Galenus. De placitis Hippocratis et Platonis (De plac. Hipp. et Plat.) [n° 033 Fichtner] [GalLat]

Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Doctrines d’Hippocrate et de Platon
The Doctrines of Hippocrates and Plato (PHP)
De Lacy, 2005.
De Hippocratis et Platonis placitis, 1823, vol. 5, p. 181-805. urn:cts:greekLit:tlg0057.tlg032.verbatim-lat1
De Lacy, 2005 (eng).

De Hippocratis et Platonis placitis, 9.4, ed. Kühn, 1823, vol. 5, p. 743-750. urn:cts:greekLit:tlg0057.tlg032.1st1K-grc1:9.4

5. Προσθῶμεν οὖν ἔτι καὶ ἄλλο τῶν ὑφ’ Ἱπποκράτους
6. γεγραμμένων παραδείγματος ἕνεκα τοῦ διακρίνειν
7. ἐν τοῖς παραβαλλομένοις ὅσον καθ’ ὅμοιόν ἐστι, καὶ ὅσον
8. ἀνόμοιον. ἔστι δ’ ἡ λέξις ἐκ τοῦ περὶ ἄρθρων συγγράμματος
9. ᾧδέ πως ἔχουσα. γιγνώσκειν δ’, εἰ ἐκπέπτωκεν ὁ
10. βραχίων, τοῖσι χρὴ τοῖσι σημείοισι. τοῦτο μὲν, ἐπειδὴ δίκαιον
11. ἔχουσι τὸ σῶμα οἱ ἄνθρωποι, καὶ τὰς χεῖρας, καὶ τὰ σκέλη,
12. παραδείγματι χρὴ χρῆσθαι τῷ ὑγιεῖ πρὸς τὸ μὴ ὑγιὲς, μὴ
13. τὰ ἀλλότρια ἄρθρα καθορῶντα, (ἄλλοι γὰρ μᾶλλον ἄλλων
14. ἔξαρθροι πεφύκασιν,) ἀλλὰ τὰ αὐτοῦ τοῦ κάμνοντος, ὂν
15. ἀνόμοιον τὸ ὑγιὲς τῷ κάμνοντι. καὶ τοῦτο εἴρηται μὲν ὀρθῶς.
16. παραξύνεσιν δ’ ἔχει πάνυ πολλὴν διὰ τοιαῦτα, καὶ οὐκ
17. ἀρκέει μοῦνον λόγῳ εἰδέναι τὴν τέχνην ταύτην, ἀλλὰ καὶ
18. ὁμιλίῃ ὁμιλέειν. πολλοὶ γὰρ ὑπὸ ὀδύνης, ἢ καὶ ὑπὸ ἀλλοίης
1. προφάσιος, οὐκ ἐξεστεώτων αὐτοῖσι τῶν ἄρθρων, ὅμως οὐ
2. δύνανται εἰς τὰ ὅμοια σχήματα καθεστάναι, ἐς οἷά περ
3. τὸ ὑγιεινὸν σῶμα σχηματίζεται. προξυνιέναι οὖν καὶ ἐννοεῖν
4. καὶ τὸ τοιόνδε σχῆμα χρή. ἀτὰρ καὶ ἐν τῇ μασχάλῃ ἡ
5. κεφαλὴ τοῦ βραχίονος φέρεται ἐγκειμένη πολλῷ μᾶλλον τοῦ
6. ἐκπεπτωκότος, ἢ τοῦ ὑγιέος. τοῦτο δ’ ἄνωθεν κατὰ τὴν
7. ἐπωμίδα κοῖλον φαίνεται τὸ χωρίον, καὶ τὸ τοῦ ἀκρωμίου
8. ὀστέον ἐξέχον φαίνεται, ἅτε ὑποδεδυκότος ἤδη τοῦ ἄρθρου
9. ἐς τὸ κάτω τοῦ χωρίου. παραξύνεσιν μὴν κᾀν τούτῳ ἔχει
10. τινά. ἀλλ’ ὕστερον περὶ αὐτοῦ γραφήσεται, ἄξιον γὰρ γραφῆς
11. ἐστι. τούτου δὲ τοῦ ἐκπεπτωκότος ὁ ἀγκὼν φαίνεται
12. ἀφεστεὼς μᾶλλον ἀπὸ τῶν πλευρέων, ἢ ἀπὸ τοῦ ἑτέρου. εἰ
13. μέντοι τις προσαναγκάζοι, προσάγεται μὲν, ἐπιπόνως δέ.
14. τοῦτο δ’ ἄνωθεν τὴν χεῖρα ἆραι εὐθεῖαν παρὰ τὸ οὖς, ἐκτεταμένου
15. τοῦ ἀγκῶνος, οὐ μᾶλλον δύνανται, ὥσπερ τὴν ὑγιέα,
16. οὐδὲ παράγειν ἔνθα καὶ ἔνθα ὁμοίως. αὕτη μὲν ἡ τοῦ
17. Ἱπποκράτους ῥῆσις ἡ αὐτὴ τῇ κατὰ τὸ Προγνωστικόν. ὡς
18. γὰρ ἐκεῖ τὸ πρόσωπον ἡμᾶς τοῦ νοσοῦντος ἐκέλευσε σκοπεῖσθαι,
1. πότερον ὅμοιόν ἐστιν ἢ ἀνόμοιον τῷ τῶν ὑγιαινόντων,
2. μάλιστα δ’ εἰ αὐτὸ ἑαυτῷ, οὕτως νῦν τὸ ἐκπεπτωκὸς ἄρθρον
3. τῷ ὑγιεῖ παραβάλλει τὴν παραβολὴν ποιούμενος ἐπ’ αὐτοῦ
4. τοῦ πεπονθότος ἀνθρώπου· ἀπάτη γὰρ, ἣν παραξύνεσιν
5. ὠνόμασε, γίγνεται πολλάκις, ἐὰν τοῖς ἀλλοτρίοις ἄρθροις
6. παραβάλλῃς αὐτό. καὶ μέντοι καὶ ὡς ἐκ τῶν κατὰ μέρος,
7. εἰ ὅμοιόν ἐστι τῷ κατὰ φύσιν ἔχοντι τό γε πεπονθὸς, ἔνεστι
8. διαγνῶναι, καθάπερ ἐν τῷ Προγνωστικῷ διῆλθεν, οὕτως
9. κᾀνταῦθα, τὰ μὲν ἄλλα γράψας καλῶς, ἐν ᾧ δ’ ἄν τι σφαλείη
10. διὰ τὴν πρὸς τὸ ἐξηρθρηκὸς ὁμοιότητα, τοῦτ’ ἐπισημῃνάμενος,
11. ὡς παραξύνεσιν ἔχον καὶ αὐτό. ταπεινὴ γὰρ ἡ
12. ἐπωμὶς οὐ μόνον ἐπὶ τῶν ἐξηρθρηκότων ἐστὶν, ἀλλὰ κᾀπὶ
13. τῶν ἀπόσπασμα κατὰ τὸ ἀκρώμιον ἐχόντων, ὥστε συγχεῖσθαι
14. κατὰ τοῦτο τὴν διάγνωσιν τῶν ἐξαρθρημάτων, εἰς κοινὸν
15. σημεῖον ἀφικνουμένην τοῖς ἀπεσπασμένον ἔχουσι τὸ ἀκρώμιον.
16. ἀλλὰ κᾷνταῦθα πάλιν, ὅπερ καθόλου διὰ τοῦ κατ’ ἰητρεῖον
17. ἀπεφῄνατο, τοῦτο νῦν ἑνὸς εἴδους ἐποίησεν, ἐπιδείξας οὐ
18. μόνον ᾗ ὅμοια τὰ σημεῖα τῶν δύο παθῶν ἐστιν, ἀλλὰ καὶ
1. ᾗ ἀνόμοια. κοίλη μὲν οὖν ἡ ἐπωμὶς ἐπ’ ἀμφοῖν φαίνεται,
2. τῶν δὲ ἄλλων συμπτωμάτων, ὧν τὸν κατάλογον ἔγραψεν ἐπὶ
3. τῶν ἐξηρθρηκότων ὤμων, οὐδὲν συμβαίνει κατὰ τὰ τῶν
4. ἀκρωμίων ἀποσπάσματα, περὶ ὧν κατὰ τὴν προγεγραμμένην
5. ῥῆσιν οὕτως εἶπε. τούτου δὲ τοῦ ἐκπεπτωκότος ὁ ἀγκὼν
6. φαίνεται ἀφεστεὼς μᾶλλον ἀπὸ τῶν πλευρῶν, ἢ τοῦ ἑτέρου.
7. εἰ μέντοι τις προσαναγκάζοι, προσάγεται μὲν, ἐπιπόνως δέ.
8. τοῦτο δὲ ἄνω ἀεῖραι τὴν χεῖρα ἰθεῖαν παρὰ τὸ οὖς, ἐκτεταμένου
9. τοῦ ἀγκῶνος, οὐ μάλα δύναται, ὥσπερ καὶ τὴν ὑγιέα,
10. οὐδὲ παράγειν ἔνθα καὶ ἔνθα ὁμοίως. ταῦτα μὲν ἐπὶ τῶν
11. ἐξηθρηκότων φαίνεται γιγνόμενα, μηδὲν τοιοῦτον πασχόντων,
12. οἷς ἀπέσπασται τὸ ἀκρώμιον· μόνοις γὰρ αὐτοῖς κοινόν
13. ἐστι τὸ τὴν ἐπωμίδα φαίνεσθαι κοίλην. ἔστι δὲ καὶ κατὰ
14. τοῦτο τὸ κοινὸν οὐ μόνον ὁμοιότης, ἀλλὰ καὶ ἀνομοιότης.
15. φαίνεται γὰρ ὁ τόπος ὢν ταπεινότερος, οὐ μὴν καὶ γεγονώς
16. γε κατὰ ἀλήθειαν ἑαυτοῦ ταπεινότερος, ὡς ἐπὶ τῶν ἐξηρθρηκότων
17. ὤμων. ἐπ’ ἐκείνων μὲν γὰρ, τῆς κεφαλῆς τοῦ βραχίονος
18. εἰς τὴν μασχάλην καταπεσούσης, ὁ πρότερον ὑπάρχων
1. ὄγκος ἐν τῷ κατὰ τὴν ἐπωμίδα τόπῳ κατ’ ἀλήθειαν ἀπόλωλεν,
2. ἐν δὲ τοῖς ἀποσπάσμασιν οὗτος μὲν ὁ αὐτὸς διαμένει,
3. μεταστάντος δ’ εἰς ὕψος τοῦ ἀκρωμίου, φαντασία
4. ψευδὴς γίγνεται τῆς τοῦ τόπου ταπεινώσεως. ἴσως οὖν
5. ἄμεινόν ἐστι καὶ μίαν ἄλλην ἔτι παραγράψαι ῥῆσιν ἐκ τοῦ
6. περὶ ἄρθρων, ἐν ᾗ καθ’ ἓν πάθος ἐπιδείκνυσιν ὁ Ἱπποκράτης
7. ὁμοιότητά τε καὶ ἀνομοιότητα σφάλλουσαν τοὺς πολλοὺς
8. τῶν ἰατρῶν. ὅταν τις ἐξαρθρήσῃ σπόνδυλος εἰς τὸ πρόσω
9. ταπεινὸν, κατὰ τοῦτο γίγνεται τὸ χωρίον τῆς ῥάχεως. ἐνίοτε
10. δὲ, περιθραυσθεισῶν τῶν κατὰ τοὺς σπονδύλους ὀπισθίων
11. ἀποφύσεων, ἐξ ὧν ἡ τῆς ῥάχεως ἄκρα γεννᾶται, κοῖλος καὶ
12. ταπεινὸς ὁ τόπος φαίνεται, καθάπερ ἐπὶ τῶν ἐξηρθρηκότων
13. εἰς τὸ πρόσω σπονδύλων. ἔστι δὲ τοῦτο μὲν τὸ πάθος
14. εὐιατότατον, ὀλεθριώτατον δὲ τὸ ἕτερον. ἀγνοοῦντας δὲ τῶν
15. ἰατρῶν ἐνίους τὴν διαφορὰν αὐτῶν ὁ Ἱπποκράτης φησὶν
16. οἴεσθαι τεθεραπευκέναι ῥᾳδίως τὴν εἰς τὰ πρόσω τῶν
17. σπονδύλων μετάστασιν. ὀνομάζει δὲ τὴν εἰς τὸ πρόσω ταύτην,
18. οὐ μόνον οὕτως, ἀλλὰ καὶ ἔσω καλῶν, ἔσω μὲν δηλονότι
19. τὸ βάθος τοῦ σώματος, ἔξω δὲ τὸ ἐπιπολῆς ὄπισθέν
1. τε καὶ πρόσθεν. ἔστι δ’ ἡ ῥῆσις αὐτοῦ, καθ’ ἣν γέγραπται
2. ταῦτα, αὕτη. ἐκ δὲ τοῦ ὄπισθεν οὐ ῥηΐδιον τοιαύτην ἐξέλασιν
3. γενέσθαι εἰς τὸ εἴσω, εἰ μὴ ὑπέρβαρύ τι ἄχθος
4. ἐμπέσοι. τῶν τε γὰρ ὀστέων τῶν ἐκπεφυκότων ἔξωθεν
5. ἕκαστον τοιοῦτόν ἐστιν, ὥστε πρόσθεν ἂν αὐτὸ καταγείη,
6. πρὶν ἢ μεγάλην ῥοπὴν εἴσω ποιῆσαι, τούς τε ξυνδέσμους
7. βιασάμενον καὶ τὰ ἄρθρα τὰ ἐνηλλαγμένα, ὅ τε αὖ νωτιαῖος
8. πονοίη ἂν, εἰ ἐξ ὀλίγου χωρίου τὴν περικαμπὴν ἔχοι, τοιαύτην
9. ἐξέλασιν ἐξαλλομένου σπονδύλου, ὅ τε ἐκπηδήσας σπόνδυλος
10. πιέζοι ἂν τὸν νωτιαῖον, εἰ μὴ καὶ ἀποῤῥήξειε, πιεσθεὶς
11. δ’ ἂν καὶ ἀπολελαμμένος πολλῶν καὶ μεγάλων καὶ
12. ἐπικαίρων ἀπονάρκωσιν ποιήσειεν. ὥστ’ οὐκ ἂν μέλοι τῷ
13. ἰατρῷ ὅπως χρὴ τὸν σπόνδυλον κατορθῶσαι, πολλῶν καὶ
14. βιαίων ἄλλων κακῶν παρεόντων. ὥστε δὴ οὐδ’ ἐμβαλεῖν
15. οἷόν τε οὔτε κατασείσειν, οὔτ’ ἄλλῳ οὐδενὶ τρόπῳ πρόδηλον
16. τῶν τοιούτων, εἰ μή τις διατεμὼν τὸν ἄνθρωπον, ἔπειτα
17. ἐμβαλόμενος ἐς τὴν κοιλίην ἐκ τοῦ εἴσωθεν τῇ χειρὶ ἐς τὸ
18. ἔξω ἀντωθέοι. κᾀνταῦθα νεκρῷ μὲν οἷόν τε ποιέειν, ζῶντι
1. δ’ οὐ πάνυ. διὰ τί δὲ ταῦτα γράφω; ὅτι οἴονταί τινες
2. ἰητρευκέναι τοὺς ἀνθρώπους , οἷσιν ἔσωθεν ἔπεσον
3. σπόνδυλοι τελέως ὑπερβάντες τὰ ἄρθρα. καίτοι ῥηΐστην εἰς
4. τὸ περιγενέσθαι τῶν διαστροφέων ταύτην ἔνιοι νομίζουσι
5. καὶ οὐδὲν δέεσθαι ἐμβολῆς, ἀλλ’ αὐτομάτως ὑγιέα γενέσθαι
6. τὰ τοιαῦτα. ἀγνοοῦσι δὲ πολὺ, καὶ κερδαίνουσιν, ὅτι
7. ἀγνοοῦσι. πείθουσι γὰρ τοὺς πέλας, ἐξαπατῶνται δὲ διὰ
8. τόδε· οἴονται τὴν ἄκανθαν τὴν ἐξέχουσαν κατὰ τὴν ῥάχιν
9. ταύτην τοῦ σπονδύλου αὐτὰς εἶναι, ὅτι στρογγύλον αὐτῶν
10. ἕκαστον φαίνεται ψαυόμενον, ἀγνοοῦντες, ὅτι τὰ ὀστέα ταῦτά
11. ἐστι τὰ ἀπὸ τῶν σπονδύλων πεφυκότα, περὶ ὧν ὀλίγῳ ἔμπροσθεν
12. εἴρηται. οἷσι δὲ σπόνδυλοι πολλοὶ προσωτέρω
13. ἄπεισι, στενοτάτην γὰρ πάντων ζώων ἄνθρωπος κοιλίην ἔχει,
14. ὡς ἐπὶ μεγέθει ἀπὸ τοῦ ὄπισθεν εἰς τὸ ἔμπροσθεν, ὅτι καὶ
15. κατὰ τὸ στῆθος. ὅταν οὖν τι τούτων τῶν ὀστέων τῶν
16. ὑπερεχόντων ἰσχυρῶς καταγῇ, ἤν τε ἓν, ἤν τε πλείω, ταύτῃ
17. ταπεινότερον τὸ χωρίον γίνεται, ἢ τὸ ἔνθεν καὶ ἔνθεν. διὰ
1. τοῦτο ἐξαπατῶνται οἰόμενοι, τοὺς σπονδύλους εἴσω οἴχεσθαι.
2. ὅτι δὲ μεγίστην ἔχει δύναμιν ἡ τῶν ὁμοίων τε καὶ ἀνομοίων
3. διάγνωσις, καὶ πᾶς τεχνίτης δεῖται διακρίνειν, εἰ ὅμοια ἢ
4. ἀνόμοια τὰ πράγματά ἐστι, περὶ ἃ διατρίβει, ἀθρεῖν ἔνεστι
5. κᾀκ τοῦδε τοῦ παραδείγματος. ἐπειδὴ γὰρ ἐν γυμνασίᾳ κεῖται
6. τὸ πλεῖστον τῆς προκειμένης γνώσεως, οὐκ ἐν τοῖς καθόλου
7. παραδείγμασι χρὴ βλέπειν, ἀλλ’ ἐν πολλοῖς τε καὶ ποικίλοις
8. γυμνάζεσθαι, καὶ μάλιστα παρὰ τοῖς ἄριστα μεταχειρισαμένοις
9. τὴν περὶ ταῦτα τέχνην Ἱπποκράτει τε καὶ Πλάτωνι.

Cliquer un n° de page pour en afficher l’image