Galenus. De placitis Hippocratis et Platonis (De plac. Hipp. et Plat.) [n° 033 Fichtner] [GalLat]

Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Doctrines d’Hippocrate et de Platon
The Doctrines of Hippocrates and Plato (PHP)
De Lacy, 2005.
De Hippocratis et Platonis placitis, 1823, vol. 5, p. 181-805. urn:cts:greekLit:tlg0057.tlg032.verbatim-lat1
De Lacy, 2005 (eng).

De Hippocratis et Platonis placitis, 8.7, ed. Kühn, 1823, vol. 5, p. 702-707. urn:cts:greekLit:tlg0057.tlg032.1st1K-grc1:8.7

4. Καὶ τὰ λοιπὰ δὲ τῶν κατὰ τὸ βιβλίον
5. λόγων διὰ κεφαλαίων ῥηθήσεται συνόψεως ἕνεκεν, ἐν οἷς
6. τε ὁμολογοῦσιν οἱ ἄνδρες ἀλλήλοις, ἐν οἶς τε διαφέρονται,
7. διὰ μακροτέρων τε κατὰ τὴν ἐσομένην ἡμῖν ἐξήγησιν αὖθις
8. εἰρήσεται. λέγοντος οὖν Ἱπποκράτους ἀεὶ τὸ σύμφυτον
9. θερμὸν αἰτιώτατον εἶναι πάντων τῶν φυσικῶν ἔργων, ὁ
10. Πλάτων οὐ θερμὸν, ἀλλὰ πῦρ ὀνομάζει. ἴδωμεν δ’, ὅπως
11. ὑπ’ αὐτοῦ διοικεῖσθαι λέγει τὰ τῶν ζώων σώματα.
12. πᾶν ζῶον πάντως περὶ τὸ αἷμα καὶ τὰς φλέβας αὑτοῦ
13. θερμότητα ἔχει, οἷον ἐν ἑαυτῷ πηγήν τινα ἐνοῦσαν πυρός.
14. πλὴν μὲν οὖν πάντα καλῶς εἶπεν. οὐ γὰρ ἐκ παρατρίψεως
15. τοῦ κατὰ τὰς ἀρτηρίας πνεύματος ἡ θερμασία γεννᾶται κατὰ
16. τὰ τῶν ζώων σώματα, καθάπερ ἐκτὸς ἐπὶ λίθων τε καὶ
17. ξύλων, ἀλλ’ ἔμπαλιν ὑπὸ τῆς συμφύτου θερμασίας αἱ κινήσεις
18. αὐτῶν γίνονται. ὅταν οὖν ψυχῇ τὸ σῶμα διὰ κρύος,
1. ἢ φάρμακον, ἢ οὐδενὸς τῶν ἄλλων ἀλλοιουμένου τῶν κατ’
2. αὐτὸ, παύονται μὲν αὐτίκα αἱ τῶν ἀρτηριῶν κινήσεις, αἵ τε
3. κατὰ τὰ νεῦρα καὶ μῦς. οὐ μὴν πυρός γε πηγὴν, ἀλλὰ
4. μᾶλλον ἐμφύτου θερμοῦ βέλτιον ἦν εἰρῆσθαι κατὰ τὰ
5. σώματα ἡμῶν, ὡς Ἱπποκράτης ὀνομάζει διὰ παντός. εἴπερ
6. γὰρ ὑπὸ πυρὸς ἡ πέψις γίνεται τῶν σιτίων, ἥ τ’ ἀνάδοσις,
7. ἥ θ’ αἱμάτωσις, ἥ τε θρέψις, ἄμεινον ἂν ἐπὶ τῶν πυρεττόντων
8. ὀξέως ἐφαίνετο ταῦτα ἐπιτελούμενα. τὸ δ’ ἔμφυτον
9. θερμὸν εὔκρατον εἶναι κατὰ μὲν οὐσίαν ἐν αἵματι καὶ
10. φλέγματι τὴν ὕπαρξιν ἔχον μάλιστα, κατὰ δὲ ποιότητα
11. μικτὸν ὂν εὐκράτως ἐκ θερμότητός τε καὶ ψυχρότητος.
12. ἀσφαλέστερον οὖν ὁ Ἱπποκράτης ἔφη· τὰ αὐξανόμενα πλεῖστον
13. ἔχει τὸ ἔμφυτον θερμόν· πλείστης οὖν δεῖται τροφῆς,
14. εἰ δὲ μὴ, τὸ σῶμα ἀναλίσκεται. γέρουσι δ’ ὀλίγον τὸ θερμόν·
15. διὰ τοῦτο ἄρα ὀλίγων ὑπεκκαυμάτων δέονται, ὑπὸ
16. πολλῶν μὲν γὰρ ἀποσβέννυνται. διὰ τοῦτο καὶ οἱ πυρετοὶ
17. τοῖσι γέρουσιν οὐχ ὁμοίως ὀξέες, ψυχρὸν γὰρ τὸ σῶμα.
18. κατὰ τοῦτον οὖν τὸν λόγον κᾀν τῷ περὶ φύσεως ἀνθρώπου
1. τῇ πρώτῃ τῶν ἡλικιῶν τὸν ἄνθρωπον ἔφη θερμότατον
2. ὑπάρχειν αὑτοῦ, καθάπερ ψυχρότατον ἐν τῇ τοῦ γήρως
3. ἐσχάτῃ. οὐχ ἁπλῶς θερμότατον, ὥσπερ ἐν τοῖς καύσοις
4. πυρετοῖς, ἀλλὰ τῷ ἐμφύτῳ θερμῷ θερμότατον εἴπομεν εἶναι
5. τὸ γεγεννημένον ἄρτι παιδίον τῇ οὐσίᾳ. διὰ τοῦτο οὖν ἐν
6. ἀφορισμοῖς πρῶτον μὲν ἔφη· τὰ αὐξανόμενα πλεῖστον ἔχει
7. τὸ ἔμφυτον θερμόν. ἀλλὰ τοῦτον μὲν ἤδη προὔγραψα τὸν
8. ἀφορισμόν. ἄλλα δ’ ὁμολογοῦντα αὐτῷ γράφει κατὰ λέξιν
9. οὕτως· αἱ κοιλίαι χειμῶνος καὶ ἦρος θερμόταται φύσει,
10. καὶ ὕπνοι μακρότατοι. ἐν ταύτῃσιν οὖν τῇσιν ὥρῃσι καὶ
11. τὰ προσάρματα πλείω δοτέον· καὶ γὰρ τὸ ἔμφυτον θερμὸν
12. πολὺ, τροφῆς οὖν πλείονος δεῖται. σημεῖον δὲ αἱ ἡλικίαι
13. καὶ οἱ ἀθληταί. τὸ ἔμφυτον θερμὸν ἔφη πλεῖστον εἶναι
14. χειμῶνος, οὗ τὸ ἐπίκτητον ἐπὶ τοῦ θέρους πλεονάζει. μηκύνειν
15. δ’ οὐ χρὴ περὶ τῆς γνώμης αὐτοῦ κατὰ τόνδε τὸν
16. λόγον, τοὺς μὲν ἀφορισμοὺς ἐξηγησαμένου δι’ ὑπομνημάτων
17. ἑπτὰ, βιβλίον δ’ ἄλλο γεγραφότος πρὸς τοῦ
18. Κοΐντου μαθητὴν Λύκον, ὃς οὐ νοήσας, ὁποῖόν τι τὸ ἔμφυτον
1. θερμὸν ὁ Ἱπποκράτης βούλεται, ἀντεῖπε πρὸς τοὺς
2. εἰρημένους ἀρτίως ἀφορισμούς. νῦν οὖν ἀρκέσει τὰς τοῦ
3. Πλάτωνος παραγράψαι ῥήσεις, ἃς ἐν τῷ περὶ τροφῆς ἀναδόσεως
4. λόγῳ κατὰ τὸν Τίμαιον ἔγραψεν· ἄρχεται δ’ αὐτῶν
5. ᾧδε. τὸ ἐντεῦθεν ἤδη τὴν ὑδραγωγίαν παρεσκεύασαν τρόπῳ
6. τινὶ τοιῷδε, ὃν κατοψόμεθα ῥᾷον προδιομολογησάμενοι τὸ
7. τοιόνδε· ὅτι πάντα, ὅσα ἐξ ἐλαττόνων συνίσταται, στέγει
8. τὰ μείζω, τὰ δ’ ἐκ μειζόνων τὰ σμικρότερα οὐ δύναται.
9. πῦρ δὲ πάντων μερῶν μικρομερέστατον, ὅθεν δι’ ὕδατος
10. καὶ γῆς ἀέρος τε καὶ ὅσα ἐκ τούτων συνίσταται διαχωρεῖν,
11. καὶ στέγειν οὐδὲν αὐτὸ δύναται. ταὐτὸν δὴ καὶ περὶ τῆς
12. παρ’ ἡμῖν κοιλίας διανοητέον, ὅτι σιτία μὲν καὶ ποτὰ, ὅσα
13. ἂν εἰς αὐτὴν ἐμπέσῃ, στέγει, πνεῦμα δὲ καὶ πῦρ, σμικρομερέστατα
14. ὄντα τῆς αὐτῆς συστάσεως, οὐ δύναται. τούτοις
15. οὖν κατεχρήσατο θεὸς εἰς τὴν ἐκ τῆς κοιλίας ἐπὶ τὰς φλέβας
16. ὑδρείαν, πλέγμα ἐξ ἀέρος καὶ πυρὸς ὂν, οἷον οἱ κύρτοι,
17. ξυνυφῃνάμενος. τὸ μὲν οὖν ἀέρι καὶ πυρὶ χρῆσθαι τὴν
1. φύσιν πρὸς πέψιν τροφῆς, αἱμάτωσίν τε καὶ ἀνάδοσιν ὀρθῶς
2. εἴρηται. τὸ δ’ ἐξ αὐτῶν πλέγμα γεγονέναι, καὶ μὴ δι’ ὅλων
3. κρᾶσιν, οὐκέτ’ ἐπαινῶ, καθάπερ οὐδὲ τὸ πῦρ ὀνομάζειν
4. αὐτὸν, ἐνὸν, ὡς Ἱπποκράτης, ἔμφυτον θερμόν. ἀλλ’ ἔοικεν
5. οὕτω καλεῖν, ἀναμιμνήσκειν ἡμᾶς βουλόμενος, ὅτι διὰ τὴν
6. τοῦ πυρὸς μίξιν σὺν τοῖς ἄλλοις στοιχείοις ἡ πρὸς τὰ ἐκτὸς
7. ἐκ τοῦ βάθους φορὰ γίγνεται τῆς κατὰ τὸ σῶμα θερμασίας.
8. φαίνεται γοῦν ποτε καὶ μεταλαμβάνων αὐτὸς εἰς τὴν τοῦ
9. θερμοῦ προσηγορίαν τὸ τοῦ πυρὸς ὄνομα, καθάπερ καὶ
10. κατὰ τήνδε τὴν ῥῆσιν. τὸ θερμὸν δὴ κατὰ φύσιν εἰς τὴν
11. ἑαυτοῦ χώραν ἔξω πρὸς τὸ συγγενὲς ὁμολογητέον ἰέναι.
12. τούτοις δ’ ὁμολογεῖ καὶ τάδε. καὶ διὰ ταῦτα δὴ καθ’ ὅλον
13. τὸ σῶμα ἅπασι τοῖς ζώοις τὰ τῆς τροφῆς νάματα οὕτως ἐπίῤῥυτα
14. γέγονε. νεότμητα δὲ καὶ ἀπὸ συγγενῶν ὄντα, τὰ μὲν
15. καρπῶν, τὰ δὲ χλόης, ἃ ὁ θεὸς ἐπ’ αὐτὸ τοῦτο ἡμῖν ἐφύτευσεν
16. εἶναι τροφὴν, παντοδαπὰ μὲν χρώματα ἴσχει διὰ τὴν
17. σύμμιξιν· ἡ δ’ ἐρυθρὰ πλείστη περὶ αὐτὰ χρόα διαθεῖ,
1. τῆς τοῦ πυρὸς τομῆς τε καὶ ἐξομόρξεως ἐν ὑγρῷ δεδημιουργημένης
2. φύσεως, ὅθεν τοῦ κατὰ τὸ σῶμα ῥέοντος τὸ χρῶμα
3. ἔσχεν οἵαν ὄψιν διεληλύθαμεν, ὃ καὶ καλοῦμεν αἷμα. τὴν
4. ἐρυθρὰν χρόαν γεννᾶσθαί φησιν ἐν τῷ αἵματι διὰ τὴν τοῦ
5. πυρὸς ἐξόμορξιν, ὅπερ ἐστὶν οἷον ἐναπόθεσις τῆς αὐτοῦ
6. ποιότητός τε καὶ δυνάμεως. ὥστ’ ἐκ κράσεως τοῦ τε πυρώδους
7. στοιχείου καὶ τῆς δεξαμένης ὑγρότητος αὐτὸ γεννᾶσθαί
8. φησι τὸ αἷμα. τῆς δ’ ὑγρότητος οὐκ ἀκριβοῦς ὕδατος
9. ὄντος, ἀλλά τι καὶ γεῶδες ἐχούσης, ὡς δηλοῖ τὸ πάχος
10. αὐτοῦ, ἐξ ἁπάντων ἐγεννήθη τὸ αἷμα, προσλαμβάνον ἐξ
11. ἀνάγκης τι καὶ τῆς ἀερώδους οὐσίας, ὡς ἐν ἑτέροις δέδεικται.
12. φαίνεται τοιγαροῦν κᾀν τούτοις ὁ Πλάτων ἑπόμενος
13. τῷ Ἱπποκράτει. τὸ γὰρ ἔμφυτον θερμὸν αἴτιον εἶναί
14. φησι τῆς τε κατὰ τὴν γαστέρα πέψεως τῶν σιτίων καὶ τῆς
15. ἐντεῦθεν εἰς ἧπάρ τε καὶ φλέβας ἀναδόσεως, καὶ προσέτι τῆς
16. αἱματώσεως, καὶ τῆς εἰς ὅλον τὸ σῶμα φορᾶς τε καὶ πέψεως.

Cliquer un n° de page pour en afficher l’image