10. Δείξαντος οὖν τοῦ Πλάτωνος ἐν τῷ πρώτῳ
11. τῆς Πολιτείας ἐπὶ πλειόνων παραδειγμάτων, ὧν εἰσι καὶ κυβερνῆται
12. καὶ ἰατροὶ, τοὺς τεχνίτας ὧν ἄρχουσι καὶ διοικοῦσιν,
13. ἐκείνοις τὴν ὠφέλειαν, οὐχ ἑαυτοῖς, ἐκπορίζεσθαι, καταγελάσας
14. Θρασύμαχος ποιμένων τε καὶ βουκόλων μνημονεύει,
15. τὸ ἑαυτοῖς συμφέρον, οὐ τὸ τοῖς προβάτοις τε καὶ
16. βουσὶν, ἐκποριζόντων. ἀλλὰ Σωκράτης ἐπιδείκνυσιν, αὐτῶν
17. σκοπὸν εἶναι καὶ τέλος, ἕτερον μὲν τοῖς παρὰ τῇ ποιμαντικῇ
18. τε καὶ βουκολικῇ τέχνῃ, μηδὲν ἄλλο σκοπουμένοις
1. παρὰ τὴν τῶν προβάτων τε καὶ βοῶν ὠφέλειαν, ἄλλο
2. δὲ τοῖς εἰς πρᾶσιν ἢ θοίνην παρασκευάζουσι τὰ ζῶα.
3. πρόδηλον οὖν, ὅτι καὶ ἰατρὸς, ᾗ μὲν ἰατρός ἐστι,
4. ταύτῃ προνοεῖται τῆς τοῦ σώματος ὑγιείας, ᾗ δὲ δι’ ἄλλο
5. τι τοῦτο πράττει, κατ’ ἐκεῖνο καὶ τὴν προσηγορίαν ἕξει.
6. τινὲς μὲν γὰρ ἕνεκα χρηματισμοῦ τὴν ἰατρικὴν τέχνην ἐργάζονται,
7. τινὲς δὲ διὰ τὴν ἐκ τῶν νόμων αὐτοῖς διδομένην
8. ἀλειτουργησίαν, ἔνιοι δὲ διὰ φιλανθρωπίαν, ὥσπερ ἄλλοι
9. διὰ τὴν ἐπὶ ταύτῃ δόξαν ἢ τιμήν. ὀνομασθήσονται τοιγαροῦν,
10. ᾗ μὲν ὑγιείας εἰσὶ δημιουργοὶ, κοινῇ πάντες ἰατροὶ
11. ζέουσι πρὸς τὰς πράξεις ἐπὶ διαφόροις ποιοῦνται σκοποῖς,
12. ὁ μέν τις φιλάνθρωπος, ὁ δὲ φιλότιμος, ὁ δὲ φιλόδοξος,
13. ὁ δὲ χρηματιστής. οὔκουν τοῖς ἰατροῖς τὸ τέλος ἐστὶν ὡς
14. ἰατροῖς ἔνδοξον ἢ πόριμον, ὡς Μηνόδοτος ἐμπειρικὸς
15. ἔγραψεν, ἀλλὰ Μηνοδότῳ μὲν τοῦτο, Διοκλεῖ δ’ οὐ τοῦτο,
16. καθάπερ οὐδὲ Ἱπποκράτει καὶ Ἐμπεδοκλεῖ, οὐδ’ ἄλλοις τῶν
17. παλαιῶν οὐκ ὀλίγοις, ὅσοι διὰ φιλανθρωπίαν ἐθεράπευον
1. τοὺς ἀνθρώπους. γυμνασάμενος οὖν ἐν τοῖς τοιούτοις τις
2. παραδείγμασι, (πάμπολλα δ’ ἐστὶ παρ’ Ἱπποκράτει καὶ
3. Πλάτωνι,) ῥᾳδίως κατόψεται τά τε ἴδια τέχνης ἑκάστης
4. καὶ τὰ κοινά. πρὸς μὲν γὰρ Θρασύμαχον ἐν τῷ πρώτῳ
5. τῆς πολιτείας Σωκράτης διαλεγόμενος ἔδειξεν ἐπὶ ποιμένων
6. τε καὶ βουκόλων, ὡς κοινωνοῦσι μὲν, καθ’ ὅσον εἰσὶ ποιμένες
7. καὶ βουκόλοι, διαφέρονται δὲ, καθ’ ὅσον ὁ μὲν ὡς
8. χρηματιστὴς, ὁ δ’, ὡς ἵνα κατεδέσηται, κατασκευάζουσιν
9. αὐτὰ πίονα. κατὰ μέντοι τὸ περὶ ἀγμῶν διὰ πλειόνων
10. ἔδειξεν ἡμᾶς διακρίνειν τά τε κοινὰ καὶ τὰ ἴδια· κατὰ
11. δὲ τὰς τέχνας, τουτέστιν εἰ ὅμοιά τ’ εἰσὶ καὶ ἀνόμοια. ἓν
12. γάρ ἐστι τῇ δυνάμει τὰ τρία ταῦτα σκέμματα, τό τε περὶ
13. τῶν κοινῶν καὶ ἰδίων, καὶ τὸ διακρίνειν, εἰ ὅμοια ἢ ἀνόμοια
14. τὰ παραβαλλόμενα πράγματά εἰσι, καὶ τρίτον ἐπὶ
15. τούτοις, τί ταὐτὸν ἐν αὐτοῖς ἐστι, καὶ τί ἕτερον. εἰώθασι
16. γὰρ οἱ Ἕλληνες ὅμοια καλεῖν ἐνίοτε τὰ ταὐτὸν ἔχοντά τι.
17. καὶ τά γε παραδείγματα κατὰ ταὐτὸν ἐν τοῖς παραβαλλομένοις
18. ἐκέλευσεν ἡμᾶς ὁ Πλάτων ποιεῖσθαι. γειτνιᾷ δέ πως
1. τούτῳ τῷ σκέμματι καὶ τὸ κατὰ τὴν διαιρετικὴν ὀνομαζομένην
2. μέθοδον, ἧς τὴν μὲν γυμνασίαν ὁ Πλάτων ἐν Σοφιστῇ
3. καὶ Πολιτικῷ πεποίηται, τὴν δὲ ἐξ αὐτῆς χρείαν ἐπέδειξεν
4. οὐκ ἐν τούτοις μόνον, ἀλλὰ σαφέστατα μὲν ἅμα καὶ
5. τελεώτατα κατά τε Φίληβον καὶ Φαῖδρον, οὐ μὴν καὶ
6. κατὰ τὴν Πολιτείαν τε καὶ ἄλλα ἄττα τῶν συγγραμμάτων.
7. ἐν μὲν οὖν τῷ Σοφιστῇ καὶ Πολιτικῷ διδάσκει, πῶς ἄν τις
8. ἀντὶ τῆς προσηγορίας ἑρμηνεύοι λόγῳ σαφεῖ τε ἅμα καὶ
9. συντόμῳ τὸ σημαινόμενον αὐτῆς, ὅντινα λόγον ὡρισμένον
10. τε καὶ ὅρον ἐξαιρέτως ἐκάλεσαν οἱ μετὰ Πλάτωνα· ἐν δὲ
11. τῷ Φιλήβῳ καὶ τῷ Φαίδρῳ δείκνυσιν, εἰς τεχνῶν σύστασιν
12. ἀναγκαιοτάτην εἶναι τὴν διαιρετικὴν καὶ συνθετικὴν θεωρίαν,
13. γεγυμνάσθαι τε κελεύει διττῶς κατ’ αὐτὴν, ἀπὸ μὲν
14. τοῦ πρώτου καὶ γενικωτάτου καταβαίνοντας ἐπὶ τὰ μηκέτι
15. τομὴν δεχόμενα διὰ τῶν ἐν τῷ μεταξὺ διαφορῶν, δι’ ὧν
16. καὶ τοὺς ὁρισμοὺς τῶν εἰδῶν ἐδεδείχει συνισταμένους ἐν
17. Σοφιστῇ καὶ Πολιτικῷ, ἔμπαλιν δ’ ἀπὸ τῶν εἰδικωτάτων
18. πολλῶν ὄντων ἀναβαίνοντας ἐπὶ τὸ πρῶτον γένος κατὰ
1. σύνθεσιν· ὁδὸν μὲν γὰρ εἶναι μίαν ἀμφοῖν, ὁδοιπορίαν δὲ
2. διττὴν, ἀπὸ θατέρου τῶν πρώτων ἐπὶ θάτερον ἐναλλὰξ
3. ἰόντι. λέγει δὲ περὶ αὐτῶν ἐν μὲν τῷ Φαίδρῳ κατὰ τήνδε
4. τὴν λέξιν. ἐμοὶ δὲ φαίνεται τὰ μὲν ἄλλα τῷ ὄντι παιδιὰ
5. πεπαῖχθαι. τούτων δέ τινων ἐκ τύχης ῥηθέντων δυοῖν εἰδῶν,
6. εἰ αὐτὴν τὴν δύναμιν τέχνῃ λαβεῖν δύναιτό τις, οὐκ
7. ἄχαρι. τίνων δή; εἰς μίαν τε ἰδέαν συνορῶντα ἄγειν τὰ
8. πολλαχῇ διεσπαρμένα, ἵν’ ἕκαστον ὁριζόμενος δῆλον ποιῇ,
9. περὶ οὗ ἂν ἀεὶ διδάσκων ἐθέλῃ, ὥσπερ τὰ νῦν δὴ περὶ
10. ἔρωτος ὅ ἐστιν ὁρισθὲν, εἴτε εὖ, εἴτε κακῶς ἐλέχθη.
11. τὸ γοῦν σαφὲς καὶ τὸ αὐτὸ αὑτῷ ὁμολογούμενον διὰ
12. ταῦτα ἔσχεν εἰπεῖν ὁ λόγος. τὸ δ’ ἕτερον δὴ εἶδος τί λέγεις,
13. ὦ Σώκρατες; τὸ πάλιν κατ’ εἴδη δύνασθαι διατέμνειν κατὰ
14. ἄρθρα, ᾗ πέφυκε, καὶ μὴ ἐπιχειρεῖν καταγνύναι μέρος μηδὲν,
15. κακοῦ μαγείρου τρόπῳ χρώμενον. ταῦτα μὲν οὖν καθόλου
16. περὶ τῆς διαιρετικῆς τε καὶ συνθετικῆς μεθόδου λέλεκται
17. τῷ Πλάτωνι. μεταβὰς δ’ ἐπὶ τὴν ῥητορικὴν τέχνην,
1. (εἴη δ’ ἂν ἡμῖν ἐν τι τοῦτο παράδειγμα τῆς ὅλης πραγματείας,)
2. τάδε γράφει. ἐπειδὴ λόγου δύναμις τυγχάνει ψυχαγωγία
3. οὖσα, τὸν μέλλοντα ῥητορικὸν ἔσεσθαι ἀνάγκη εἰδέναι,
4. ψυχὴ ὅσα εἴδη ἔχει. ἔστιν οὖν τόσα καὶ τόσα, καὶ
5. τοῖα καὶ τοῖα, ὅθεν οἱ μὲν τοιοίδε, οἱ δὲ τοιοίδε γίγνονται.
6. τούτων δ’ οὕτω διῃρημένων λόγων αὖ τόσα καὶ τόσα ἐστὶν
7. εἴδη, τοιόνδε δὲ ἕκαστον. οἱ μὲν οὖν τοιοίδε ὑπὸ τῶν
8. τοιῶνδε λόγων διὰ τήνδε τὴν αἰτίαν εἰς τὰ τοιάδε εὐπειθεῖς,
9. οἱ δὲ τοιοίδε διὰ τάδε δυσπειθεῖς. δεῖ δὴ ταῦτα ἱκανῶς
10. νοήσαντα, μετὰ ταῦτα θεώμενον αὐτὰ ἐν ταῖς πράξεσιν
11. ὄντα τε καὶ πραττόμενα ὀξέως δύνασθαι ἐπακολουθεῖν
12. τῇ αἰσθήσει, ἢ μηδὲν εἶναί πω πλέον αὐτῶν, ὧν τότε
13. ἤκουε λόγων ξυνών. ὅταν δ’ εἰπεῖν τε ἱκανῶς ἔχῃ, οἷος
14. ὑφ’ οἵων πείθεται, παραγιγνόμενόν τε δυνατὸς ᾖ διαισθανόμενος
15. ἑαυτῷ ἐνδείκνυσθαι, ὅτι οὕτως ἐστὶ καὶ αὕτη ἡ
16. φύσις, περὶ ἧς τότε ἦσαν οἱ λόγοι, νῦν ἔργῳ παροῦσά
17. σοι, ᾗ προσοιστέον τούσδε ᾧδε τοὺς λόγους ἐπὶ τὴν
1. τῶνδε πειθώ. πάντα δὴ ταῦτ’ ἔχοντι, προσλαβόντι καιροὺς
2. τοῦ πότε λεκτέον καὶ ἐπισχετέον, βραχυλογίας τε αὖ
3. καὶ ἐλεινολογίας καὶ δεινώσεως ἑκάστων τε ὅσα ἂν εἴδη
4. λόγων μάθῃ, τούτων τὴν εὐκαιρίαν τε καὶ ἀκαιρίαν διαγνόντι,
5. καλῶς τε καὶ τελέως ἐστὶν ἡ τέχνη ἀπειργασμένη,
6. πρότερον δ’ οὔ. ἀλλ’ ὅ τι ἂν αὐτῶν τις ἐλλίπῃ λέγων, ἢ
7. διδάσκων, ἢ γράφων, φησὶ δὲ τέχνην λέγειν, ὁ μὴ πειθόμενος
8. κρατεῖ. ταῦτα οὖν αὐτῷ λέλεκται περὶ τῆς ῥητορικῆς,
9. ἐνταῦθα διδάσκοντι, πῶς ἄν τις αὐτὴν ἄριστα συστήσαιτο
10. μεθόδῳ χρώμενος, οὐ καθάπερ οἱ πολλοὶ δι’ ἐμπειρίας τε
11. καὶ τριβῆς. ἔτι τε πρὸς τούτοις κατωτέρω μετὰ τὸ διελθεῖν ἐν
12. τῷ μεταξὺ χρήσιμα πολλὰ συγκεφαλαιούμενος αὐτὰ κατὰ λέξιν
13. οὕτως ἔφη. ὥστ’, εἰ μὲν ἄλλο τι περὶ τέχνης λόγων λέγοις,
14. ἀκούοιμεν ἂν, εἰ δὲ μὴ, οἷς νῦν δὴ διήλθομεν πεισόμεθα,
15. ὡς, ἐὰν μή τις τῶν τ’ ἀκουσομένων τὰς φύσεις διαριθμήσηται,
16. καὶ κατ’ εἴδη τε διαιρῆται τὰ ὄντα, καὶ μιᾷ ἰδέᾳ ἀδύνατος
17. ᾖ καθ’ ἓν ἕκαστον περιλαμβάνειν, οὔπω ἔσται τεχνικὸς
1. λόγων πέρι, καθόσον δυνατὸν ἀνθρώπῳ. ἐν τούτῳ μὲν τῷ
2. βιβλίῳ διὰ συντόμων ἐδήλωσε περί τε τῆς τῶν τεχνῶν ἁπασῶν
3. καθόλου συστάσεως καὶ περὶ τῆς ῥητορικῆς, ἀκριβέστατα
4. δὲ τὸν λόγον ὅλον ἐν τῷ Φιλήβῳ διῆλθεν. ἐγὼ
5. δὲ ἀπὸ τῶν ἐπικαιροτάτων ἄρξομαι παραγράψας αὐτοῦ πρώτην
6. τήνδε τὴν ῥῆσιν. φωνὴ μὲν ἡμῖν ἐστί που μία διὰ
7. τοῦ στόματος ἰοῦσα, καὶ ἄπειρος αὖ πλήθει πάντων τε καὶ
8. ἑκάστου. τί μήν; καὶ οὐδὲν ἑτέρων γε τούτων ἐσμέν πως
9. σοφοὶ, οὔτε ὅτι τὸ ἄπειρον αὐτῆς ἴσμεν, οὔθ’ ὅτι τὸ ἓν
10. ἄλλο τι, ὁπόσα τέ ἐστι καὶ ὁποῖα, τοῦτό ἐστι τὸ γραμματικὸν
11. ἕκαστον ποιοῦν ἡμῶν. ἀληθέστατα. καὶ μὴν καὶ
12. τὸ μουσικὸν οὐ τυγχάνει ποιοῦν; τουτέστι ταὐτόν. πῶς;
13. φωνὴ μέν που καὶ τὸ κατ’ ἐκείνην τὴν τέχνην ἐστὶ μία ἐν
14. αὐτῇ. πῶς δ’ οὔ; δύο δὲ θῶμεν βαρὺ καὶ ὀξὺ, καὶ
15. τρίτον ὁμότονον. ἢ πῶς; οὕτως. ἀλλ’ οὔπω σοφὸς ἂν
16. εἴης τὴν μουσικὴν εἰδὼς ταῦτα μόνα, μὴ εἰδὼς δὲ, ὡς ἔπος
17. εἰπεῖν, εἰς ταῦτα, οὐδενὸς ἄξιος ἔσῃ. οὐ γὰρ οὖν. ἀλλ’,
1. ὦ φίλε, ἐπειδὰν λάβῃς, ὁπόσα τὰ διαστήματά ἐστι τὸν
2. ἀριθμὸν τῆς φωνῆς ὀξύτητός τε πέρι καὶ βαρύτητος, καὶ
3. ὁποῖα, καὶ τοὺς ὅρους τῶν διαστημάτων, καὶ τὰ ἐκ τούτων
4. ὅσα συστήματα γέγονεν, ἃ κατιδόντες οἱ πρόσθεν παρέδοσαν
5. ἡμῖν τοῖς ἑπομένοις ἐκείνοις καλεῖν αὐτὰ ἁρμονίας.
6. ἔν τε ταῖς κινήσεσιν αὖ τοῦ σώματος ἕτερα τοιαῦτα ἐνόντα
7. πάθη γιγνόμενα, ἃ δὴ δι’ ἀριθμῶν μετρηθέντα δεῖν αὐτά
8. φασι ῥυθμοὺς καὶ μέτρα ἐπονομάζειν, καὶ ἅμα ἐννοεῖν,
9. ὡς οὕτω δεῖ περὶ παντὸς ἑνὸς καὶ πολλῶν σκοπεῖν. ὅταν
10. γὰρ ταῦτά τε λάβῃς, οὕτω τότε ἐγένου σοφός· ὅταν δ’
11. ἄλλο τῶν ὄντων ὁτιοῦν ταύτῃ σκοπούμενος ἕλῃς, οὕτως ἔμφρων
12. περὶ τούτου γέγονας. τὸ δ’ ἄπειρόν σε ἑκάστων καὶ
13. ἐν ἑκάστοις πλῆθος ἄπειρον ἑκάστοτε ποιεῖ τοῦ φρονεῖν,
14. καὶ οὐκ ἐλλόγιμον, οὐδ’ ἐνάριθμον, ἅτ’ οὐκ εἰς ἀριθμὸν
15. οὐδένα ἐν οὐδενὶ πώποτε ἀπιδόντα. κάλλιστα, ὦ Φίληβε,
16. ἔμοιγε τὰ νῦν λεγόμενα εἰρηκέναι φαίνεται Σωκράτης. καὶ
17. ἐμοὶ ταῦτά γε αὐτά. ἀλλὰ τί δή ποτε πρὸς ἡμᾶς οὗτος ὁ
18. λόγος εἴρηται νῦν, καὶ τί ποτε βουλόμενος; ὀρθῶς μέντοι
1. τοῦθ’ ἡμᾶς, ὦ Πρώταρχε, ἠρώτησε Φίληβος. πάνυ μὲν
2. οὖν, καὶ ἀποκρίνου γε αὐτῷ. δράσω ταῦτα, διελθὼν σμικρὸν
3. ἔτι περὶ αὐτῶν τούτων. ὥσπερ γὰρ ἓν ὁτιοῦν εἴ τίς
4. ποτε λάβοι τούτων, ὥς φαμεν, οὐκ ἐπ’ ἀπείρου φύσιν ἀεὶ
5. δὴ βλέπειν εὐθὺς, ἀλλ’ ἐπί τινα ἀριθμὸν, οὕτω καὶ τὸ
6. ἐναντίον, ὅταν τις τὸ ἄπειρον ἀναγκασθῇ πρῶτον λαμβάνειν,
7. μὴ ἐπὶ τὸ ἓν τοῦτο εὐθὺς, ἀλλ’ ἐπ’ ἀριθμὸν αὖ τινα
8. πλῆθος ἕκαστον ἔχοντά τι κατανοεῖν, τελευτᾷν τ’ ἐκ πάντων
9. εἰς ἕν. πάλιν δὲ ἐν τοῖς γράμμασι τὸ νῦν λεγόμενον
10. λάβωμεν. πῶς; ἐπειδὴ φωνὴν ἄπειρον κατενόησεν, εἴτε τις
11. θεὸς, εἴτε καὶ θεῖος ἄνθρωπος, ὡς λόγος ἐν Αἰγύπτῳ Θεῦθ
12. τινα τούτων γενέσθαι λέγων, ὃς πρῶτος τὰ φωνήεντα ἐν τῷ
13. ἀπείρῳ κατενόησεν οὐχ ἓν ὄντα, ἀλλὰ πλείω, καὶ πάλιν
14. ἕτερα φωνῆς μὲν, οὐ φθόγγου δὲ μετέχοντά τινος, ἀριθμὸν
15. δέ τινα καὶ τούτων εἶναι. τρίτον δὲ εἶδος γραμμάτων διεστήσατο
16. τὰ νῦν λεγόμενα ἄφωνα ἡμῖν. τὸ μετὰ τοῦτο
17. διῄρει τά τε ἄφωνα καὶ ἄφθογγα μέχρις ἑνὸς ἑκάστου, καὶ
1. τὰ φωνήεντα, καὶ τὰ μέσα κατὰ τὸν αὐτὸν τρόπον, ἕως
2. ἀριθμὸν αὐτῶν λαβὼν ἑνί τε ἑκάστῳ καὶ σύμπασι στοιχεῖον
3. ἐπωνόμασε. καθορῶν δ’, ὡς οὐδεὶς ἡμῶν οὐδ’ ἂν ἓν
4. αὐτὸ καθ’ ἑαυτὸ ἄνευ πάντων αὐτῶν μάθοι, τοῦτον τὸν
5. δεσμὸν αὖ λογισάμενος, ὡς ὄντα ἕνα, καὶ ταῦτα πάντα ἕν
6. πως ποιοῦντα, μίαν ἐπ’ αὐτοῖς ὡς οὖσαν γραμματικὴν τέχνην
7. ἐπεφθέγξατο προσειπών. ταῦτα μὲν ὁ Πλάτων ἔγραψεν ἐν
8. Φιλήβῳ περὶ συστάσεως τεχνῶν, τῆς κατὰ μέθοδον δηλονότι
9. τὴν λογικὴν, οὐ τῆς ἐκ τῆς πολυχρονίου τηρήσεως,
10. ἐκ τῆς τῶν κατὰ μέρος ἀθροιζομένης ἐμπειρίας. ὅτι
11. δ’ οὐκ ἄνευ τοῦ γεγυμνάσθαι περὶ διαίρεσίν τε καὶ σύνθεσιν
12. οἷόν τε γενέσθαι τὴν λογικὴν σύστασιν τῶν τεχνῶν,
13. εὔδηλόν ἐστιν ἐξ ὧν ἄχρι τοῦ δεῦρο λέλεκταί μοι. καὶ μέντοι
14. καὶ καθ’ ὅλον τὸ βιβλίον τὸν Φίληβον ἐν τοῖς ἑξῆς
15. ἔργῳ δείκνυσι τὴν μέθοδον ἐπὶ τῆς ἡδονῆς, ἁπάσας αὐτῆς
16. τὰς διαφορὰς διελθών.
⟨
(De plac. Hipp. et Plat.) [n° 033 Fichtner] [GalLat]
De placitis Hippocratis et Platonis
Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Doctrines d’Hippocrate et de Platon
The Doctrines of Hippocrates and Plato (PHP)
De Lacy, 2005.
De Hippocratis et Platonis placitis, 1823, vol. 5, p. 181-805. urn:cts:greekLit:tlg0057.tlg032.verbatim-lat1
De Lacy, 2005 (eng).
De Hippocratis et Platonis placitis, 9.5, ed. Kühn, 1823, vol. 5, p. 750-760. urn:cts:greekLit:tlg0057.tlg032.1st1K-grc1:9.5
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩