6. Νυνὶ γὰρ ἀρκεῖ μόνον δεδηλῶσθαι περὶ ὧν
7. ὁμολογεῖται καὶ διαφέρεται τῷ Ἱπποκράτει. προσθῶμεν
8. οὖν αὐτῷ καὶ τἄλλα. φαίνεται γὰρ ἐν τῷ περὶ χρείας ἀναπνοῆς
9. λόγῳ συνακολουθῶν ὁ Πλάτων τῷ Ἱπποκράτει, βουλομένῳ
10. τὴν μὲν εἰσπνοὴν ἐμψύξεως ἕνεκα γίγνεσθαι τῆς ἐμφύτου
11. θερμασίας, τὴν δὲ ἐκπνοὴν ἀποχύσεως καὶ διαπνοῆς
12. τῶν λιγνυωδῶν περιττωμάτων. ἐν ᾗ δὲ ταῦτα λέγει ῥήσει,
13. καὶ περὶ τοῦ φέρεσθαι τὸ ποτὸν εἰς τὸν πνεύμονα διῆλθεν,
14. ἐχούσῃ κατὰ λέξιν οὕτως. τῇ δὲ δὴ πηδήσει τῆς καρδίας
15. ἐν τῇ τῶν δεινῶν προσδοκίᾳ καὶ τῇ τοῦ θυμοῦ ἐγέρσει
16. προγιγνώσκοντες, ὅτι διὰ πυρὸς ἡ τοιαύτη πᾶσα ἔμελλε
17. διοίκησις γενέσθαι τῶν θυμουμένων, ἐπικουρίαν αὐτῇ μηχανώμενοι
18. τὴν τοῦ πνεύμονος ἰδέαν ἐνεφύτευσαν,
1. πρῶτον μὲν μαλακὸν καὶ ἄναιμον, εἶτα σήραγγας ἐντὸς
2. ἔχουσαν οἷον σπόγγου κατατετρημένας, ἵνα τὸ πνεῦμα καὶ
3. πόμα δεχομένη ψύχουσα ἀναπνοὴν καὶ ῥᾳστώνην ἐν τῷ
4. καύματι παρέχοι. εἰ μὲν οὖν ἡγεῖται Πλάτων, ἅπαν τὸ
5. πόμα καταπίνειν ἡμᾶς εἰς τὸν πνεύμονα, δίκαιός ἐστι καταγιγνώκεσθαι
6. προφανέστατον πρᾶγμα μὴ γιγνώσκων· εἰ
7. δὲ μέρος τι τοῦ πόματος ἡγεῖτο διὰ τῆς τραχείας ἀρτηρίας
8. παρωθούμενον εἰς τὸν πνεύμονα καταφέρεσθαι, τῶν ἐνδεχομένων
9. τι λέγει, παραπλησίως τε ἄλλων δογματικῶν, περὶ
10. ὧν διαφέρονται πρὸς ἀλλήλους ἰατροί τε καὶ φιλόσοφοι.
11. οὐ ταὐτὸν δ’ ἐστὶν ἢ ψεῦδός τι λέγειν, ἢ καταγέλαστον,
12. ἐπείτοι καὶ αὐτὸν τὸν Ἐρασίστρατον ἐδείξαμεν ἔν τε τῷ περὶ
13. χρείας ἀναπνοῆς καὶ σφυγμῶν χρείας τε ἅμα καὶ γενέσεως,
14. ἔτι δὲ καταπόσεώς τε καὶ πέψεως ἐσφαλμένον, ἀλλ’ οὐ κατεγελάσαμεν
15. αὐτοῦ, διότι μὴ πᾶν τὸ ψεῦδος εὐθύς ἐστι
16. καὶ καταγέλαστον, ἐπείτοι καὶ περὶ φλεγμονῆς γενέσεως
17. καὶ πυρετοῦ διαγνώσεως ἔν τε τοῖς περὶ φλεβοτομίας
18. λόγοις καὶ ἄλλοις τισὶ θεραπευτικοῖς λογισμοῖς ἐδείχθη
1. ἐσφαλμένος. καὶ μέντοι καὶ τῶν ἀπ’ αὐτοῦ τις ἀντιστρέψας
2. τὸν λόγον ἡμᾶς φησι περὶ τούτων, οὐκ Ἐρασίστρατον,
3. ἐσφάλθαι, οὐ μὴν οὔτε ἡμεῖς ἐκείνου καταγελάσομεν, οὔτ
4. ἐκεῖνος ἡμῶν. ἀδήλων γὰρ ὄντων τῶν δογμάτων, καὶ τῇ
5. διὰ τοῦ λόγου πίστει τοῖς μὲν πιθανῶν, τοῖς δ’ ἀπιθάνων
6. φαινομένων, ὥσπερ τὸ τοῖς δόξασιν ἀληθὲς εἶναι συναγορεύειν
7. ἀνεμέσητόν ἐστιν, οὕτω καὶ τὸ συγχωρεῖν ἑτέροις
8. ἀντιλέγειν αὐτοῖς· τὸ δὲ σκώπτειν καὶ καταγελᾷν ὡς ἠλίθιον,
9. ὃ δογματικῶς ἀμφισβητεῖται, προπετές. οἷόν ἐστι καὶ
10. τὸ παραῤῥεῖν τι τοῦ πόματος εἰς τὸν πνεύμονα διά τε τοῦ
11. λάρυγγος καὶ τῆς τραχείας ἀρτηρίας, οὐκ ἀθρόον,
12. οὐδὲ διὰ μέσης τῆς εὐρυχωρίας τοῦ ὀργάνου φερόμενον,
13. ἀλλὰ περὶ τὸν χιτῶνα αὐτὸν δροσοειδὲς καταῤῥέον. τοῦτο
14. μὲν οὖν εἴτ’ ἀληθὲς, εἴτε ψεῦδός ἐστιν, ὀλίγον ὕστερον
15. ἐπισκεψόμεθα. τὸν δὲ καταγέλαστον ὄντως λόγον, ὡς οὐκ
16. εἰς τὴν γαστέρα φέροιτο διὰ τοῦ στομάχου τὸ ποτὸν, ἀλλ’
17. εἰς τὴν πνεύμονα διὰ τῆς ἀρτηρίας ἅπαν, οὐδαμόθι Πλάτων
18. εἶπεν. ἐν γοῦν αὐτῷ τούτῳ τῷ βιβλίῳ, καθ’ ὃ τὴν
1. προειρημένην περὶ τοῦ πόματος ῥῆσιν ἔγραψεν, εἰς τὴν κοιλίαν
2. ἔφη τὸ πινόμενον ὥσπερ τὰ σιτία φέρεσθαι. καὶ οὐχ
3. ἅπαξ τοῦτ’ εἶπεν, ἀλλὰ πάνυ πολλάκις, ὡς ἔνεστί σοι μαθεῖν
4. ἐκ τῶν ῥήσεων αὐτοῦ, πρώτης μὲν τῆσδε μετὰ τέτταρας
5. πρώτους στίχους τῆς προειρημένης ὑπ’ αὐτοῦ ῥήσεως
6. γεγραμμένης. τὸ δὲ δὴ σιτίων τε καὶ ποτῶν ἐπιθυμητικὸν
7. τῆς ψυχῆς, καὶ ὅσον ἔνδειαν διὰ τὴν τοῦ σώματος ἴσχει
8. φύσιν, τοῦτο εἰς τὸ μεταξὺ τῶν φρενῶν καὶ τοῦ πρὸς τὸν
9. ὀμφαλὸν ὅρου κατῴκισαν. οὐκ ἐν τῇ καρδίᾳ καὶ τῷ πνεύμονί
10. φησι τὸ τῶν σιτίων καὶ ποτῶν ἐπιθυμητικὸν, ἀλλὰ
11. κατωτέρω τοῦ διαφράγματος εἶναι, φρένας γὰρ οὐχ οὗτος
12. μόνος, ἀλλὰ καὶ οἱ ἄλλοι παλαιοὶ τὸ διάφραγμα προσηγόρευον.
13. κατωτέρω δὲ τῶν φρενῶν τούτων ἥ τε γαστὴρ
14. κεῖται καὶ τὰ ἔντερα, καὶ τὸ ἧπαρ αὐτὸ, περὶ οὗ νῦν
15. ποιεῖται τὸν λόγον. καὶ μέντοι καὶ μετ’ ὀλίγα πάλιν φησί·
16. τὴν ἐσομένην ἡμῖν ποτῶν καὶ ἐδεσμάτων ἀκολασίαν ᾔδεσαν
17. οἱ ξυντιθέντες ἡμῶν τὸ γένος, καὶ ὅτι τοῦ μετρίου καὶ
18. ἀναγκαίου διὰ μαργότητα πολλῷ χρησοίμεθα πλέονι. ἵν’
1. οὖν μὴ φθορὰ διὰ νόσους ὀξείας γίγνοιτο, καὶ ἀτελὲς εὐθὺς
2. τὸ γένος τὸ θνητὸν τελευτῴη, ταῦτα προορώμενοι
3. τὴν γενησομένην πόματος ἐδέσματός τε τὴν ὀνομαζομένην
4. κάτω κοιλίαν ὑποδοχὴν ἔθεσαν. καὶ κατωτέρω δὲ πάλιν ἐν
5. ταὐτῷ συγγράμματι τάδε γράφει. ταὐτὸν δὴ καὶ περὶ τῆς
6. παρ’ ἡμῖν κοιλίας διανοητέον, ὅτι σιτία μὲν καὶ ποτὰ, ὅταν
7. εἰς αὐτὴν ἐμπέσῃ, στέγει, πνεῦμα δὲ καὶ πῦρ, μικρομερέστερα
8. ὄντα τῆς αὐτῆς συστάσεως, οὐ δύναται. πάλιν
9. οὖν κᾀνταῦθα σαφῶς εἶπεν, εἰς τὴν κοιλίαν ἡμῶν ἀφικνεῖσθαι
10. τά τε σιτία καὶ τὰ πόματα. καὶ τοῦ γ’ ἐν αὐτῇ
11. κατὰ τὴν τούτων μίξιν γενομένου χυμοῦ τὴν εἰς τὰς φλέβας
12. ΄ἀνάδοσιν ὑδρείαν ὠνόμασε διὰ τὴν ὑγρότητα, λέγων
13. ἐφεξῆς τοῖς προγεγραμμένοις οὕτως. τούτοις οὖν κατεχρήσατο
14. ὁ θεὸς εἰς τὴν ἐκ τῆς κοιλίας ἐπὶ τὰς φλέβας
15. ὑδρείαν. κᾀν τοῖς ἑξῆς δὲ πάλιν οὐ μετὰ πολλὰ τῶν εἰρημένων
16. ᾧδέ πώς φησι. ὅταν γὰρ εἴσω καὶ ἔξω τῆς ἀναπνοῆς
17. ἰούσης τὸ πῦρ ἐντὸς συνημμένον ἕπηται, διαιρούμενον
18. δ’ ἀεὶ διὰ τῆς κοιλίας εἰσελθὸν τὰ σιτία καὶ ποτὰ
1. λάβῃ, τήκει δὴ καὶ κατὰ τὰ σμικρὰ διαιροῦν διὰ τῶν ἐξόδων,
2. ᾗπερ πορεύεται διάγον οἷον ἐκ κρήνης ἐπ’ ὀχετοὺς
3. ἐπὶ τὰς φλέβας ἀντλοῦν ταῦτα ῥεῖν, ἢ ὥσπερ αὐλῶνος διὰ
4. τοῦ σώματος τὰ τῶν φλεβῶν ποιεῖ ῥεύματα. καὶ διὰ τῶν
5. ἑξῆς δὲ φυλάττειν φαίνεται τὴν αὐτὴν γνώμην, ἔν τε τοῖς
6. περὶ τῆς ἀναπνοῆς καὶ πέψεως λόγοις ἅπασιν. ὥστε τῆς
7. μὲν ἠλιθίου δόξης ἀπήλλακται, καὶ χρὴ τοὺς οἰηθέντας,
8. αὐτὸν οὕτως ἀνόητον ὑπάρχειν, ὡς ὑπολαβεῖν, εἰς πνεύμονα
9. φέρεσθαι τὸ ποτὸν ἅπαν, αὐτοὺς ἐγκαλεῖσθαι μᾶλλον ἐφ’
10. οἷς καταψεύδονται. περὶ δὲ τοῦ φέρεσθαί τι τοῦ πόματος
11. εἰς τὸν πνεύμονα περὶ τὸν ἔνδοθεν χιτῶνα τοῦ τε λάρυγγος
12. καὶ τῆς τραχείας ἀρτηρίας βουλόμενός τις αὐτὸς ἐφ’ ἑαυτοῦ
13. πειραθῆναι δύναται, λαβὼν μὲν ἑστὼς τοῦ ὕδατος εἰς
14. τὸ στόμα δαψιλὲς, εἶτα κατακλιθεὶς ὕπτιος, ὑπανοίγων τε
15. βραχὺ τὸ στόμιον τοῦ λάρυγγος· ἐφ’ ἡμῖν γάρ ἐστιν ἀνοιγνύναι
16. τε καὶ κλείειν αὐτό. παραῤῥέοντος γάρ τινος εἰς
17. αὐτὸν ἐκ τοῦ στόματος, αἰσθήσεται βραχέος, ὃ δὴ καὶ
18. γαργαλίζει καὶ παροξύνει πλέον γενόμενον. ἀλλὰ καὶ αὐτὴν
1. τὴν ἐρεθιζομένην βῆχα καρτερήσας τις δύναται κατασχεῖν,
2. ὡς αὐτίκα παύσασθαι, βραχέος τοῦ γαργαλίζοντος ὄντος.
3. ἐνίοτε δὲ καὶ βηχίον μικρὸν γενόμενον ἐσκέδασε τὸ γαργαλίζον,
4. οὐδεμιᾶς ἀναπτύσεως γενομένης· ᾧ καὶ δῆλόν ἐστι
5. τὸ ἀθρόον πόμα, καὶ πολὺ, καὶ τοσοῦτον, ὡς καταλαμβάνειν
6. τὰς ὁδοὺς τοῦ πνεύματος, ἐρεθίζειν τὸ ζῶον εἰς βῆχα.
7. τὸ δ’ οὕτως ὀλίγον, ὡς περὶ τὸν ἔνδον χιτῶνα τοῦ λάρυγγός
8. τε καὶ τῆς τραχείας ἀρτηρίας ἐκχεῖσθαι δροσοειδῶς,
9. οὔτε ἐρεθίζον, οὔθ’ ὅλως αἴσθησιν ἐργαζόμενον ἑαυτοῦ καταφερομένου
10. διὰ τῆς ἀρτηρίας. ἀλλ’ εἰ καὶ ζῶον, ὅ τι ἂν
11. ἐθελήσαις, διψῆσαι ποιήσεις, ὡς κεχρωσμένον ὕδωρ ὑπομεῖναι
12. ποιεῖν, εἰ δοίης, εἴτε κυανῷ χρώματι χρώσας, εἴτε
13. μίλτῳ, εἶτ’ εὐθέως σφάξας ἀνατέμοις, εὑρήσεις κεχρωσμένον
14. τὸν πνεύμονα. δῆλον οὖν ἐστιν, ὅτι φέρεταί τι τοῦ
15. πόματος εἰς αὐτόν.
⟨
(De plac. Hipp. et Plat.) [n° 033 Fichtner] [GalLat]
De placitis Hippocratis et Platonis
Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Doctrines d’Hippocrate et de Platon
The Doctrines of Hippocrates and Plato (PHP)
De Lacy, 2005.
De Hippocratis et Platonis placitis, 1823, vol. 5, p. 181-805. urn:cts:greekLit:tlg0057.tlg032.verbatim-lat1
De Lacy, 2005 (eng).
De Hippocratis et Platonis placitis, 8.9, ed. Kühn, 1823, vol. 5, p. 713-719. urn:cts:greekLit:tlg0057.tlg032.1st1K-grc1:8.9
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩