύλαι, ἀσκαρίδες, ἀκροχορδόνες, σατυριάσεις,
6. χοιράδες, στραγγουρίαι, καὶ τἄλλα φύματα·
7. τοῖσι δ’ ἔτι πρεσβυτέροισι καὶ πρὸς τὴν ἥβην προσάγουσι
8. τουτέων τε πολλὰ καὶ πυρετοὶ χρόνιοι μᾶλλον, καὶ ἐκ
9. ῥινῶν αἵματος ῥύσιες. τὰ δὲ πλεῖστα τοῖσι παιδίοισι πάθεα
10. κρίνεται, τὰ μὲν ἐν τεσσαράκοντα ἡμέρῃσι, τὰ δὲ ἐν
11. ἑπτὰ μησὶ, τὰ δὲ ἐν ἑπτὰ ἔτεσι, τὰ δὲ πρὸς τὴν ἥβην προσάγουσιν.
12. ὅσα δ’ ἂν διαμείνῃ τοῖσι παιδίοισι, καὶ μὴ ἀπολυθῇ
13. περὶ τὸ ἡβάσκειν, ἢ τοῖσι θήλεσι περὶ τὰς τῶν
14. καταμηνίων ῥήξιας, χρονίζειν εἴωθε. τοῖσι δὲ νεηνίσκοισιν
15. αἵματος πτύσιες, φθίσιες, πυρετοὶ ὀξέες, ἐπιληψίαι,
16. καὶ τἄλλα νοσήματα, μάλιστα δὲ τὰ εἰρημένα.
17. τοῖσι δ’ ὑπὲρ τὴν ἡλικίην ταύτην πλευρίτιδες, περιπνευμονίαι,
18. λήθαργοι, φρενίτιδες, καῦσοι, διάῤῥοιαι,
1. χολέραι, δυσεντερίαι, αἱμοῤῥοΐδες. τοῖσι δὲ πρεσβυτέροισι
2. δύσπνοιαι, κατάῤῥοι βηχώδεες, στραγγουρίαι, δυσουρίαι,
3. ἄρθρων πόνοι, νεφρίτιδες, ἴλιγγοι, ἀποπληξίαι, καχεξίαι,
4. ξυσμοὶ τοῦ σώματος, ἀγρυπνίαι, κοιλίης καὶ
5. ὀφθαλμῶν καὶ ῥινῶν ὑγρότητες, ἀμβλυωπίαι, γλαυκώσιες,
6. βαρυηκοΐαι. ταύτην τὴν τάξιν τῆς διδασκαλίας
7. ἐχρῆν πεποιῆσθαι τὸν Πλάτωνα μᾶλλον, εἴ πέρ γε φιλοσόφῳ
8. προσήκει τὸ τάξει καὶ μεθόδῳ χρῆσθαι καὶ διδασκαλίᾳ,
9. καὶ μᾶλλον ἢ τοῖς ἰατροῖς. ἀλλ’ ἴσως οὐκ ἠδύνατο περὶ
10. τῶν τοιούτων ἀκριβῶς διελθεῖν ἐμπειρίας δεομένων, αὐτὸς
11. οὐκ ὢν τρίβων τῶν ἔργων τῆς ἰατρικῆς. καὶ κατὰ τοῦτο
12. ἐπαινεῖν αὐτὸν προσήκει, περὶ ὧν ἀκριβῶς οὐκ ἠπίστατο
13. μηδ’ ἐπιχειρήσαντα λέγειν. ἀλλ’ ἐκεῖνά γε δυνατὸν ἦν αὐτῷ
14. παρ’ αὐτῆς τῆς τῶν πραγμάτων φύσεως μεμαθηκέναι τὰ
15. λελεγμένα κατὰ τοὺς ἀφορισμοὺς ἐν τῇδε τῇ ῥήσει. κατὰ
16. δὲ τὰς ὥρας τοῦ μὲν ἦρος καὶ ἄκρου τοῦ θέρεος οἱ παῖδες
17. καὶ οἱ τούτων ἐχόμενοι τῇσιν ἡλικίῃσιν ἄριστά τε διάγουσι
18. καὶ ὑγιαίνουσι μάλιστα· τοῦ δὲ θέρεος καὶ τοῦ φθινοπώρου
1. μέχρι μέν τινος οἱ γέροντες, τὸ δὲ λοιπὸν καὶ τοῦ
2. χειμῶνος οἱ μέσοι τῇσιν ἡλικίῃσιν. ταῦτα μὲν οὖν περὶ
3. τῶν εἰρημένων ἡλικιῶν ἐφ’ ἑαυτοῦ καὶ τῶν ὁμοδιαίτων ἐξετάσαι
4. τις δύναται προήκων ἤδη κατὰ τὴν ἡλικίαν, ὡς εἰκὸς
5. ἦν Πλάτωνα προήκειν, ὅτε ἔγραφε τὸν Τίμαιον. ἀμελῶς
6. οὖν ἔσχε περί τε τὴν τῶν αὐτῶν τούτων ἐξέτασιν, ἔτι τε
7. μᾶλλον ὧν ἔγραψεν ὁ Ἱπποκράτης περὶ τῶν πλεοναζόντων
8. νοσημάτων ἐν ἑκάστῃ τῶν ἡλικιῶν τε καὶ ὡρῶν, ὡς, εἴγε
9. προσεσχήκει τὸν νοῦν αὐτοῖς, οὐκ ἂν ἐγεγράφει ταῦτα. τὸ
10. μὲν οὖν ἐκ πυρὸς ὑπερβολῆς μάλιστα νοσῆσαν σῶμα συνεχῆ
11. καύματα καὶ πυρετοὺς ἀπεργάζεται, τὸ δὲ ἐξ ἀέρος ἀμφημερινοὺς,
12. τριταίους δὲ ἐξ ὕδατος διὰ τὸ νωθέστερον ἀέρος
13. καὶ πυρὸς αὐτὸ εἶναι, τὸ δὲ γῆς τέταρτον, ὂν νωθέστατον
14. τούτων, ἐν τετραπλασίαις περιόδοις χρόνου καθαιρόμενον,
15. τεταρταίους πυρετοὺς ποιῆσαν ἀπαλλάττεται μόλις. ἐν
16. τούτῳ τῷ λόγῳ πρῶτον μὲν ἡμάρτηκε κατὰ τὰ κοινὰ στοιχεῖα
17. ἁπάντων σωμάτων, οὐ οὐκατὰκατὰ τῶν ἐναίμων ζώων ποιησάμενος
18. τὴν αἰτιολογίαν τῶν περιοδικῶν πυρετῶν· ἄμεινον γὰρ ἦν, ἃ
1. καὶ δεῖξαι δυνάμεθα κατὰ τὸ σῶμα πλεονάζοντα, ταῦτ’
2. ἰᾶσθαι· δεύτερον δ’, ὅτι τῶν ἀμφημερινῶν καὶ τριταίων
3. πυρετῶν οὐδ’ ἐγγὺς ἧκε τῆς ἀληθοῦς αἰτίας. φαίνεται
4. γὰρ ἐναργῶς ἐπὶ μὲν τῶν ἀμφημερινῶν ὁ φλεγματώδης πλεονάζων
5. χυμὸς, ὑγρὸς καὶ ψυχρὸς ὢν, ἐπὶ δὲ τῶν τριταίων
6. ὁ τῆς ξανθῆς χολῆς. πάλιν αὖ καὶ οὗτος ἄκρως θερμὸς
7. καὶ ξηρός. ὥστ’ ἐπὶ τούτου μὲν ἐχρῆν εἰρῆσθαι πλεονάζειν
8. τὸ τοῦ πυρὸς στοιχεῖον, ἐπ’ ἀμφημερινοῦ δὲ τὸ τοῦ ὕδατος,
9. ὥσπερ ἐν τοῖς τεταρταίοις χυμὸν μὲν τὴν μέλαιναν χολὴν,
10. στοιχεῖον δὲ τὴν γῆν. ὅστις δ’ ἑκάστου τῶν εἰρημένων
11. ἀκριβῶς ἐκμαθεῖν βούλεται τὴν φύσιν, ἔν τε τοῖς περὶ κρίσεων
12. ὑπομνήμασι κᾀν τοῖς περὶ τῆς διαφορᾶς τῶν πυρετῶν
13. ἐξειργασμένον τὸν λόγον ἔχει. ἐγὼ δ’ οὐκ εἴωθα
14. πολλάκις ὑπὲρ τῶν αὐτῶν τὰ αὐτὰ γράφειν, ἀλλ’ ἅπαξ ἢ
15. καὶ δὶς ἐνίοτε τὴν ἀπόδειξιν εἰπὼν ἐν τοῖς ἄλλοις βιβλίοις
16. τῷ συμπεράσματι τῆς ἀποδείξεως χρῶμαι· καθάπερ καὶ
17. περὶ τοῦ τρεῖς εἶναι τὰς ἀρχὰς τῶν διοικουσῶν ἡμᾶς δυνάμεων
18. ἅπαξ ἀποδείξας ἐν τοῖς πρώτοις βιβλίοις τῆσδε τῆς
1. πραγματείας, ἐν ταῖς ἄλλαις ἁπάσαις ἐξ ἑτοίμου λαμβάνω,
2. μόνον ἀναμιμνήσκων ἐνίοις, ὡς ἀποδέδεικται. καὶ νῦν γοῦν
3. ἀρκεῖ τό γε τοσοῦτον ἀναμνῆσαι περὶ τῶν ἐν ἐκείνοις δεδειγμένων,
4. ὡς τοὺς ὀξυτάτους τε καὶ καυσωδεστάτους πυρετοὺς
5. ἡ ξανθὴ χολὴ γεννᾷ, καὶ ὡς τοῦ γένους τῶν καυσωδῶν
6. πυρετῶν ἐστι καὶ ὁ τριταῖος. εἴρηται δ’ ἐν ἐκείνοις
7. ἡ αἰτία, δι’ ἣν οὐκ ἔστι συνεχὴς, ὥσπερ ὁ καῦσος, ἀλλὰ
8. διαλείπων γίγνεται. τοῦτο οὖν ὁ Πλάτων οὐκ ἀκριβῶς
9. ἔγνω τῆς Ἱπποκράτους τέχνης, καίτοι πειρώμενος ἕπεσθαι
10. τἀνδρὶ, καὶ προσέτι γε περὶ τοῦ λευκοῦ φλέγματος. τὸ μὲν
11. γὰρ πομφολύγων ἐναπολαμβανομένων, ἀοράτων μὲν διὰ
12. σμικρότητα, καθάπερ αὐτὸς ἔφη, συναπασῶν δὲ τὸν ὄγκον
13. παρεχομένων, ὁρατὸν γεννᾶσθαι τὸν τοιοῦτον χυμὸν εὔλογόν
14. τε ἅμα καὶ πιθανόν· τὸ δ’ ἐκ συντήξεως ἁπαλῆς σαρκὸς
15. γενέσθαι ποτὲ φλέγμα τῶν ἀτοπωτάτων ἐστὶ, πλὴν εἴ τις
16. Πρόδικος ὑπαλλάττων τοὔνομα τὸν πικρόχολον χυμὸν ὀνομάζει
17. φλέγμα διὰ τὸ νομίζειν, ἀπὸ τοῦ πεφλέχθαι τὴν
18. προσηγορίαν αὐτῷ γεγονέναι. ἀλλ’ ὅ γε Πλάτων αὐτὸς οἶδε
1. θερμότατον ὄντα τὸν τῆς τοιαύτης χολῆς χυμὸν ἐν οἷς φησιν·
2. ὅσα δὲ φλεγμαίνειν λέγεται τοῦ σώματος ἀπὸ τοῦ καίεσθαί
3. τε καὶ φλέγεσθαι διὰ χολὴν γέγονε πάντα. καὶ τούτων
4. ἐφεξῆς· λαμβάνουσα μὲν ἀναπνοὴν ἔξω παντοίαν, ἀναπέμπει
5. ζέουσα φύματα, καθειργνυμένη δὲ ἐντὸς, πυρίκαυτα νοσήματα
6. πολλὰ ἐμποιεῖ· δῆλος οὖν ἐστι τῇ συνήθει προσηγορίᾳ
7. κατὰ τοῦ πικροχόλου χυμοῦ χρώμενος, ὥσπερ τοὐπίπαν ἐστὶν
8. ξανθὸς τὴν χρόαν· καὶ ὠχρὸς δ’ ἐνίοτε γίγνεται πολλὴν
9. ὀῤῥώδη προσλαβὼν ὑγρότητα. καὶ μέντοι κᾀξ αὐτοῦ τοῦ
10. προσθεῖναι τῷ φλέγεσθαι διὰ τὴν χολὴν δῆλός ἐστιν οὐκ
11. ἐν τῇ προσηγορίᾳ σφαλλόμενος, ὥσπερ ὁ Πρόδικος, ἀλλ’ ἐν
12. τῇ γνώσει τῆς φύσεως τοῦ χυμοῦ. λέγει δὲ περὶ αὐτοῦ τόνδε
13. τὸν τρόπον. τὸ δ’ αὖ μετ’ ἀέρος τηκόμενον ἐκ νέας καὶ
14. ἁπαλῆς σαρκός· τούτου δ’ ἀνεμωθέντος καὶ ξυμπεριληφθέντος
15. ὑπὸ ὑγρότητος, καὶ πομφολύγων ξυστασῶν ἐκ τοῦ
16. πάθους τούτου, καθ’ ἑκάστην μὲν ἀοράτων διὰ σμικρότητα,
17. ξυναπασῶν δὲ τὸν ὄγκον παρεχομένων ὁρατὸν χρῶμα ἐχουσῶν,
1. διὰ τὴν τοῦ ἀφροῦ γένεσιν ἰδεῖν λευκόν. ταύτην πᾶσαν
2. τηκεδόνα ἁπαλῆς σαρκὸς μετὰ πνεύματος συμπλακεῖσαν
3. λευκὸν εἶναι φλέγμα φαμέν. καὶ μετ’ οὐ πολλὰ δὲ πάλιν
4. οὕτως ὑπὲρ αὐτοῦ γράφει· τὸ δὲ λευκὸν φλέγμα διὰ τὸ τῶν
5. πομφολύγων πνεῦμα χαλεπὸν ἀποληφθὲν, ἔξω δὲ τοῦ σώματος
6. ἀναπνοὰς ἴσχον ἠπιώτερον μὲν, καταποικίλλει δὲ τὸ
7. σῶμα, λεύκας ἀλφούς τε καὶ τὰ τούτων ξυγγενῆ νοσήματα
8. ἀποτίκτει. ἐν ταύτῃ μὲν τῇ ῥήσει καλῶς ἀπεφῄνατο περὶ
9. τῶν γινομένων ἀπὸ τοῦ φλέγματος παθῶν· ἡνίκα δ’ ἔλεγεν
10. ἔμπροσθεν, τὴν πᾶσαν τηκεδόνα ἁπαλῆς σαρκὸς μετὰ πνεύματος
11. συμπλακεῖσαν λευκὸν εἶναι φλέγμα φαμὲν, οὐκ ὀρθῶς.
12. δέδεικται γὰρ ἥ γε τοῦ φλέγματος γένεσις ἐκ τροφῆς φύσει
13. ψυχροτέρας ἐνδεῶς ὑπὸ τῆς ἐμφύτου θερμασίας κατεργασθείσης
14. ἀποτελουμένη. τηκομένη δὲ σὰρξ ὅμοιόν τι ποιεῖ
15. τὸ σύντηγμα τῇ χρόᾳ τῆς ὠχρᾶς χολῆς, ἐπὶ τὸ λευκότερον
16. ῥέπον, ὡς εἶναι τὸ καλούμενον ὕπωχρον πυῤῥόν. ἔστι δὲ
17. καὶ παχύτερον τὸ σύντηγμα τοῦτο τῆς ὠχρᾶς χολῆς, καὶ δυσωδέστερον,
18. καί τινα γλισχρότητα πολλάκις ἔχον ἐν ἑαυτῷ καὶ
1. λιπαρότητα. ταῦτα μὲν ἱκανὰ περὶ χυμῶν ἔγνωσται πρός γε
2. τὸ παρὸν, εἰ μέλλοιμεν, ὥς τινες τῶν φίλων ἀξιοῦσιν, ἐξηγεῖσθαι
3. τὰ κατὰ τὸν Τίμαιον ἰατρικῶς εἰρημένα.

Cliquer un n° de page pour en afficher l’image