1. Εἰλήφθω δὴ παρὰ Πλάτωνος μὲν
2. πρῶτον, ὃ κατὰ τὸ πέμπτον τῆς Πολιτείας ἐδίδαξεν, ἔνθα
3. περὶ τῆς τῶν γυναικῶν φύσεως ἄρχεται τῶν αὐτῶν ἐπιτηδευμάτων
4. τοῖς ἀνδράσιν ἀξιῶν μετέχειν αὐτὰς, ὡς ἂν καὶ τὴν
5. αὐτὴν ἐχούσας φύσιν, εἶτ’ αὐτὸς ἀντιλαμβάνεται τοῦ λόγου.
6. φησὶ δ’, οὐκ ἂν ἴσως συγχωρῆσαί τινα τὴν αὐτὴν εἶναι φύσιν
7. ἄῤῥενός τε καὶ θήλεος σώματος, ἐπιδείκνυσί τε, κατὰ τί τὴν
8. αὐτὴν ἔφη. ἔχει δ’ ὁ σύμπας λόγος αὐτῷ κατὰ τάδε. τὰς
9. θηλείας τῶν φυλάκων κυνῶν πότερα ξυμφυλάττειν οἰόμεθα
10. δεῖν, ἅπερ ἂν οἱ ἄῤῥενες φυλάττωσι, καὶ ξυνθηρεύειν, καὶ
11. τὰ ἄλλα κοινῇ πράττειν, ἢ τὰς μὲν οἰκουρεῖν ἔνδον ὡς
12. ἀδυνάτους διὰ τὸν τῶν σκυλάκων τόκον τε καὶ τροφὴν, τοὺς
13. δὲ πονεῖν τε καὶ πᾶσαν ἐπιμέλειαν ἔχειν περὶ τὰ ποίμνια;
14. κοινῇ, ἔφη, πάντα, πλὴν ὡς ἀσθενεστέραις χρώμεθα, τοῖς
15. δ’ ὡς ἰσχυροτέροις. οἷόν τ’ οὖν, ἔφην ἐγὼ, ἐπὶ τὰ αὐτὰ
16. χρῆσθαί τινι ζώῳ, ἐὰν μὴ τὴν αὐτὴν τροφήν τε καὶ
17. παιδείαν ἀποδιδῷς; οὐχ οἷόν τε. εἰ ἄρα ταῖς γυναιξὶν ἐπὶ
18. τὰ αὐτὰ χρησόμεθα καὶ τοῖς ἀνδράσι, τὰ αὐτὰ καὶ διδακτέον
1. αὐτάς. ναί. μουσικὴ μὲν ἐκείνοις καὶ γυμναστικὴ ἐδόθη.
2. ναί. καὶ ταῖς γυναιξὶν ἄρα τούτω τὼ τέχνα, καὶ τὰ περὶ
3. τὸν πόλεμον ἀποδοτέον τε καὶ χρηστέον κατὰ ταὐτά. ἐν
4. τούτοις καθόλου προειπὼν ὁ Πλάτων, ὅτι τῶν αὐτῶν ἁπάντων
5. ἐστὶ μεταδοτέον τῷ θήλει γένει, μετὰ ταῦτα καὶ περὶ
6. γυμνασίων ὅσα γυμνοὶ γυμναζόμεθα, καὶ περὶ τῆς ἐπὶ τῶν
7. ἵππων ὀχήσεως, ὅσα τε πολέμων ἕνεκα διδάσκεται καὶ ἀσκεῖται,
8. μετέχειν ἐξιοῖ καὶ τὰς γυναῖκας, ἐπ’ αὐτῶν δ’ ἀντιλαμβανόμενος
9. τοῦ λόγου τάδε φησί. βούλει οὖν, ἦν δ’ ἐγὼ,
10. ἡμεῖς πρὸς ἡμᾶς αὐτοὺς ὑπὲρ τῶν ἄλλων ἀμφισβητήσωμεν,
11. ἵνα μὴ ἔρημα τὰ τοῦ ἑτέρου λόγου πολιορκῆται; οὐδὲν, ἔφη,
12. κωλύει. λέγωμεν δὴ ὑπὲρ αὐτῶν, ὅτι, ὦ Σώκρατές τε καὶ
13. Γλαύκων, οὐδὲν δεῖ ὑμῖν ἄλλους ἀμφισβητεῖν, αὐτοὶ γὰρ ἐν
14. ἀρχῇ τῆς κατοικήσεως, ἣν οἰκίζετε πόλιν, ὁμολογεῖτε δεῖν
15. κατὰ φύσιν ἕκαστον ἕνα ἓν τὸ αὑτοῦ πράττειν, ὡμολογήσαμεν,
16. οἶμαι. πῶς γὰρ οὔ; ἔστιν οὖν ὅπως οὐ πάμπολυ διαφέρει
17. γυνὴ ἀνδρὸς τὴν φύσιν; πῶς οὐ διαφέρει; οὐκ οὖν
18. ἄλλο καὶ ἔργον ἑκατέρῳ προσήκει προστάττειν τὸ κατὰ τὴν
1. ἑαυτοῦ φύσιν; τί μήν; πῶς οὖν οὐχ ἁμαρτάνετε νυνὶ, καὶ
2. τἀναντία ὑμῖν αὐτοῖς λέγετε φάσκοντες αὖ τοὺς ἄνδρας καὶ
3. τὰς γυναῖκας δεῖν τὰ αὐτὰ πράττειν, πλεῖστον κεχωρισμένην
4. φύσιν ἔχοντας; ἔξεις τι, ὦ θαυμάσιε, πρὸς ταῦτ’ ἀπολογεῖσθαι;
5. ἐν τούτοις εἰπών τινα περὶ τῆς ἀντιλογικῆς δυνάμεως,
6. ἐφεξῆς γράφει τὴν ῥῆσιν τῆς ἀντιλογίας ᾧδέ πως.
7. κινδυνεύομεν οὖν ἄκοντες ἀντιλογίας ἅπτεσθαι. πῶς; τὸ
8. τὴν αὐτὴν φύσιν, ὅτι οὐ τῶν αὐτῶν δεῖ ἐπιτηδευμάτων
9. τυγχάνειν, πάνυ ἀνδρείως τε καὶ ἐριστικῶς κατὰ τὸ ὄνομα
10. διώκομεν, ἐπεσκεψάμεθα δὲ οὐδ’ ὁτιοῦν, τί εἶδος τὸ τῆς
11. ἑτέρας τε καὶ τῆς αὐτῆς φύσεως, καὶ πρὸς τί τεῖνον ὡριζόμεθα
12. τότε τὰ ἐπιτηδεύματα ἄλλῃ φύσει ἄλλα, τῇ δὲ αὐτῇ
13. τὰ αὐτὰ ἀπεδίδομεν. οὐ γὰρ οὖν, ἔφη, ἐπεσκεψάμεθα. τοιγάρτοι,
14. εἶπον, ἔξεστιν ἡμῖν, ὡς ἔοικεν, ἀνερωτᾷν ἡμᾶς αὐτοὺς,
15. εἰ ἡ αὐτὴ φύσις φαλακρῶν καὶ κομητῶν, καὶ οὐχ ἡ ἐναντία,
16. καὶ ἐπειδὰν ὁμολογῶμεν, ἐναντίαν εἶναι, ἐὰν φαλακροὶ σκυτοτομῶσι,
1. μὴ ἐᾷν κομήτας, ἐὰν δ’ αὖ κομῆται, μὴ τοὺς
2. ἑτέρους. γελοῖον μὲν τἂν εἴη, ἔφη. ἆρα κατ’
3. ἄλλο τι, εἶπον ἐγὼ, γελοῖον, ἢ ὅτι τότε οὐ πάντως τὴν
4. αὐτὴν καὶ τὴν ἑτέραν φύσιν ἐτιθέμεθα, ἀλλ’ ἐκεῖνο τὸ
5. εἶδος τῆς ἀλλοιώσεώς τε καὶ ὁμοιώσεως μόνον ἐφυλάττομεν
6. τὸ πρὸς αὐτὰ τεῖνον τὰ ἐπιτηδεύματα; οἷον ἰατρικὸν μὲν
7. καὶ ἰατρικὴν τὴν ψυχὴν ἔχοντα τὴν αὐτὴν φύσιν ἔχειν
8. ἐλέγομεν. ἢ οὐκ οἴει; ἔγωγε. ἰατρικὸν δέ γε καὶ τεκτονικὸν
9. ἄλλην; πάντως που. οὐκοῦν, ἦν δ’ ἐγὼ, καὶ τὸ τῶν
10. ἀνδρῶν καὶ τὸ τῶν γυναικῶν γένος, ἐὰν μὲν πρὸς τέχνην
11. τινὰ ἢ ἄλλο ἐπιτήδευμα διαφέρον φαίνηται, τοῦτο δὴ φήσομεν
12. ἑκατέρῳ δεῖν ἀποδιδόναι, ἐὰν δ’ αὐτῷ τούτῳ φαίνηται
13. διαφέρειν, τῷ τὸ μὲν θῆλυ τίκτειν, τὸ δ’ ἄῤῥεν ὀχεύειν,
14. οὐδέν τί πω φήσομεν μᾶλλον ἀποδεδεῖχθαι, ὡς πρὸς ὃ
15. ἡμεῖς λέγομεν διαφέρει γυνὴ ἀνδρὸς, ἀλλ’ ἔτι οἰησόμεθα
16. δεῖν τὰ αὐτὰ ἐπιτηδεύειν τούς τε φύλακας ἡμῶν καὶ τὰς
17. γυναῖκας αὐτῶν. καὶ ὀρθῶς γ’, ἔφην. οὐκοῦν μετὰ τοῦτο·
1. κελεύομεν τὸν τὰ ἐναντία λέγοντα τοῦτο αὐτὸ διδάσκειν
2. ἡμᾶς, πρὸς τίνα τέχνην ἢ τί ἐπιτήδευμα τῶν περὶ πόλεως
3. κατασκευὴν, οὐχ ἡ αὐτὴ, ἀλλ’ ἑτέρα φύσις γυναικός τε καὶ
4. ἀνδρός. δίκαιόν γ’ οὖν. τάχα τοίνυν ἂν, ὅπερ σὺ ὀλίγῳ
5. πρότερον ἔλεγες, εἴποι ἂν καὶ ἄλλος, ὅτι ὲν μὲν τῷ παραχρῆμα
6. ἱκανῶς εἰπεῖν οὐ ῥᾴδιον, ἐπισκεψαμένῳ δὲ οὐδὲν
7. χαλεπόν. εἴποι γὰρ ἄν. βούλει οὖν δεώμεθα τοῦ τὰ τοιαῦτα
8. ἀντιλέγοντός μοι ἀκολουθῆσαι ἡμῖν, ἐάν πως ἡμεῖς
9. ἐκεῖνο ἐνδειξώμεθα, ὅτι οὐδέν ἐστιν ἐπιτήδευμα ἴδιον γυναικὶ
10. πρὸς διοίκησιν πόλεως; πάνυ γε. ἴθι δὴ, φήσομεν πρὸς
11. αὐτὸν, ἀποκρίνου· ἆρ’ οὕτως ἔλεγες, τὸν μὲν εὐφυῆ πρός
12. τι εἶναι, τὸν δὲ ἀφυῆ, ἐν ᾧ ὁ μὲν ῥᾳδίως τι μανθάνοι,
13. ὁ δὲ χαλεπῶς, καὶ ὁ μὲν ἀπὸ βραχείας μαθήσεως ἐπιπολὺ
14. εὑρετικὸς εἴη οὗ ἔμαθεν, ὁ δὲ πολλῆς μαθήσεως τυχὼν καὶ
15. μελέτης μηδὲ ἃ ἔμαθε σώζοιτο, καὶ τῷ μὲν τὰ τοῦ σώματος
16. ἱκανῶς ὑπηρετοῖ τῇ διανοίᾳ, τῷ δ’ ἐναντιοῖτο. ἆρα
1. ἄλλ’ ἄττα ἐστὶν, ἢ ταῦτα, οἷς τὸν εὐφυῆ πρὸς ἕκαστα καὶ
2. τὸν μὴ ὡρίζου; οὐδεὶς, ἦ δ’ ὃς, ἄλλα φήσει. οἶσθά τι οὖν
3. ὑπὸ ἀνθρώπων μελετώμενον, ἐν ᾧ οὐ πάντα ταῦτα τὸ τῶν
4. ἀνδρῶν γένος διαφερόντως ἔχει τοῦ τῶν γυναικῶν; ἢ μακρολογοῦμεν
5. τήν θ’ ὑφαντικὴν λέγοντες καὶ τὴν τῶν ποπάνων
6. τε καὶ ἑψημάτων θεραπείαν, ἐν οἷς δή τι δοκεῖ τὸ γυναικεῖον
7. γένος εἶναι, οὗ καὶ καταγελαστότατόν ἐστι πάμπολυ
8. ἡττώμενον; ἀληθῆ λέγεις, ἔφη, ὅτι πολυκρατεῖται ἐν ἅπασιν,
9. ὡς ἔπος εἰπεῖν, τὸ γένος τοῦ γένους. γυναῖκες μέντοι πολλαὶ
10. πολλῶν ἀνδρῶν βελτίους εἰς πολλὰ, τὸ δ’ ὅλον ἔχει,
11. ὡς σὺ λέγεις. οὐδέν ἐστιν ἄρα, ὦ φίλε, ἐπιτήδευμα τῶν
12. πόλιν διοικούντων γυναικὸς, διότι γυνὴ, οὐδὲ ἀνδρὸς, διότι
13. ἀνὴρ, ἀλλ’ ὁμοίως διεσπαρμέναι αἱ φύσεις ἐν ἀμφοῖν τοῖν
14. ζώοιν, καὶ πάντων μὲν μετέχει γυνὴ ἐπιτηδευμάτων κατὰ
15. φύσιν, πάντων δ’ ἀνὴρ, ἐπὶ πᾶσι δ’ ἀσθενέστερον γυνὴ
16. ἀνδρός. πάνυ γε. τί οὖν ἀνδράσι ταῦτα προστάξομεν,
17. γυναικὶ δ’ οὐδέν; ἢ καὶ πῶς; ἀλλ’ ἔστι γὰρ, οἶμαι, ὡς
1. φήσομεν, καὶ γυνὴ ἰατρικὴ, ἣ δ’ οὒ, καὶ μουσικὴ, ἣ δ’
2. ἄμουσος φύσει. τί μήν; γυμναστικὴ δὲ ἄρ’ ἣ καὶ πολεμικὴ,
3. ἣ δὲ ἀπόλεμος καὶ οὐ φυλογυμναστική; οἶμαι ἔγωγε.
4. τί δὲ φιλόσοφός τε καὶ θυμοειδὴς, ἣ δὲ ἄθυμος καὶ μισόσοφος;
5. ἔστι καὶ ταῦτα. ἔστιν ἄρα καὶ φυλακικὴ γυνὴ, ἣ
6. δ’ οὔ. ἢ οὐ τοιαύτην καὶ τῶν ἀνδρῶν τῶν φυλακικῶν
7. φύσιν ἐξελεξάμεθα; τοιαύτην μὲν οὖν. καὶ γυναικὸς ἄρα
8. καὶ ἀνδρὸς ἡ αὐτὴ φύσις εἰς φυλακὴν πόλεως, πλὴν ὅσα
9. ἡ μὲν ἀσθενεστέρα, ὁ δ’ ἰσχυρότερός ἐστι. φαίνεται.
10. καὶ γυναῖκες ἄρα τοιαῦται τοῖς τοιούτοις ἀνδράσιν ἐκλεκτέαι
11. συνοικεῖν τε καὶ φυλάττειν, ἐπεί πέρ εἰσιν ἱκαναὶ καὶ
12. ξυγγενεῖς αὐτοῖς τὴν φύσιν. πάνυ γε. τὰ δ’ ἐπιτηδεύματα
13. οὐ ταὐτὰ ἀποδοτέα ταῖς αὐταῖς φύσεσι; ταὐτά. ἥκομεν
14. ἄρα εἰς τὰ πρότερα περιφερόμενοι καὶ ὁμολογοῦμεν, μὴ
15. παρὰ φύσιν εἶναι ταῖς τῶν φυλάκων γυναιξὶ μουσικήν τε
16. καὶ γυμναστικὴν ἀποδιδόναι. παντάπασι μὲν οὖν. ἐν τούτοις
17. ἅπασιν ἐφ’ ἑνὸς παραδείγματος τοῦ τῶν γυναικῶν
1. ἐγύμνασεν ἡμᾶς εὑρετικούς τε καὶ διακριτικοὺς εἶναι, κατὰ
2. τί μὲν ὅμοια ταῖς φύσεσίν ἐστι, κατὰ τί δ’ ἀνόμοια τὰ
3. παραβαλλόμενα. γυναῖκες γὰρ ἀνδράσιν ὁμοῖαι μέν εἰσιν,
4. καθὸ καὶ αὐταὶ ὑπάρχουσι λογικὰ ζῶα, τουτέστιν ἐπιστήμης
5. δεκτικά· καθ’ ὅσον δὲ τὸ μὲν τῶν ἀνδρῶν γένος ἰσχυρότερον
6. ὑπάρχει καὶ εἰς ἅπαν ἔργον τε καὶ μάθημα βέλτιον,
7. αἱ γυναῖκες δ’ ἀσθενέστεραί τε καὶ χείρους, ἀνόμοιαί γε
8. κατὰ τοῦτ’ εἰσιν· ὥσπερ γε πάλιν ἐναντίως ἔχουσι, καθ’
9. ὅσον αὗται μὲν ὑπάρχουσι θήλειαι, καὶ διὰ τοῦτο πρὸς
10. κύησιν ἐπιτήδεια ταῖς μὲν γυναιξίν ἐστι μόρι’ ἄττα τοῦ
11. σώματος ὑπὸ τῆς φύσεως παρεσκευασμένα, τοῖς δ’ ἄῤῥεσιν
12. οὐκ ἔστιν. ὥστ’ ἀληθῶς ἄν τις φαίη, κατά τι μὲν ὁμοίως
13. διακεῖσθαι τὰς γυναῖκας τοῖς ἀνδράσι, κατά τι δ’ ἐναντίως.
14. ἐπειδὰν μὲν οὖν τις κατὰ τὴν ὁμοιότητα τὴν μετάβασιν
15. ἀπὸ θατέρου ποιῆται πρὸς τὸ ἕτερον, ἀληθεύσει,
16. ἐπειδὰν δὲ κατὰ τὴν ὁμοιότητα, ψεύσεται, καὶ πολὺ μᾶλλον
17. κατὰ τὴν ἐναντίωσιν. ὡς γὰρ ὁ Ἱπποκράτης ἐν τῷ κατ’
18. ἰητρεῖον ἔγραψε, κελεύων ἡμᾶς ἐξ ἀρχῆς ἢ ὅμοια ἢ ἀνόμοια
1. σκοπεῖσθαι, προσέθηκε δὲ ἐν τῷ Προγνωστικῷ καὶ
2. τὸ ἐναντίον οἷς ἔλεγεν ἐπὶ τοῦ προσώπου, τὸ δ’ ἐναντιώτατον
3. τοῦ ὁμοίου δεινότατον, οὕτως φαίνεται καὶ ὁ Πλάτων
4. τὴν ἀπόδειξιν πεποιημένος ἐν τῇ προκειμένῃ ῥήσει.
⟨
(De plac. Hipp. et Plat.) [n° 033 Fichtner] [GalLat]
De placitis Hippocratis et Platonis
Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Doctrines d’Hippocrate et de Platon
The Doctrines of Hippocrates and Plato (PHP)
De Lacy, 2005.
De Hippocratis et Platonis placitis, 1823, vol. 5, p. 181-805. urn:cts:greekLit:tlg0057.tlg032.verbatim-lat1
De Lacy, 2005 (eng).
De Hippocratis et Platonis placitis, 9.3, ed. Kühn, 1823, vol. 5, p. 735-743. urn:cts:greekLit:tlg0057.tlg032.1st1K-grc1:9.3
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩