14. Ἐρῶ δὲ καὶ παράδειγμά σοι παρ’ ἑκατέρου
15. τῶν ἀνδρῶν ἕνεκα νοήσεως ἐναργεστέρας. ὁ μὲν οὖν Ἱπποκράτης
16. οὕτως φησὶν ἐν Προγνωστικῷ· σκέπτεσθαι δὲ χρὴ
17. ᾧδε ἐν τοῖσι τῶν ὑγιαινόντων, μάλιστα δὲ εἰ αὐτὸ ἑαυτῷ,
18. οὕτως γὰρ ἂν εἴη ἄριστον, τὸ δὲ ἐναντιώτατον τοῦ ὁμοίου
1. δεινότατον. εἴη δ’ ἂν τὸ τοιοῦτον ῥὶς ὀξεῖα, ὀφθαλμοὶ
2. κοῖλοι, καὶ τὰ ἄλλα τὰ ἐφεξῆς εἰρημένα. φαίνεται γὰρ ἐν
3. τούτοις τὴν ἀρχὴν τῆς διαγνώσεως τῶν προγνωστικῶν χωρίων
4. ἀπὸ τῶν ἐναντιωτάτων τοῖς κατὰ φύσιν ἔχουσι πεποιημένος,
5. ἅπερ καὶ μέγιστ’ ἐστὶ, καὶ πᾶσι γνωσθήσεται
6. ῥᾴδια. ταῦτα δέ τις προμαθὼν δυνήσεται κατὰ βραχὺ
7. μεταβαίνων ἐπὶ τὰ πλησίον ἀλλήλοις ἀφικέσθαι ποτὲ, καθάπερ
8. ἐπεδείξαμεν ἐν τῷ Προγνωστικῷ πεποιηκότα τὸν Ἱπποκράτην.
9. ἀλλὰ καὶ ὁ Πλάτων οὕτως ἔγραψε περὶ αὐτῶν,
10. ἡνίκα πεποίηκεν ἐν Πολιτείᾳ παρακαλούμενον Σωκράτην ὑπὸ
11. Γλαύκωνός τε καὶ Ἀδειμάντου διελεῖν αὐτοῖς πάντα τὸν
12. περὶ δικαιοσύνης λόγον. ἐπειδὴ γὰρ ἠπίστατο δεησόμενον
13. αὐτὸν εἰς τὸ δεῖξαι τὸ προτεθὲν, ὡς οὐκ ἔστι μία τῆς
14. ὅλης ἡμῶν ψυχῆς ἡ οὐσία, διὰ τοῦτο πρότερον ἐπὶ πόλεως
15. ἀξιοῖ ποιήσασθαι τὸν λόγον. ἔχει δ’ ἡ λέξις ᾧδε. εἶπον
16. οὖν, ὅπερ μοι ἔδοξεν, ὅτι τὸ ζήτημα, ᾧ ἐπιχειροῦμεν, οὐ
17. φαῦλον, ἀλλ’ ὀξὺ βλέποντος, ὡς ἐμοὶ φαίνεται. ἐπειδὴ
1. μὲν οὖν ἡμεῖς οὐ δεινοὶ, δοκῶ μοι, ἦν δ’ ἐγὼ, τοιαύτην
2. ποιήσασθαι ζήτησιν αὐτοῦ, οἵαν περ ἂν εἰ προσέταξέ τις
3. γράμματα σμικρὰ πόῤῥωθεν ἀναγνῶναι μὴ πάνυ ὀξὺ βλέπουσιν,
4. ἔπειτά τις ἐνενόησεν, ὅτι τὰ αὐτὰ γράμματά
5. ἐστί που καὶ ἄλλοθι μείζω τε καὶ ἐν μείζονι, ἕρμαιον ἂν
6. ἐφάνη, οἶμαι, ἐκεῖνα πρῶτον ἀναγνόντας οὕτως ἐπισκοπεῖν
7. τὰ ἐλάττω, εἰ τὰ αὐτὰ ὄντα τυγχάνει. πάνυ μὲν οὖν, ἔφη
8. ὁ Ἀδείμαντος. ἀλλὰ τί τοιοῦτον, ὦ Σώκρατες, ἐν τῇ περὶ
9. δικαίου ζητήσει καθορᾷς; ἐγώ σοι, ἔφην, ἐρῶ. δικαιοσύνη,
10. φαμὲν, ἔστιν ἑνὸς ἀνδρὸς, ἔστι δέ που πάλιν τῆς ὅλης πόλεως;
11. πάνυ γε, ἦ δ’ ὅς. οὐκοῦν μείζων πόλις ἑνὸς ἀνδρός;
12. μείων, ἔφη. ἴσως τοίνυν πλείων ἂν δικαιοσύνη ἐν τῷ μείζονι
13. ἂν εἴη, καὶ ἐστι καταμαθεῖν. εἰ οὖν βούλεσθε, πρῶτον
14. ἐν ταῖς πόλεσι ζητήσωμεν, ποῖόν τί ἐστιν, ἔπειτα οὕτως
15. ἐπισκεψώμεθα καὶ ἐν ἑνὶ ἑκάστῳ τὴν τοῦ μείζονος ὁμοιότητα,
16. ἐν τῇ τοῦ ἐλάττονος ἰδέᾳ ἐπισκοποῦντες. προγυμνάσας
17. οὖν ἡμᾶς ἐπὶ πόλεως ὁ Πλάτων, καὶ δείξας, ὅτι ἄλλο
18. μέν τι τὸ ἄρχον, ἄλλο δέ τι τὸ προπολεμοῦν, καὶ τρίτον
1. ἄλλο τὸ δημιουργικὸν ἔθνος ἐν αὐτῇ, μεταβὰς ἐπὶ τὴν
2. ψυχὴν, καὶ κατ’ αὐτὴν ἐπιδείκνυσιν ἒν μέν τι μέρος εἶναι
3. τὸ ἄρχον, ὅταν εὖ ἔχῃ, ἕτερον δὲ τὸ ὑπηρετοῦν αὐτῇ,
4. καθάπερ ἐν ταῖς πόλεσιν ὑπηρετεῖ τὸ στρατιωτικὸν, τρίτον
5. δὲ τὸ λοιπὸν, ὃ τοῦ τρέφεσθαι τὸ σῶμα χάριν οἱ δημιουργοῦντες
6. ἡμᾶς προσέθεσαν, κᾂν οἱ ἀγύμναστοι τοῦ διακρίνειν
7. ἀπ’ ἀλλήλων τὰς ὁμοιότητας ἓν εἶναι νομίζουσιν,
8. οὐ τρία τὰ εἰρημένα μόρια τῆς ψυχῆς. ὅπως οὖν χρὴ
9. γυμνάζεσθαι περὶ τὴν διάκρισιν αὐτῶν, ἐδίδαξεν ὁ Πλάτων
10. ἐπί τε τῆς πόλεως διὰ πάσης σχεδόν τι τῆς Πολιτείας, ἐπί
11. τε τῆς ψυχῆς τὸ μὲν κυριώτατον τῆς διανοίας ἐν τῷ τετάρτῳ
12. βιβλίῳ, τὸ δὲ ἑπόμενον αὐτῇ κατὰ τὰ ἄλλα. καιρὸς
13. οὖν ἤδη καὶ τῶν εἰρημένων αὐτῷ κατὰ τὸν Φαῖδρον ἀκοῦσαι.
14. ἡ ἀπάτη πότερον ἐν πολὺ διαφέρουσι γίγνεται μᾶλλον,
15. ἢ ὀλίγον; ἐν τοῖς ὀλίγον. ἀλλὰ μὴν κατὰ σμικρὸν
16. καταβαίνων μᾶλλον λήσεις ἐλθὼν ἐπὶ τὸ ἐναντίον ἢ κατὰ
17. μέγα. πῶς δ’ οὔ; δεῖ ἄρα τὸν μέλλοντα ἀπατήσειν μὲν
18. ἄλλον, αὐτὸν δὲ μὴ ἀπατηθήσεσθαι τὴν ὁμοιότητα τῶν ὄντων
1. καὶ ἀνομοιότητα ἀκριβῶς διϊδεῖν. ἀνάγκη μὲν οὖν. ἦ οὖν
2. οἷός τ’ ἔσται ἀλήθειαν ἀγνοῶν ἑκάστου τὴν τοῦ ἀγνοουμένου
3. ὁμοιότητα μικράν τε καὶ μεγάλην ἐν τοῖς ἄλλοις διαγιγνώσκειν;
4. ἀδύνατον. οὐκ οὖν τοῖς παρὰ τὰ ὄντα δοξάζουσι
5. καὶ ἀπατωμένοις δῆλον ὡς τὸ πάθος τοῦτο δι’
6. ὁμοιοτήτων τινῶν εἰσεῤῥύη; γίγνεται οὖν οὕτω. ἔστιν οὖν
7. ὅπως τεχνικὸς ἔσται μεταβιβάζειν κατὰ σμικρὸν διὰ τῶν
8. ὁμοιοτήτων ἀπὸ τοῦ ὄντος ἑκάστοτε ἐπὶ τοὐναντίον ἀπάγων,
9. ἢ αὐτὸς τοῦτο διαφεύγειν ὁ μὴ ἐγνωρικὼς, ὅ ἐστιν ἕκαστον
10. τῶν ὄντων; οὐ μή ποτε. λόγων ἄρα τέχνην, ὦ ἑταῖρε, ὁ
11. τὴν ἀλήθειαν μὴ εἰδὼς, δόξας δὲ τεθηρευκὼς, γελοίαν τινὰ,
12. ὡς ἔοικε, καὶ ἄτεχνον παρέξεται. ὅτι δ’, ὡς Ἱπποκράτης
13. ἔλεγε, τινὰ μέν ἐστι ῥᾷστα γνωσθῆναι, τινὰ δ’ οὐκ ἔστι,
14. τὴν ἀρχὴν ἀπὸ τῶν ῥᾴστων ποιητέον, ἃ καὶ πᾶσιν ἀνθρώποις
15. ὡμολόγηται διὰ τὴν ἐνάργειαν. οὕτω καὶ ὁ Πλάτων
16. ἐγίγνωσκεν· μάθοις δ’ ἂν ἐκ τῆσδε τῆς ῥήσεως αὐτοῦ.
17. ἆρ’ οὖν οὐ παντὶ δῆλον τό γε τοιόνδε, ὡς περὶ μὲν ἔνια
18. τῶν τοιούτων ὁμονοητικῶς ἔχομεν, περὶ δ’ ἔνια στασιαστικῶς;
1. δοκῶ μὲν ὃ λέγεις μανθάνειν, ἔτι δ’ εἰπὲ σαφέστερον.
2. ὅταν τις ὄνομα εἴπῃ σιδήρου ἢ ἀργύρου, ἆρ’ οὐ τὸ
3. αὐτὸ πάντες διενοήθημεν; καὶ μάλα. τί δ’, ὅταν δικαίου
4. ἢ ἀγαθοῦ; οὐκ ἄλλος ἄλλῃ φέρεται, καὶ ἀμφισβητοῦσιν ἀλλήλοις
5. τε καὶ ἡμῖν αὐτοῖς; πάνυ μὲν οὖν. ἐν μὲν ἄρα τοῖς
6. συμφωνοῦμεν, ἐν δὲ τοῖς οὔ. οὕτω. ποτέρωθεν οὖν εὐαπατητότεροί
7. ἐσμεν, καὶ ἡ ῥητορικὴ ὲν ποτέροις μεῖζον δύναται
8. εἶναι; δηλονότι ἐν οἷς πλανώμεθα. οὐκοῦν τὸν
9. μέλλοντα τέχνην ῥητορικὴν μετιέναι πρῶτον μὲν δεῖ ταῦτα
10. ὁδῷ ηὑρῆσθαι, καὶ εἰληφέναι τινὰ χαρακτῆρα ἑκατέρου τοῦ
11. εἴδους, ἐν ᾧ τε ἀνάγκη τὸ πλῆθος πλανᾶσθαι, καὶ ἐν ᾧ
12. μή. καλὸν γοῦν, ὦ Σώκρατες, εἶδος εἴη ἂν κατανενοηκὼς
13. ὁ τοῦτο λαβών. ἔπειτά γε οἶμαι πρὸς ἑκάστῳ γιγνόμενον
14. μὴ λανθάνειν, ἀλλ’ ὀξέως αἰσθάνεσθαι, περὶ οὗ ἂν
15. μέλλῃ ἐρεῖν, ποτέρου ὂν τοῦ γένους τυγχάνει. τί μήν; τί οὖν;
16. τὸν ἔρωτα πότερον φῶμεν εἶναι τῶν ἀμφισβητησίμων, ἢ τῶν
17. μή; ἀμφισβητησίμων δήπου. ἢ οἴει ἄν σοι συγχωρῆσαι
1. εἰπεῖν, ἃ δὴ εἶπες περὶ αὐτοῦ, ὡς βλάβη τέ ἐστι τῷ ἐρωμένῳ
2. καὶ ἐρῶντι, καὶ αὖθις ὡς μέγιστον τῶν ἀγαθῶν τυγχάνει;
3. ἄριστα λέγεις. αὕτη μὲν ἡ ῥῆσις ἐν τῷ Φαίδρῳ γέγραπται,
4. διδάσκοντος αὐτοῦ, μηδεμίαν ἀμφισβήτησιν ἔχειν τὰ τοῖς φυσικοῖς
5. κριτηρίοις ἐναργῶς ὑποπίπτοντα, ἐν οἷς δή τοι μηδ’ ὅλως
6. ὑποπίπτει τοῖς κριτηρίοις τούτοις, ἢ ἀμυδρῶς ὑποπίπτει, τὴν
7. ἀμφισβήτησιν γίγνεσθαι, καὶ χρὴ γεγυμνάσθαι κατὰ ταῦτα
8. διακρίνοντα τὰς τῶν πραγμάτων ὁμοιότητας. ἔνια γὰρ οὕτως
9. ἔχει πρὸς ἄλληλα κατὰ τὰς τῶν ἐν αὐτοῖς ὁμοιότητας,
10. ἢ τὴν παραλλαγὴν, ὡς κατά τι μὲν ὑπάρχειν ὅμοια, κατά
11. τι δ’ ἀνόμοια. καὶ χρὴ τῶν τοιούτων διαγνωστικὸν τὸν
12. τεχνίτην εἶναι, ὡς ἀκριβῶς τε ἅμα καὶ ταχέως δύνασθαι
13. γνωρίζειν, εἰ ὅμοιά ἐστιν ἀλλήλοις ἢ ἀνόμοια. ὅπερ οὖν ἀεὶ
14. καὶ λέγοντός μου καὶ γράφοντος ἀκούεις, ἀκούσῃ πάντως
15. καὶ νῦν. ἡ καθόλου μέθοδος χωρὶς τοῦ γυμνασθῆναι κατὰ
16. πολλὰ τῶν ἐν μέρει τεχνίτην ἀγαθὸν οὐχ οἵα τέ ἐστιν ἐργάσασθαι.
17. καὶ τοῦτ’ ἐπὶ πασῶν ἔνεστί σοι θεάσασθαι τῶν
1. τοιούτων, ἐπ’ ἐνιά γε μὴν οὕτως ἰσχυρὰν δύναμιν ἔχον, ὡς
2. τὴν μὲν καθόλου μέθοδον ἐνιαυτῷ μόνῳ δύνασθαι τελεώτατα
3. μαθεῖν, τὴν δ’ ἄσκησιν, εἰ μὴ δι’ ὅλου τοῦ βίου
4. γένοιτο, κολούειν εἰς τὰ τῆς τέχνης ἔργα. καὶ φαίνεταί γε
5. σαφῶς οὖσα τοιαύτη τέχνη λογιστική τε καὶ ῥητορικὴ, καὶ
6. ἡ διὰ τῶν ὀργάνων ἐνεργοῦσα μουσική. τοσαύτης μὲν οὖν
7. ἀσκήσεως ἀποδεικτικὴ μέθοδος οὐ δεῖται· χρῄζει γοῦν οὐκ
8. ὀλίγης καὶ αὐτή. γυμνάζεσθαι γοῦν χρὴ γυμνασίαν καθ’
9. ἑκάστην ἄσκησιν τέχνης ἐν ὕλαις, ὧν τὰς χρησίμους τῷ βίῳ
10. πράξεις δεόμεθα. κᾂν γὰρ ὅτι μάλιστα τὴν φύσιν ἀρίστην
11. τις ἔχων εἰς ὁτιοῦν ἔργον ἀμελήσῃ τῆς ἀσκήσεως, οὐδενὸς
12. τῶν ἀπολειπομένων μὲν τῇ φύσει, πλεονεκτούντων δὲ τῇ
13. κατὰ τὴν ἄσκησιν ἐπιμελείᾳ βελτίων ἐστί. νόησον γοῦν
14. τινα τῇ τε τῶν σκελῶν κατασκευῇ καὶ τῇ τοῦ παντὸς
15. σώματος ῥώμῃ κάλλιστα διακείμενον, ἠμεληκότα δὲ τῆς
16. φύσεως εἰς τοσοῦτον, ὡς πρὸς τῷ μηδέποτε δραμεῖν ἔτι
17. κᾀν τῷ περιπατεῖν ἀεὶ βλακεύοντα διατελεῖν, ὡς ἀδύνατόν
1. ἐστι τοῦτον Ὀλυμπιονίκην γενέσθαι χωρὶς τοῦ τὴν ἔμπροσθεν
2. ἀργίαν ἀποθέμενον εἰς ἔθος ἑαυτὸν μεταστῆσαι
3. γυμνασίων τῶν κατὰ φύσιν, οὐδὲ τούτων τῶν τυχόντων,
4. ἀλλὰ μάλιστα οἷά ἐστιν οἰκεῖα σκέλεσιν, ὡς, ἐάν γέ τις
5. παραλαβὼν τὸν οὕτως πεφυκότα μεταβαίνειν μὲν ἐπὶ
6. λεπτοῦ σχοινίου διδάξῃ, πρὸς ξύλον δὲ ὄρθιον ἀναῤῥιχᾶσθαι,
7. καθάπερ οἱ θαυματοποιοὶ διδάσκουσι τοὺς μαθητὰς,
8. οὐ μόνον οὐκ ἂν ἕλοιτο νίκην Ὀλυμπιονίκην,
9. ἀλλ’ οὐδὲ τῶν ἐπιτυχόντων ἀνθρώπων ὠκύτερος ἄν ποτε
10. ὀφθείη. τοῦτ’ οὖν Ἱπποκράτει τε καὶ Πλάτωνι γέγραπται,
11. παραδείγματα γράψασιν εἴς τε τὰς τέχνας καὶ πάσας
12. τὰς κατὰ τὸν βίον πράξεις χρήσιμα. παραθήσομαι δὲ
13. ὀλίγα χάριν τοῦ συνοφθῆναι τὴν ἰδέαν αὐτῶν. οὐ μὴν
14. καὶ ἀρκεσθῆναί γε τούτοις ἀξιῶ τοὺς βουλομένους γενέσθαι
15. τεχνίτας κατὰ τὰς τέχνας, ἃς ἂν αὐτοὶ τυγχάνωσιν
16. ἀσκοῦντες, ἀλλὰ γυμνάζεσθαι διὰ παντὸς, ὥσπερ οἱ
17. ῥητορικοὶ γυμνάζονται καθ’ ἑκάστην ἡμέραν, ὑποθέσεις
18. εὑρίσκοντες ἐπιτηδείους εἰς τὴν προκειμένην ἄσκησιν.
⟨
(De plac. Hipp. et Plat.) [n° 033 Fichtner] [GalLat]
De placitis Hippocratis et Platonis
Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Doctrines d’Hippocrate et de Platon
The Doctrines of Hippocrates and Plato (PHP)
De Lacy, 2005.
De Hippocratis et Platonis placitis, 1823, vol. 5, p. 181-805. urn:cts:greekLit:tlg0057.tlg032.verbatim-lat1
De Lacy, 2005 (eng).
De Hippocratis et Platonis placitis, 9.2, ed. Kühn, 1823, vol. 5, p. 726-734. urn:cts:greekLit:tlg0057.tlg032.1st1K-grc1:9.2
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩