17. Ἐν μέντοι τῇ περὶ ἀναπνοῆς δόξῃ διηνέχθη
18. πρὸς ἑαυτὸν οὐ σμικρὰ, πρῶτον μὲν τῷ διαπνοῆς μᾶλλον
1. αἰτίαν εἰπεῖν, οὐκ ἀναπνοῆς, εἶτ’ οὐδὲ ταύτης ἀμέμπτως,
2. ἀναιρεῖ γὰρ ὁλκὴν, ᾗ πρὸς πολλὰ τῶν φυσικῶν ἔργων ὁ
3. Ἱπποκράτης χρῆται. διὰ τοῦτ’ ἠναγκάσθη τῶν ἐνεργειῶν
4. ἐνίας οὐκ ἄνευ τῆς ὁλκῆς γιγνομένας εἰς περίωσιν ἀναφέρειν.
5. ὁποῖον μὲν οὖν τι τῆς ὁλκῆς ἐστιν, ἔνεστί σοι μαθεῖν,
6. αὐλίσκου τὸ μὲν ἕτερον στόμιον εἰς ὕδωρ καθέντι, τὸ δὲ
7. ἕτερον περιλαβόντι τοῖς χείλεσιν. ἕλκοντι γὰρ καὶ μυζῶντι
8. διὰ τῶν χειλέων τὸν ἐκ τοῦ αὐλίσκου ἀέρα, συνακολουθήσει
9. τὸ ὕδωρ. οὕτως δὲ καὶ τὰ παιδία τῇ παρενθέσει τῶν χειλέων
10. ἔκ τε τῶν τιτθῶν ἕλκει τὸ γάλα κᾀκ τῶν βομβυλίων
11. τὸ περιεχόμενον ἐν αὐτοῖς ὑγρόν. ἀλλὰ καὶ αἱ τῶν χαλκέων
12. φύσαι διαστελλόμεναι τὸν ἔξωθεν ἀέρα διὰ τῶν προσκειμένων
13. αὐταῖς αὐλίσκων ἕλκουσιν ἐκπληρώσαντα τὴν διαστολήν.
14. ὁμοίως δὲ καὶ τοῖς ζώοις ὁ θώραξ διαστελλόμενος ἕλκει διὰ
15. τῆς τραχείας ἀρτηρίας ἀναγκαίως εἰς τὸ στόμα τὸν ἔξωθεν
16. ἀέρα, μικρὸν δ’ ὕστερον ἐκθλίβει συστελλόμενος ἐν ταῖς
17. ἐκπνοαῖς. τουτὶ μὲν τὸ ἔργον ἐν τῷ δευτέρῳ περὶ μυῶν
18. κινήσεως ἐδείχθη προαιρετικόν. τὸ δὲ ἕτερον, ὃ καλεῖται
1. σφυγμὸς, ὑπό τε τῆς καρδίας καὶ τῶν ἀρτηριῶν γίγνεται,
2. τῇ μὲν διαστολῇ διὰ τῶν εἰς τὸ δέρμα καθηκόντων
3. στομάτων ἑλκουσῶν τῶν ἀρτηριῶν εἰς τὸ σῶμα τὸν ἔξωθεν
4. ἀέρα τριῶν ἕνεκα χρειῶν, ἐμψύξεως, ῥιπίσεως, γενέσεως
5. πνεύματος ψυχικοῦ, τῇ συστολῇ δ’ ἐκθλιβουσῶν ὅσον
6. αἰθαλῶδες ἢ καπνῶδες ἐγεννήθη κατ’ αὐτὰς τῶν χυμῶν.
7. ἀποδέδεικται δὲ περὶ μὲν ἀναπνοῆς ἐν τῷ περὶ χρείας
8. σφυγμῶν. ὅτι δ’ ὁ θώραξ διαστελλόμενος ἕλκει τὸν ἔξωθεν
9. ἀέρα, κατὰ τὰ περὶ θώρακος καὶ πνεύμονος κινήσεως ὑπομνήματα
10. δέδεικται. τίνες δ’ εἰσὶν οἱ διαστέλλοντες αὐτὰ
11. μῦς ἢ τίνες οἱ συστέλλοντες, ἐν τοῖς περὶ τῶν τῆς ἀναπνοῆς
12. αἰτίων ἐδείχθη. τὰ δ’ ἕκαστον τούτων τῶν μυῶν νεῦρα
13. κινοῦντα πάντ’ ἐκ τοῦ νωτιαίου πέφυκεν, οὐ κατ’ ἐμὲ μόνον,
14. ἀλλὰ καὶ κατὰ πάντας τοὺς ἀνατομικοὺς, αὐτὸς δ’ ὁ νωτιαῖος
15. ἐξ ἐγκεφάλου, ὥστ’ ἐκείνου διὰ μέσου τοῦ νωτιαίου
16. τὰ νεῦρα τὰ καθ’ ὁρμὴν κίνησιν ἐπιφέρει τοῖς τοῦ θώρακος
17. μυσὶν, ὑφ’ ὧν διαστελλόμενος ἕλκει τὸν ἔξωθεν ἀέρα διὰ
1. τοῦ λάρυγγός τε καὶ τῆς τραχείας ἀρτηρίας εἰς τὸν πνεύμονα,
2. συστελλόμενος δ’ ἐκθλίβει διὰ τῶν αὐτῶν. ἥμαρτεν
3. οὖν ὁ Πλάτων μὴ βουληθεὶς ἀκολουθῆσαι τῷ Ἱπποκράτει
4. λέγοντι κατὰ τὸ περὶ φύσεως ἀνθρώπου βιβλίον· καὶ ταῦτα
5. ποιήσει σοι πάντα πάσην ἡμέρην καὶ νύκτα, καὶ χειμῶνα
6. καὶ θέρος, μέχρις ἂν δυνατὸς ᾖ τὸ πνεῦμα ἕλκειν εἰς ἑωυτὸν
7. καὶ πάλιν μεθιέναι. ἕλκει μὲν οὖν ἐς ἑωυτὸν ὁ ἄνθρωπος
8. τὸν ἔξωθεν ἀέρα διὰ τοῦ στόματος εἰς τὸν πνεύμονα, διὰ
9. δὲ τοῦ δέρματος εἰς τὰς ἀρτηρίας, ἀντεκπέμπει δὲ δι’ ὧν
10. ἔλαβεν αὖθις. ἡ μὲν οὖν ἑτέρα τῶν ἐνεργειῶν ἀναπνοὴ
11. καλεῖται, διαπνοὴ δ’ ἡ διὰ τοῦ δέρματος. ἃς ἀμφοτέρας
12. εἰς ἓν συναγαγὼν ὁ Πλάτων, οὔτε συνημμένας ἀλλήλαις,
13. οὔθ’ ὑπὸ μιᾶς δυνάμεως γιγνομένας, ὡς ἐπιδέδεικται δι’ ὧν
14. εἶπον ἀρτίως ὑπομνημάτων, τὸν περὶ τῆς ἀναπνοῆς λόγον ἐν
15. Τιμαίῳ συνέθηκεν ἔχοντα κατὰ λέξιν ᾧδε. πάλιν δὲ τὸ
16. τῆς ἀναπνοῆς ἴδωμεν πάθος, αἷς χρώμενον αἰτίαις τοιοῦτον
17. γέγονεν, οἷον τανῦν ἐστιν. ᾧδ’ οὖν, ἐπειδὴ κενὸν οὐδέν
18. ἐστιν, εἰς ὃ τῶν φερομένων δύναιτ’ ἂν εἰσελθεῖν τι,
1. τὸ δὲ πνεῦμα φέρεται παρ’ ἡμῶν ἔξω, τὸ μετὰ τοῦτο ἤδη
2. παντὶ δῆλον, ὡς οὐκ εἰς κενὸν, ἀλλὰ τὸ πλησίον ἐκ τῆς
3. ἕδρας ὠθεῖ. τὸ δὲ ὠθούμενον ἐξελαύνει τὸ πλησίον ἀεὶ,
4. καὶ κατὰ ταύτην τὴν ἀνάγκην πᾶν περιελαυνόμενον εἰς τὴν
5. ἕδραν, ὅθεν ἐξῆλθε τὸ πνεῦμα, εἰσιὸν ἐκεῖσε καὶ ἀναπληροῦν
6. αὐτὴν συνέπεται τῷ πνεύματι, καὶ τοῦτο ἅμα πᾶν
7. οἷον τροχοῦ περιαγομένου γίγνεται, διὰ τὸ κενὸν μηδὲν εἶναι.
8. διὸ δὴ τὸ τῶν στηθῶν καὶ τοῦ πνεύμονος ἔξω μετιὸν τὸ
9. πνεῦμα, πάχιον ὑπὸ τοῦ περὶ τὸ σῶμα ἀέρος εἴσω διὰ
10. μανῶν τῶν σαρκῶν δυόμενον καὶ περιελαυνόμενον γίγνεται
11. πλῆρες. αὖθις δ’ ἀποτρεπόμενος ὁ ἀὴρ καὶ διὰ τοῦ σώματος
12. ἔξω ἰὼν ἔσω τὴν ἀναπνοὴν περιωθεῖ κατὰ τὴν τοῦ
13. σώματος καὶ τὴν τῶν μυκτήρων δίοδον. τὴν τοῦ τροχοῦ
14. περιαγωγὴν οὐχ ἁπλῆν δεῖ νοεῖν, ἀλλ’ ἐξ ἐναντίων κινήσεων
15. συγκειμένην, ὅταν μὲν ἐπὶ τὸ δέρμα τὸ ἔμφυτον ὁρμήσῃ
16. θερμὸν, ὠθουμένου τε καὶ περιελαυνομένου τοῦ ἐκτὸς ἀέρος
17. εἰς τὸ σῶμα διὰ τοῦ στόματος, ὅταν δ’ αὖ πάλιν ὁρμήσῃ
18. διὰ τοῦ στόματος ἔξω φέρεσθαι, περιωθουμένου τοῦ περιέχοντος
1. ἡμᾶς ἀέρος εἰς τὸ σῶμα διὰ τοῦ δέρματος, ὡς ἐνέργειαν
2. μὲν εἶναι διὰ τῆς φύσεως ἡμῶν τὴν ἐκπνοὴν καὶ
3. διαπνοὴν, πάθος δὲ τὴν εἰσπνοὴν, οὐ μόνον τὴν διὰ τοῦ
4. στόματος, ἀλλὰ καὶ τὴν διὰ τοῦ δέρματος. ἐν οὐδετέρᾳ δ’
5. αὐτῶν ὁ Πλάτων προσχρῆται τῇ προαιρέσει, καίτοι φανερῶς
6. ἐν ἡμῖν ὄντος καὶ τοῦ θᾶττον καὶ βραδύτερον ἔλαττόν
7. τε καὶ πλέον καὶ πυκνότερον εἰσπνεῦσαί τε καὶ ἐκπνεῦσαι.
8. ἔτι γ’ οὖν ὁ λόγος τοῦ Πλάτωνος ἐλέγχεται, καὶ ὅτι μετὰ
9. τὴν συστολὴν τῶν ἀρτηριῶν ἐχρῆν εὐθέως εἰσπνοὴν γίγνεσθαι,
10. μετὰ δὲ τὴν ἐκπνοὴν εὐθέως διαστολὴν τῶν ἀρτηριῶν.
11. φαίνεται δ’ οὐχ οὕτω συμβαῖνον, ἀλλ’ ἐὰν θελήσωμεν
12. ἐπισχεῖν πλέονι χρόνῳ τὴν ἀναπνοὴν, εὐθέως αἱ ἀρτηρίαι
13. μετὰ τῆς καρδίας κινοῦνται. καὶ μέντοι καὶ διαστέλλονται
14. μὲν εἰσπνεόντων ἐνίοτε, συστέλλονται δ’ ἐκπνεόντων, καὶ
15. κατὰ μιᾶς ἀναπνοῆς χρόνον ἑπτάκις, ἢ ὀκτάκις, ἢ καὶ δεκάκις
16. ἡ καρδία μετὰ τῶν ἀρτηριῶν φαίνεται διαστελλομένη
17. τε καὶ συστελλομένη. ἀλλὰ καὶ αὐτὸς ὁ τῆς περιώσεως
18. λόγος ἄτοπος, ὑπὸ γὰρ τῆς ἐκπνοῆς περιελαυνόμενον τὸν
19. ἀέρα φέρεσθαι πάλιν ἔσω διὰ τοῦ δέρματος οὐκ ἀναγκαῖον.
1. ἑπομένης γὰρ τῆς ἐκπνοῆς τῇ συστολῇ τῶν ἀναπνευστικῶν,
2. ἐκείνῃ τῇ συστολῇ ἀκολουθῶν ὁ περικεχυμένος
3. ἡμῖν ἀὴρ χώραν παρέχει τῷ ἐκπνεομένῳ. ὅτι δὲ καὶ τἄλλα,
4. ὅσα τὴν ὁλκὴν ἀναιρῶν εἶπεν ὁ Πλάτων, ἀτόπως ἐπικεχείρηται,
5. κατὰ τὴν ἐξήγησιν αὐτῶν εἰρήσεται.
⟨
(De plac. Hipp. et Plat.) [n° 033 Fichtner] [GalLat]
De placitis Hippocratis et Platonis
Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Doctrines d’Hippocrate et de Platon
The Doctrines of Hippocrates and Plato (PHP)
De Lacy, 2005.
De Hippocratis et Platonis placitis, 1823, vol. 5, p. 181-805. urn:cts:greekLit:tlg0057.tlg032.verbatim-lat1
De Lacy, 2005 (eng).
De Hippocratis et Platonis placitis, 8.8, ed. Kühn, 1823, vol. 5, p. 707-713. urn:cts:greekLit:tlg0057.tlg032.1st1K-grc1:8.8
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩