Galenus. De placitis Hippocratis et Platonis (De plac. Hipp. et Plat.) [n° 033 Fichtner] [GalLat]

Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Doctrines d’Hippocrate et de Platon
The Doctrines of Hippocrates and Plato (PHP)
De Lacy, 2005.
De Hippocratis et Platonis placitis, 1823, vol. 5, p. 181-805. urn:cts:greekLit:tlg0057.tlg032.verbatim-lat1
De Lacy, 2005 (eng).

De Hippocratis et Platonis placitis, 9.1, ed. Kühn, 1823, vol. 5, p. 720-726. urn:cts:greekLit:tlg0057.tlg032.1st1K-grc1:9.1

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΚΑΘ’ ΙΠΠΟΚΡΑΤΗΝ

ΚΑΙ ΠΛΑΤΩΝΑ ΔΟΓΜΑΤΩΝ ΒΙΒΛΙΟΝ

ΕΝΝΑΤΟΝ.

1. Ἐπειδὴ περὶ πάντων ὧν ἀμφότεροι λέγουσιν,
2. ὁ Ἱπποκράτης καὶ ὁ Πλάτων, ἐπισκέψασθαι προὔκειτο,
3. λέλεκται δ’ ἤδη περὶ τῶν μεγίστην δύναμιν ἐχόντων
4. εἰς ἰατρικήν τε καὶ φιλοσοφίαν, καιρὸς ἂν εἴη τραπέσθαι
5. πρὸς τἄλλα. φαίνεται δ’ ἐν αὐτοῖς οὐ σμικρὰν δύναμιν
6. ἔχον ἐπίστασθαι διακρίνειν ἀπ’ ἀλλήλων τὰ ὁμοιότατα. οὐ
7. μόνον γὰρ, ὅπου κοινωνοῦσιν, ἐπίστασθαι χρήσιμον, ἀλλὰ
1. πολλῷ μᾶλλον ἐν οἷς διαφέρονται. τὴν ἀρχὴν οὖν ἀπὸ
2. τούτων ποιησόμεθα, δεικνύντες, ὅτι τε καθόλου περὶ αὐτῶν
3. ὡσαύτως ἀπεφῄναντο, διά τε τῶν ἐν εἴδεσι παραδειγμάτων
4. ὁ μὲν τῆς ἰατρικῆς τέχνης, ὁ δὲ τῆς φιλοσοφίας ἐγύμνασαν
5. ἡμᾶς, καὶ τρίτον, ὅτι δι’ αὐτῶν ὧν ἐγύμνασαν
6. ἐδίδαξαν ὁδὸν, ᾖ προϊόντες ἐπὶ τὸ προκείμενον ἀφιξόμεθα.
7. καθόλου μὲν οὖν ὁ Ἱπποκράτης ἀπεφῄνατο, περὶ ὧν πλάνας
8. καὶ διαπορίας καὶ τοῖς ἀγαθοῖς ἰατροῖς παρέχει, ὁ δὲ
9. Πλάτων ᾧδε. δεῖ ἄρα πρῶτον τὸν μέλλοντα ἀπατήσειν
10. μὲν ἄλλον, αὐτὸν δὲ μὴ ἀπατηθήσεσθαι, τὴν ὁμοιότητα
11. τῶν ὄντων καὶ ἀνομοιότητα ἀκριβῶς εἰδέναι. ὅπως δ’ ἄν
12. τῳ περιγένοιτο τοῦτο, ὁ Πλάτων σε διδάξει λέγων· ἆρ’
13. οὖν οἷός τέ ἐστιν ἀλήθειαν ἀγνοῶν τις ἑκάστου τὴν ἀγνοουμένου
14. ὁμοιότητα σμικράν τε καὶ μεγάλην ἐν τοῖς ἄλλοις
15. διαγιγνώσκειν; ἀδύνατον. ὅπως δ’ ἂν τὴν ἀλήθειαν ἑκάστου
16. τῶν ζητουμένων εὑρίσκοι τις, ἄκουσον ἐμοῦ πρότερον
17. διηγησαμένου σαφῶς τε καὶ διὰ συντόμων, ἃ δ’ ἂν
1. ἀκούσῃς, τῇ μνήμῃ παραθέμενος ἐπὶ τὰς ἐκείνων ἧκε ῥήσεις.
2. ἐγὼ δέ σοί φημι τὴν τῶν ζητουμένων ἀλήθειαν εὑρεθήσεσθαι,
3. πρῶτον μὲν γνόντι τὴν ἀρχὴν τῆς ἐπ’ αὐτὰ ὁδοῦ,
4. ταύτης γὰρ ἁμαρτὼν, εἰς πολλὴν ἄλλην τε καὶ πλάνην ἀφίξῃ
5. λόγων. διὰ τῶν αὐτῶν δὲ κριτηρίων, δι’ ὧν τὴν ἀρχὴν εὗρες,
6. εὑρήσεις καὶ τὸ μετὰ τὴν ἀρχὴν δεύτερον, εἶθ’ ὁμοίως
7. τὸ τρίτον, καὶ ἕκαστον τῶν ἐφεξῆς. πῶς οὖν ἔστι τὴν ἀρχὴν
8. εὑρίσκειν; ἐπειδὴ καὶ ὁ Πλάτων ἐπαινέσας τὴν παροιμίαν,
9. ἐν ᾗ λέγομεν, ἀρχὴ δέ τοι ἥμισυ παντὸς, αὐτὸς
10. προσέθηκε τὸ μέγιστον, εἰπὼν ἀρχὴν παντὸς ἔργου μέγιστον
11. εἶναι, ὥσπερ καὶ ἄλλοι τινὲς, οἱ μὲν οὐ μόνον τὸ
12. ἥμισυ τοῦ παντὸς εἶναι τὴν ἀρχὴν ἔφασαν, ἀλλὰ καὶ πλέον
13. ἢ τὸ ἥμισυ, τινὲς δὲ καὶ τὸ πᾶν δυνάμει. δείξομεν οὖν
14. ἤδη, πῶς ἄν τις εὑρίσκοι τὴν ἀρχὴν τῆς τῶν ζητουμένων
15. εὑρέσεως, ἀναμνήσαντες ἃ διὰ μακρῶν ἔν τε τῇ περὶ τῆς
16. ἀποδείξεως πραγματείᾳ λέλεκται καὶ κατ’ ἄλλας τινάς. εἰ
17. μὲν γὰρ οὐδὲν ἡμῖν ἐστι φυσικὸν κριτήριον, οὐδὲ τεχνικὸν
1. οὐδὲν εὑρεῖν δυνησόμεθα· φυσικὰ δ’ ἔχοντες, εὕροιμεν ἄν
2. τι καὶ τεχνικόν. ἆρ’ οὖν ἔχομέν τινα φυσικὰ κριτήρια κοινὰ
3. πάντες ἄνθρωποι; οὐδὲ γὰρ ἐνδέχεται φυσικὰ λέγειν αὐτὰ
4. τὰ μὴ κοινὰ πάντων ὄντα. χρὴ γὰρ δή που τὰ φυσικὰ
5. πρὸς τῷ πάντων εἶναι κοινὰ καὶ τὴν φυσικὴν ἔχειν κοινήν.
6. ἐγὼ μὲν ἔχειν φημὶ πάντας ἡμᾶς φυσικὰ κριτήρια, καὶ τοῦτ’
7. ἀναμιμνήσκων, οὐ διδάσκων, οὐδ’ ἀποδεικνὺς, οὐδ’ ὡς αὐτὸς
8. εἰρηκὼς λέγω. τίνα δέ ἐστι ταῦτα; τοὺς κατὰ φύσιν
9. ἔχοντας τῶν ὀφθαλμῶν ὁρῶντας τὰ ὁρατὰ, καὶ κατὰ φύσιν
10. ἔχοντας τῶν ὤτων ἀκούοντας τὰ ἀκουστὰ, καὶ γλῶτταν
11. γευομένην χυμῶν, καὶ ῥῖνας ὀσμῶν, καὶ σύμπαν τὸ δέρμα
12. τῶν ἁπτῶν, ἐπὶ δὲ τούτοις τὴν γνώμην, ἢ ἔννοιαν, ἢ ὅ τί
13. ποτ’ ἂν ἐθέλῃ τις ὀνομάζειν, ᾧ διαγιγνώσκομεν ἀκόλουθόν
14. τε καὶ μαχόμενον, καὶ ἄλλα, ἃ καταπέπτωκε τούτοις, ἐν οἷς
15. ἐστι καὶ διαίρεσις καὶ σύνθεσις ὁμοιότης τε καὶ ἀνομοιότης,
16. ἀφ’ ὧν ὁ παρὼν ὡρμήθη λόγος. ὁ μὲν οὖν Ἱπποκράτης
17. οὕτως ἔγραψε περὶ αὐτῶν· ἢ ὅμοια, ἢ ἀνόμοια ἐξ ἀρχῆς
1. ἀπὸ τῶν μεγίστων καὶ ῥηΐστων, ἀπὸ τῶν πάντως πάντη
2. γιγνωσκομένων, ἃ καὶ ἰδεῖν καὶ ἀκοῦσαι ἔστιν, ἃ καὶ τῇ
3. ὄψει, καὶ τῇ ῥινὶ, καὶ τῇ γλώσσῃ, καὶ τῇ γνώμῃ ἔστιν
4. αἰσθέσθαι, οἷς γιγνώσκομεν ἅπασιν ἔστι γνῶναι. ταύτην
5. τὴν ῥῆσιν ἐξηγησάμενος τελέως ἐν τῷ πρώτῳ τῶν εἰς τὸ
6. κατ’ ἰητρεῖον ὑπομνημάτων, οὐδὲν ἔτι δέομαι διέρχεσθαι
7. νῦν, ἀλλ’ ἀρκέσει τὰ κεφάλαια μόνον αὐτῆς εἰπεῖν, ὅτι
8. πρὸς τὴν τῶν ὁμοίων τε καὶ ἀνομοίων ἀκριβῆ διάγνωσιν
9. ἀφικνεῖσθαι χρὴ, τὴν ἀρχὴν τῆς εὑρέσεως αὐτῶν ποιούμενον
10. ἀπὸ τῶν φυσικῶν κριτηρίων, ἅπερ ἐστὶν αἴσθησίς τε καὶ
11. γνώμη. καλεῖν δ’ ἔξεστί σοι, ὡς πολλάκις εἴρηταί μοι πολλαχόθι,
12. καὶ διάνοιαν, καὶ νοῦν, καὶ λογισμὸν, ἢ ὅπως ἄν
13. τις ἐθέλῃ, φυλάττων τὴν ἔννοιαν, ὡς Ἱπποκράτης βούλεται.
14. ὡς γὰρ τῶν αἰσθητῶν αἴσθησίς ἐστι τὸ κριτήριον, οὕτω
15. τῶν νοητῶν ἑτέρα τις δύναμις, ἣν ὅπως ἄν τις ὀνομάζειν
16. βούληται, συγχωροῦμεν αὐτῷ, μή πως ἡμῖν τὸ πάρεργον
17. τοῦ ἔργου μεῖζον γένηται. χρώμεθα γὰρ ὀνόμασι καὶ ὅλως
18. τῇ πρὸς ἀλλήλους διαλέκτῳ χάριν τοῦ δηλῶσαι τὰς κατὰ τὴν
1. ψυχὴν δόξας, ἃς ἐκ τοῦ σκοπεῖσθαι τὴν τῶν πραγμάτων
2. φύσιν ἐκτησάμεθα. γελοῖον οὖν ἐστι καταλιπόντας τοῦτο
3. περὶ τῶν ὀνομάτων ἁμιλλᾶσθαι. πῶς δέ φησιν ὁ Ἱπποκράτης
4. τὴν τῶν πραγμάτων εὑρίσκεσθαι φύσιν; ἐὰν ἀπὸ
5. τῶν μεγίστων καὶ ῥᾴστων ἀρξώμεθα· μεγίστων μὲν κατὰ
6. τὴν χρείαν, ῥᾴστων δὲ κατὰ τὴν ἡμετέραν γνῶσιν. ἡ γάρ
7. τοι φύσις ἄμφω ταῦθ’ ἡμῖν ἔδωκεν, αὐτά τε τὰ κριτήρια
8. καὶ τὸ πιστεύειν αὐτοῖς ἀδιδάκτως. αὐτὰ μὲν οὖν τὰ κριτήρια
9. τά τε ὄργανα τῶν αἰσθήσεών ἐστι καὶ αἱ χρώμεναι
10. τοῖς ὀργάνοις δυνάμεις· ἡ δὲ πίστις αὐτῶν ἀδίδακτός τε
11. καὶ φύσει οὐκ ἀνθρώποις μόνον, ἀλλὰ καὶ τοῖς ἄλλοις
12. ζώοις ὑπάρχουσα. καὶ γὰρ ὁρῶντα τὸν προσιόντα καὶ
13. ἀκούοντα ψόφου τινὸς ἢ φωνῆς ὑποφεύγει μὲν αὐτίκα,
14. μείζονος ὀφθέντος ζώου, μένει δὲ κατὰ χώραν, ἐὰν ἐλάττονός
15. τε καὶ ἀσθενεστέρου τοῦ προσιόντος αἰσθάνηται. εἰ
16. μὲν οὖν ἀπιστεῖ τις τοῖς δι’ αἰσθήσεως ἢ νοήσεως ἐναργῶς
17. φαινομένοις, οὐδ’ ἐπιχειρεῖν χρὴ συστάσει τέχνης οὐδεμιᾶς·
18. εἰ δὲ φαίνεται τὰ τῶν τεχνῶν ἔργα τῷ βίῳ τῶν
1. ἀνθρώπων χρήσιμα, πάντως που τοῖς φυσικοῖς κριτηρίοις οἱ
2. πιστεύοντες ἄνθρωποι τὴν κρίσιν αὐτῶν ἐποιήσαντο. καὶ
3. ἡμεῖς εὐτυχέστεροι κατὰ τοσοῦτον ἐκείνων ἐσμὲν, ὅτι τὰ
4. χρήσιμα πολλῷ χρόνῳ μετὰ καμάτων τε καὶ φροντίδων εὑρεθέντα
5. τοῖς πρὸ ἡμῶν αὐτοὶ μανθάνομεν ὀλίγῳ χρόνῳ.
6. ἐὰν οὖν τῷ λοιπῷ τοῦ βίου μὴ κατὰ τὸ πάρεργον ἀσκῶμεν
7. τὰς τέχνας, ἀλλὰ περὶ τὴν τῶν ὁμοίων τε καὶ ἀνομοίων
8. διάγνωσιν ἀεὶ φροντίζωμεν, οὐδὲν κωλύει τῶν ἔμπροσθεν
9. ἡμᾶς γενέσθαι βελτίους. πῶς οὖν γυμνασόμεθα καὶ ἀσκήσομεν
10. ἡμᾶς αὐτούς; ἀπὸ τῶν γνωσθῆναι ῥᾴστων ἀρξάμενοι,
11. καθάπερ ὁ Ἱπποκράτης εἶπε. ταῦτα γάρ ἐστι τὰ μεγάλην
12. ἔχοντα τήν τε εἰς ὅλον τὸν βίον χρείαν καὶ τὴν πρὸς ἄλληλα
13. διαφοράν.

Cliquer un n° de page pour en afficher l’image