Galenus. De placitis Hippocratis et Platonis (De plac. Hipp. et Plat.) [n° 033 Fichtner] [GalLat]

Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Doctrines d’Hippocrate et de Platon
The Doctrines of Hippocrates and Plato (PHP)
De Lacy, 2005.
De Hippocratis et Platonis placitis, 1823, vol. 5, p. 181-805. urn:cts:greekLit:tlg0057.tlg032.verbatim-lat1
De Lacy, 2005 (eng).

De Hippocratis et Platonis placitis, 9.6, ed. Kühn, 1823, vol. 5, p. 760-777. urn:cts:greekLit:tlg0057.tlg032.1st1K-grc1:9.6

17. Οὕτω δὲ καὶ ὁ Ἱπποκράτης ἔφθασεν ἐν τῷ
18. περὶ διαίτης ὀξέων, μεμψάμενος τοὺς Κνιδίους ἰατροὺς,
1. ὡς ἀγνοοῦντας τὰς κατ’ εἴδη καὶ γένη διαφορὰς τῶν νοσημάτων,
2. αὐτὸς δὲ δείκνυσι τοὺς διορισμοὺς, καθ’ οὓς τὸ
3. δοκοῦν ἓν εἶναι πολλὰ γίγνεται τεμνόμενον, οὐκ
4. ἐπὶ νοσημάτων μόνον, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων, ἐν
5. ᾧ τοὺς πλείστους τῶν ἐνδοξοτάτων ἰατρῶν εὑρεῖν ἔστιν
6. ἐσφαλμένους ἄχρι καὶ τῶν βοηθημάτων. ἔνιοι μὲν γὰρ ἐπὶ
7. τὰς κατὰ μέρος αὐτῶν ἐλθόντες χρείας ἀμέθοδον εἰργάσαντο
8. τὴν διδασκαλίαν, ἔνιοι δὲ τὸ κοινότατον εἰπόντες
9. ἄχρι μὲν τῆς προχείρου φαντασίας μεθοδικώτατον ἐποιήσαντο
10. τὸν λόγον, τῇ ἀληθείᾳ δὲ μοχθηρότατον, ἐντεῦθεν
11. δὲ διεφώνησαν ἀλλήλοις, ἔνιοι μὲν, ὡς οἱ κατὰ βοήθημα
12. τοῦδέ τινος τοῦ πάθους, οἷον, εἰ τύχῃ, πλευρίτιδος, ἀποφῃνάμενοι
13. τὴν φλεβοτομίαν, ἔνιοι δὲ τὴν κάθαρσιν, ὥσπερ
14. γε καὶ πυρίαν οἱ μὲν διὰ σπόγγων, οἱ δὲ διὰ τῶν καλουμένων
15. ὑπὸ τῶν ἰατρῶν μαρσίπων, ἤ τινος ἑτέρου. κατὰ
16. ταὐτὰ δὲ καὶ περὶ λουτρῶν καὶ περὶ ἀλουτίας διηνέχθησαν,
17. ὀξυμέλιτός τε καὶ μελικράτου, καὶ ὕδατος, καὶ οἴνου, καὶ
18. πτισάνης, ἤτοι τοῦ διηθημένου χυλοῦ μόνου διδόντες, ἢ
1. τῆς κριθώδους μόνης, οἱ δὲ καὶ σιτίων, ἄλλως ἄλλου διορισαμένου,
2. τάς τε διαφορὰς τῶν καμνόντων, καὶ τῶν εἰρημένων
3. ἔδειξε χρῇζον τὸ τῆς πλευρίτιδος πάθος. ὅπως μὲν
4. οὖν αὐτὸς διῆλθεν ἀτακτότερον πρῶτος εὑρίσκων, ἐν τοῖς
5. ὑπομνήμασιν ἐξήγημαι τοῦ περὶ διαίτης ὀξέων, ὅ τινες μὲν
6. ἐπιγράφουσι πρὸς τὰς Κνιδίας γνώμας, ἔνιοι δὲ περὶ πτισάνης,
7. ἑκάτεροι μοχθηρῶς. ἐγὼ δ’, ἵνα καὶ τούτου τοῦ
8. λόγου ἔχωσι διὰ συντόμων σαφῆ τὴν διδασκαλίαν οἱ φιλομαθεῖς,
9. οὐκ ὀκνήσω δηλῶσαι τὰ κεφάλαια. τῶν γάρ
10. τοι πλευριτικῶν ἄρτι μὲν ἀρχομένων ὀδυνᾶσθαι τὴν πλευρὰν,
11. ὡς ἂν οὐδέπω τῆς διαθέσεως οὔσης σαφοῦς, ἀποπειρᾶσθαι
12. κελεύει τῶν πυριάσεών τε καὶ θερμασμάτων ὀνομαζομένων,
13. καὶ διῆλθεν αὐτὸς τὴν ὕλην. εἶτα, ἂν μὴ λύηται,
14. σκεψάμενον, εἴτε νεοβρῶτι ἐόντι, καὶ εἴτε ὑποκεχωρηκυίας
15. τῆς κοιλίας, εἴτε μὴ, διδάσκει, τί ποιητέον ἐστίν. ἐὰν δὲ
16. μὴ ὑπείκῃ πρὸς ταῦτα, διορισμοὺς ἔγραψεν τῶν τε φλεβοτομίας
17. δεομένων καὶ τῶν καθάρσεως, ἐπὶ τίνων τε χρὴ
18. μελικράτῳ ποτῷ χρῆσθαι, ἢ ὀξυμέλιτι, ἢ ὕδατι μέχρι
1. κρίσεως, μηδεμίαν διδόντα τροφὴν, ἐπὶ τίνων τε χυλὸν πτισάνης,
2. ἢ τῇ κριθῇ χρηστέον τηνικαῦτα, καὶ σιτία δοτέον
3. ἐστί. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ περὶ οἴνου δόσεως
4. διορίζεται, τίσι τε χρὴ διδόναι, καὶ τίσι μὴ, καὶ ὁπότε,
5. καὶ ὁποῖον. ὡσαύτως δὲ καὶ περὶ λουτρῶν, ὅσα τ’ ἄλλα τοιαῦτα.
6. διττῆς δ’ οὔσης ἁμαρτίας ἐν ταῖς διαιρέσεσι διὰ τὸ
7. τοὺς μὲν ἐλλιπέστερον τέμνειν, τοὺς δ’ ὑπερβάλλειν εἰς οὐκ
8. οἰκεῖον τῷ τεμνομένῳ πλῆθος, ἑκάτερον αὐτῶν ὁ Ἱπποκράτης
9. μεμφόμενος ἐν ἀρχῇ μὲν τοῦ βιβλίου τάδε φησί. τὰς μέντοι
10. πολυτροπίας τὰς ἐν ἑκάστῃσι τῶν νούσων καὶ τὴν πολυσχιδίαν
11. αὐτῶν οὐκ ἠγνόουν ἔνιοι, τοὺς δ’ ἀριθμοὺς ἑκάστου τῶν νοσημάτων
12. σάφα ἐθέλοντες φράζειν οὐκ ὀρθῶς ἔγραψαν. μὴ
13. γὰρ καὶ οὐκ εὐαρίθμητον ᾖ, εἰ τουτέῳ τι σημανεῖται τὴν
14. τῶν καμνόντων νοῦσον, τὸ ἕτερον τοῦ ἑτέρου διαφέρειν τι,
15. τὸ μὴ ὠυτὸν δὲ νόσημα δοκέειν εἶναι, ἢν μήπω τοὔνομα
16. ἔχῃ. ἐπὶ δὲ τῶν ἰημάτων ἔμπαλιν, ὡς ἐλλιπόντων αὐτῶν,
17. ᾧδέ πώς φησιν. καὶ οὐ μόνον διὰ τοῦτο οὐκ ἐπαινέω, ἀλλ’
1. ὅτι καὶ ὀλίγοισι τὸν ἀριθμὸν τοῖσιν ἄκεσι χρέονται. μετὰ
2. δὲ ταῦτα προλαβὼν τὸν τῷ προβλήματι χρησιμώτατον, οὐ
3. σαφῶς αὐτοῦ τὴν λύσιν ἔγραψεν, καὶ διὰ τοῦτ’ ἠγνοήθη
4. πολλοῖς τῶν ἰατρῶν ὅλη τοῦ προβλήματος ἡ δύναμις.
5. ἐξηγησάμην μὲν οὖν ὅλον τὸν λόγον τοῦτον ἐν τῷ πρώτῳ
6. περὶ διαίτης ὀξέων ὑπομνήματι, συντόμως δ’ αὐτοῦ καὶ νῦν
7. εἰπεῖν ἀναγκαῖόν ἐστι τὴν δύναμιν. αὐτὸ μὲν τὸ πρόβλημα
8. κατὰ τήνδε τὴν λέξιν ἔγραψεν ὁ Ἱπποκράτης. δοκεῖ δὲ μοι ἄξια
9. γραφῆς εἶναι, καὶ μάλιστα ὁκόσα τε ἀκαταμάθητά ἐστι
10. τοῖς ἰητροῖσιν, ἐπίκαιρά γ’ ἐόντα εἰδέναι, καὶ ὁκόσα μεγάλας
11. ὠφελείας φέρει ἢ μεγάλας βλάβας. ἀκαταμάθητα δ’ ἐστὶ
12. καὶ τάδε. διὰ τί δ’ ἄρα ἐν τῇσιν ὀξείῃσι νούσοισιν οἱ
13. μέν τινες τῶν ἰατρῶν πάντα ἐς τὸν αἰῶνα διατελοῦσι, πτισάνην
14. διδόντες ἀήθητον, καὶ νομίζουσιν ὀρθῶς ἰητρεύειν,
15. οἱ δέ τινες περὶ παντὸς ποιοῦνται, ὅπως κριθὴν μὲν μηδεμίην
16. καταπίνῃ ὁ κάμνων, (μεγάλην γὰρ βλάβην ἡγέονται
17. εἶναι,) ἀλλὰ δι’ ὀθονίου τὸν χυλὸν διηθέοντες διδόασιν. οἱ
18. δ’ αὖ τινες αὐτέων οὔτ’ ἂν πτισάνην παχεῖαν δοῖεν, οὔτ’
1. αὖ χυλὸν, οἱ μὲν, μέχρις ἂν ἑβδομαῖος ὁ κάμνων γένηται,
2. οἱ δὲ καὶ διὰ τέλους, ἄχρις ἂν κριθῇ ἡ νοῦσος. μάλα μὲν
3. οὖν οὐδὲ προβάλλεσθαι τὰ τοιαῦτα ζητήματα εἰθισμένοι εἰσὶν
4. οἱ ἰητροὶ, ἴσως δ’ οὐδὲ προβαλλόμενα εὑρίσκεται.
5. καίτοι διαβολήν γ’ ἔχει ὅλη ἡ τέχνη πρὸς τῶν δημοτέων μεγάλην,
6. ὡς μηδὲ δοκεῖν ὅλως ἰητρικὴν εἶναι. ὥστ’ ἔν γε
7. τοῖσιν ὀξυτάτοισι τῶν νοσημάτων τοσόνδε διοίσουσιν ἀλλήλων
8. οἱ χειρώνακτες, ὥστε, ἃ ὁ ἕτερος προσφέρει ἡγούμενος
9. ἄριστα εἶναι, ταῦτα νομίζειν ἤδη τὸν ἕτερον κακὰ εἶναι.
10. καὶ μετ’ ὀλίγα· φημὶ δὴ, πᾶν καλὸν εἶναι τοῦτο τὸ σκέμμα
11. ἠδελφισμένον τοῖσι πλείστοισι τῶν ἐν τῇ τέχνῃ καὶ ἐπικαιροτάτοισι.
12. καὶ γὰρ τοῖσι νοσέουσι πᾶσιν ἐς ὑγίειάν τι μέγα
13. δύνασθαι, καὶ τοῖσιν ὑγιαίνουσιν εἰς ἀσφάλειαν, καὶ τοῖσιν
14. ἀσκέουσιν ἐς ἀξίην, καὶ ἐς ὅ τι ἕκαστος ἐθέλοι. τὸ περὶ
15. διαφωνίας, φησὶ, τῶν τεχνιτῶν σκέμμα μεγίστην ἔχει δύναμιν,
16. οὐ μόνοις τοῖς νοσοῦσιν ἐς ὑγιείης κτῆσιν, ἀλλὰ καὶ τοῖς
17. ὑγιαίνουσιν ἐς φυλακὴν αὐτῆς δηλονότι, καὶ τοῖς ἀσκοῦσιν
18. ἀξίην τοῦ σώματος πρός τε τὴν κτῆσιν αὐτῆς καὶ διαμονήν.
1. εἶτα προσέθηκε, καὶ ἐς ὅ τι ἕκαστος ἐθέλοι, δηλῶν, οὐ
2. μόνον εἰς ἰατρικὴν, ἀλλὰ καὶ τὰς ἄλλας τέχνας ἐκτετάσθαι
3. τὸ σκέμμα τὴν λύσιν αὐτοῦ. θαυμάσαι γὰρ ἔστι, διὰ τί
4. τέχνην μετιόντες οἱ ἰατροὶ, καθ’ ἣν τῇ πείρᾳ τὰ προσφερόμενα
5. βοηθήματα κριθῆναι δύναται, πότερον ὠφέλησεν,
6. ἢ ἔβλαψεν, ὅμως ἐναντιωτάτας ἀποφάσεις ἐποίησαν περὶ
7. τῶν ὠφελούντων τε καὶ βλαπτόντων. ἐν μὲν γὰρ φιλοσοφίᾳ
8. μὴ πεπαῦσθαι τὰς πλείστας τῶν διαφωνιῶν οὐδὲν θαυμαστὸν,
9. ὡς ἂν μὴ δυναμένων τῶν πραγμάτων ἐναργῶς κριθῆναι
10. τῇ πείρᾳ, καὶ διὰ τοῦτο τινῶν μὲν ἀποφῃναμένων ἀγέννητον
11. εἶναι τὸν κόσμον, τινῶν δὲ γεννητὸν, ὥσπερ γε καὶ
12. τινῶν μὲν, οὐδὲν ἔξωθεν αὐτοῦ περιέχειν εἶναι, τινῶν δὲ
13. εἶναι λεγόντων, καὶ τούτων αὐτῶν περιεχόμενόν τι φάντων,
14. ἐνίων μὲν κενὸν ἀποφῃναμένων εἶναι τοῦτο, μηδεμίαν οὐσίαν
15. ἔχον ἐν ἑαυτῷ, τινῶν δὲ, κόσμους ἄλλους ἀριθμῷ
16. ἀπεριλήπτους ὡς εἰς ἄπειρον ἐκτετάσθαι πλῆθος. αἰσθήσει
17. γὰρ ἐναργεῖ τὴν τοιαύτην διαφωνίαν ἀδύνατον κριθῆναι.
18. οὐ μὴν ὅμοιόν γε τὸ τῆς ὠφελείας καὶ βλάβης τῶν
1. προσφερομένων τοῖς σώμασιν ἰαμάτων, εἰς διαφωνίαν ἀφικόμενον
2. ἐν τοῖς ἰατροῖς, δυνάμενόν γε αὐτῶν κρῖναι τῇ
3. πείρᾳ τό τ’ ὠφελοῦν καὶ τὸ βλάπτον. τούτου τοίνυν τοῦ
4. ζητήματος ἡ λύσις οὐ πάνυ τι σαφῶς εἴρηται τῷ Ἱπποκράτει,
5. καὶ διὰ τοῦτο σχεδὸν ἅπαντας ἔλαθε τοὺς ἐξηγησαμένους
6. τὸ βιβλίον. ἔστι δὲ τοιάδε. τῶν νοσούντων ἔνιοι
7. μὲν ἀσιτίας χρῄζουσιν, ἄχρις ἂν ἡ νοῦσος κριθῇ, τινὲς δὲ
8. τροφῆς, καὶ τούτων ἔνιοι μὲν τῆς κριθώδους πτισάνης,
9. ἔνιοι δὲ τοῦ χυλοῦ μόνου, καθάπερ γε καὶ στερεωτέρας
10. ἔνιοι, καὶ μέντοι καί τινες μὲν ὀξυμέλιτος ἢ μελικράτου,
11. τινὲς δ’ ὕδατος ἢ οἴνου. διὰ τοῦτο τοῖς ἰατροῖς, ὅσοι τῇ
12. πείρᾳ μόνῃ τὴν τέχνην συνεστήσαντο, χρήσιμον ἔδοξεν ἐκεῖνο
13. μόνον, ὃ κατὰ τὴν τύχην αὐτοῖς ἐφάνη πλεονάκις ὠφελῆσαν.
14. οὐδὲ γὰρ ἐπὶ τοὐναντίον εἶδος ἀφικέσθαι τῆς διαίτης
15. τολμῶσιν, ὡς κᾀκείνου πειραθῆναι, τὴν ἀτυχίαν δεδιότες.
16. μόνος οὖν ὁ τήν τε φύσιν εἰδὼς τοῦ κάμνοντος, καὶ
17. τὴν τοῦ νοσήματος διάθεσιν, καὶ τὴν τοῦ προσαχθησομένου
18. βοηθήματος δύναμιν, ἔτι τε τὸν καιρὸν, ἐν ᾧ χρηστέον
1. αὐτῷ, τολμῆσαι δυνήσεται χρησάμενος τῷ λογικῶς ἐπινοηθέντι
2. βοηθήματι τῇ πείρᾳ βεβαιῶσαι τὴν ἐλπίδα. ὥστε
3. μόνος εὑρήσει τῆς τε ἀφωνίας τὴν αἰτίαν καὶ τοὺς διορισμοὺς,
4. οἷς προσέχων τις ἐπὶ τὸ τῷ κάμνοντι συμφέρον
5. ἀφίξεται, τῶν δ’ ἄλλων οὐδεὶς γνὼσεται τοῦτο. τοῖς τε γὰρ
6. ἐγνωσμένοις διὰ πείρας ἐπιμένοντες ἐκεῖνα μόνα παραλαμβάνουσιν,
7. αἰτιώμενοι φύσιν ἢ τέχνην ἤ τι τοιοῦτον τῆς βλάβης
8. αἴτιον γενέσθαι. τοῦτ’ οὖν αὐτὸ καὶ κατὰ τὸ περὶ ἀγμῶν
9. ἐδήλωσεν ὁ Ἱπποκράτης ἐπὶ τῶν μεθ’ ἕλκους καταγμάτων
10. ἐν τῇδε τῇ ῥήσει. ἄλλοι δέ τινές εἰσιν, οἳ ὀθονίοισι τὰ
11. τοιαῦτ’ ἰητρεύουσιν εὐθέως, καὶ ἔνθεν μὲν καὶ ἔνθεν ἐπιδέουσι
12. τοῖσιν ὀθονίοισι, κατὰ τὸ ἕλκος δὲ αὐτὸ διαλείπουσι,
13. καὶ ἐῶσιν ἀνεψύχθαι. ἔπειτα καὶ ἐπιτιθέασιν ἐπὶ
14. τὸ ἕλκος τῶν καθαρτικῶν τι, καὶ σπλήνεσιν οἰνηροῖσιν, ἢ
15. ἐρίοισιν οἰσυπηροῖσι θεραπεύουσιν. αὕτη ἡ ἴασις κακὴ, καὶ
16. εἰκὸς τοὺς οὕτως ἰητρεύοντας τὰ μέγιστα ἀξυνετέειν καὶ ἐν
17. τοῖσιν ἄλλοισι κατάγμασι καὶ ἐν τοῖσι τοιούτοισι.
18. μέγιστον γάρ ἐστι τὸ γινώσκειν, καθ’ ὁποῖον τρόπον χρὴ τὴν
1. ἀρχὴν βάλλεσθαι τοῦ ὀθονίου, καὶ καθ’ ὁποῖον μάλιστα
2. πεπιέχθαι, καὶ οἷά τε ὠφελέονται, ἢν ὀρθῶς τις βάλληται
3. τὴν ἀρχὴν, καὶ πιέζῃ ᾗ μάλιστα χρὴ, καὶ οἷα βάπτονται,
4. ἢν μὴ ὀρθῶς τις βάλληται, μηδὲ πιέζῃ, ἀλλ’ ἔνθεν καὶ
5. ἔνθεν. εἴρηται μὲν οὖν καὶ ἐν τοῖς πρόσθεν γεγραμμένοισιν,
6. ὁποῖα ἀφ’ ἑκατέρου ἀποβαίνει, μαρτυρέει δὲ καὶ αὐτὴ
7. ἡ ἰητρική. ἀνάγκη γὰρ τῷ οὕτως ἐπιδεομένῳ τὸ εἶδος
8. ἐξαείρεσθαι εἰς αὐτὸ τὸ ἕλκος. καὶ γὰρ, εἰ ὑγιὴς χρὼς ἔνθεν
9. μὲν καὶ ἔνθεν ἐπιδεσθείη, ἐν μέσῳ δὲ διαλειφθείη, μάλιστα
10. κατὰ τὴν διάλειψιν οἰδήσειεν ἂν καὶ ἀχροΐσειε. πῶς οὖν
11. οὐχὶ ἕλκος γε ταῦτ’ ἂν πάθοι; ἀναγκαίως οὖν ἔχει ἄχροον
12. μὲν καὶ ἐκπεπιεσμένον εἶναι τὸ ἕλκος, δακνῶδές τε καὶ
13. ἀνεκπύητον, ὀστέα δ’ ἢ μέλη ἀποστῆναι συστατικὰ γενέσθαι,
14. σφυγμῶδές τε καὶ πυρετῶδες τὸ ἕλκος ἂν εἴη. ἀναγκάζονται
15. διὰ τὸ εἶδος ἐπικαταπλάσσειν. ἀσύμφορον δὲ καὶ τοῦτο
16. τοῖσιν ἔνθεν καὶ ἔνθεν ἐπιδεομένοισιν. ἄχθος γὰρ ἀνωφελὲς
17. πρὸς τῷ ἄλλῳ σφυγμῷ ἐπιγίγνεται. τελευτῶντες δ’ ἀπολύουσι
1. τὰ ἐπιδέσματα, ὁπότ’ ἄν σφιν πάλιν κοτέῃ, καὶ
2. ἰητρεύσουσι τὸ λοιπὸν ἄνευ ἐπιδέσιος. οὐδὲν δὲ ἧσσον,
3. καὶ ἤν τι ἄλλο τοιοῦτον λάβωσι, τῷ αὐτῷ τρόπῳ ἰητρεύουσιν.
4. οὐ γὰρ οἴονται τὴν ἐπίδεσιν τὴν ἔνθεν καὶ ἔνθεν
5. καὶ τὴν ἀνάψυξιν αἰτίαν εἶναι τοῦ ἕλκους, ἀλλ’ ἄλλην
6. τινὰ ἀτυχίην. οὐκ οἴονται, φησὶ, τὴν κακὴν ἐπίδεσιν
7. αἰτίαν εἶναι τῆς βλάβης, ἀλλ’ ἄλλην τινὰ ἀτυχίαν· διὰ
8. τοῦτ’ οὖν οὐδ’ ἀφίστανται τῆς εἰωθυίας αὐτοῖς ἀγωγῆς,
9. ἀλλ’ ἐπιμένουσι τοῖς κακῶς ἐγνωσμένοις. αὕτη μοι ἡ τοῦ
10. προβλήματος λύσις ἐστὶ, καθ’ ὃ τὴν αἰτίαν ἡμᾶς σκέψασθαι
11. τῆς ἐν τοῖς ἰάμασι δεῖ διαφωνίας, ἣν καθόλου περιλαβὼν
12. ἄν τις εἴποι διαφορὰν εἶναι τοῦ γενικῶς νοουμένου
13. τε καὶ λεγομένου καὶ προβαλλομένου πράγματος, ἐάν τε
14. πάθος, ἐάν τε ὕλη τις ᾖ βοηθήματος. λέγω δὲ πάθος
15. μὲν, οἷον τὴν πλευρῖτιν, ἐφ’ ἧς ὡς ἐπὶ παραδείγματος
16. ἐποιήσατο τὸν λόγον, ὕλην δὲ μελίκρατον, ἢ οἶνον, ἢ ὕδωρ,
17. ἢ ὀξύκρατον. καθ’ ἕκαστον γὰρ τούτων ἴδιαί τινές εἰσι
1. διαφοραὶ, περὶ ὧν ἁπασῶν ὁ Ἱπποκράτης, οὐ μόνον δι’
2. ὀλίγων ῥημάτων, ἀλλὰ καὶ σαφῶς ἐδίδαξε τοὺς διορισμοὺς,
3. ὡς ἐχρῆν διαιρεῖσθαι τὰς διαφοράς. ἐμοὶ δὲ ἀρκέσει παραδείγματός
4. τινος ἐξ αὐτῶν μνημονεῦσαι τοῦ περὶ τὸν οἶνον
5. λόγου, κατὰ τήνδε τὴν ῥῆσιν εἰρημένου. γλυκύν τε
6. οἶνον καὶ οἰνώδεα, λευκὸν καὶ μέλανα, καὶ μελίκρατον,
7. καὶ ὕδωρ, καὶ ὀξύμελι τοῖσδε σημαινόμενον χρὴ διορίζειν
8. ἐν τῇσιν ὀξείῃσιν νούσοισιν. ὁ μὲν γλυκὺς ἧσσόν ἐστι
9. καρηβαρικὸς τοῦ οἰνώδεος, καὶ ἧσσον φρενῶν ἁπτόμενος,
10. καὶ διαχωρητικώτερος δή τι τοῦ ἑτέρου κατ’ ἔντερον, μεγαλόσπλαγχνος
11. δὲ σπληνὸς καὶ ἥπατος, οὐκ ἐπιτήδειος δ’
12. οὐδὲ τοῖσι πικροχόλοισι, καὶ γὰρ οὖν καὶ διψώδης τοῖσί γε
13. τοιούτοις ἐστὶ, ἀτὰρ καὶ φυσώδης τοῦ ἐντέρου τοῦ ἄνω·
14. οὐ μὴν πολέμιός γε τῷ κάτω ἐντέρῳ κατὰ λόγον τῆς φύσης.
15. καίτοι οὐ πάνυ πορίμη ἐστὶν ἡ ἀπὸ τοῦ γλυκέος οἴνου
16. φύσα, ἀλλ’ ἐγχρονίζει περὶ ὑποχόνδρια. καὶ γὰρ οὖν ἧσσον
17. οὐρητικὸς οὗτος τὸ ἐπίπαν τοῦ οἰνώδεος λευκοῦ. πτυάλου
18. δ’ ἀναγωγὸς μᾶλλόν ἐστι τοῦ ἑτέρου ὁ γλυκύς. καὶ οἷσι μὲν
1. διψώδης ἐστὶ πινόμενος, ἧσσον ἂν τούτοισιν ἀνάγοι, ἢ ὁ
2. ἕτερος οἶνος, οἷσι δὲ μὴ διψώδης, οἶνος ἐπῄνηται μὲν καὶ
3. ἔψεκται τὰ πλεῖστα, καὶ μέγιστα ἤδη ἐν τῇ τοῦ γλυκέος
4. οἴνου διηγήσει. εἰς δὲ κύστιν μᾶλλον πόριμος ἐὼν τοῦ
5. ἐτέρου, καὶ διουρητικὸς δὲ ἂν καὶ καταῤῥηκτικὸς, ἀεὶ πολλὰ
6. πρὸς ὠφέλειαν ἐν ταύτῃσι τῇσι νούσοισι. καὶ γὰρ εἰ πρὸς
7. ἄλλα ἀνεπιτηδειότερος τοῦ ἑτέρου πέφυκεν, ἀλλ’ ὅμως κατὰ
8. κύστιν ἡ κάθαρσις ὑπ’ αὐτοῦ γιγνομένη ῥύεται, ἢν προτρέπηται,
9. ὁκοῖα δεῖ. καλὰ δὲ ταῦτα τεκμήριά ἐστι τὰ περὶ
10. οἴνου καὶ ὠφελείας, καὶ βλάβης, ὅσα ἀκαταμάθητα ἦν
11. τοῖσιν ἐμοῦ γεραιτέροισι. κιῤῥῷ δ’ αὖ οἴνῳ καὶ μέλανι
12. αὐστηρῷ ἐν ταύτῃσι τῇσι νούσοισιν ἐς τάδε ἂν χρήσαιο, εἰ
13. καρηβαρίη μὲν μὴ ἐνείη, μηδὲ φρενῶν ἅψις, μηδὲ τὸ πτύαλον
14. κωλύοι τὸ τῆς ὁδοῦ, μηδὲ τὸ οὖρον ἴσχοιτο, διαχωρήματα
15. δὲ πλαδαρώτερα καὶ ξυσματωδέστερα εἴη. ἐν δὲ τοῖσι
16. τοιούτοισι πρέποι ἂν μάλιστα μεταβάλλειν ἐκ τοῦ λευκοῦ,
17. καὶ ὅσα τούτοισιν ἐμφερέα, προσξυνιέναι δὲ, διότι τὰ μὲν
18. ἄνω πάντα καὶ τὰ κατὰ κύστιν ἧσσον βλάψει, ἢν ὑδαρέστερος
1. ᾖ, τὰ δὲ κατ’ ἔντερον καὶ μᾶλλον ὀνήσει, ἢν ἀκρατέστερος
2. ᾖ. κατὰ ταῦτά φησι τὰ περὶ τῆς τῶν οἴνων διαφορᾶς
3. τε καὶ χρήσεως, ἀκαταμάθητα ἦν τοῖσιν ἐμοῦ γεραιτέροισιν.
4. ἐγὼ δὲ ταῦτα διορισμοῖσι διακρίνων τὴν ἐπ’
5. αὐτοῖσι τέχνην συνεστησάμην. οὕτω δὲ καὶ περὶ μελικράτου,
6. καὶ μέλιτος, ὕδατός τε καὶ ὀξυμέλιτος, καὶ πτισάνης, καὶ
7. βαλανείων ἔγραψε τοὺς διορισμοὺς, μεμφόμενος τοὺς ἐπὶ
8. πάντων τῶν ὀξέως νοσούντων ἤτοι κελεύοντας ἢ κωλύοντας
9. ἑκάστῳ τῶν εἰρημένων χρῆσθαι. πρὸς γὰρ τὸν ἐρόμενον,
10. εἰ δοτέον οἶνον τοῖς πυρέττουσιν, ἀποκριτέον, ὡς τῷδε μέν
11. τινι δοτέον ἐστί. ταὐτὸν δὲ τοῦτο καὶ περὶ ἡδονῆς ὁ Πλάτων
12. ἐποίησε, τινὰς μὲν αὐτῶν φεύγειν ἡμᾶς κελεύων, τινὰς
13. δὲ προσίεσθαι. τὰς μὲν γὰρ ἐπὶ μαθήμασιν ὠφελίμοις τε
14. καὶ καλοῖς, καὶ ὅλως ἁπάσαις ταῖς καλαῖς πράξεσι προσίεσθαι
15. χρὴ, τὰς δ’ ἐπ’ οἰνοφλυγίαις, ἢ λιχνείαις, ἢ ἀφροδισίοις
16. φεύγειν, ὅσαι δὲ μηδὲν τούτων ἀποκεκριμένον ἔχουσι,
17. μήτε φεύγειν, μήτε διώκειν. εὑρίσκονται δὲ δηλονότι τοῦ
18. γένους τῶν ἡδονῶν αἱ διαφοραὶ κατὰ τὴν διαιρετικὴν
1. μέθοδον, ὡς ἐν ὅλῳ τῷ Φιλήβῳ δείκνυσιν ὁ Πλάτων, τὰς
2. διαφορὰς ἁπάσας αὐτῶν διδάσκων. διὰ τοῦτ’ οὖν ἔφην
3. παρακεῖσθαι καὶ κοινωνεῖν κατὰ τὴν διαιρετικὴν ὁδὸν εὑρισκόμενα
4. τοῖς κατὰ τὴν ὁμοίου γνῶσιν. ὁμοιότης μὲν γάρ
5. ἐστι ταῖς ἡδοναῖς πρὸς ἀλλήλας. ἡ μὲν κοινότης κατὰ τὸ
6. γένος. ἓν γάρ τοι κοινόν ἐστιν ἐν αὐταῖς, καθ’ ὃ τὴν
7. προσηγορίαν ἐκτήσαντο κοινήν. ἕτεραι δὲ κατὰ τὴν ἐν ταῖς
8. ἰδίαις διαφοραῖς ἰδέαν. αἱ μὲν γὰρ ἁπλαῖ ταῖς ἁπλαῖς πρὸς
9. τῷ κοινῷ τῆς ἡδονῆς εἴδει, καὶ τὸ κατὰ τὴν ἁπλότητα
10. προσλαβοῦσαι, μείζονα τὴν ὁμοιότητα προσλαμβάνουσιν.
11. ὥσπερ γε καὶ ἐν τοῖς συνθέτοις αἱ σύνθετοι, καὶ αἱ σωματικαὶ
12. ταῖς σωματικαῖς, αἵ τε ψυχικαὶ ταῖς ψυχικαῖς, αἵ τε
13. ὠφέλιμοι ταῖς ὠφελίμοις, αἵ τε βλαβεραὶ ταῖς βλαβεραῖς,
14. ὥσπερ καὶ αἱ κατὰ τὰς καλὰς πράξεις καὶ αἱ κατὰ
15. τὰς κακὰς ἀλλήλαις ἑκάτεραι. παραπλησίως δὲ καὶ αἱ μὲν
16. κατὰ τὸ λογιστικὸν εἶδος τῆς ψυχῆς ἀλλήλαις, αἱ δὲ κατὰ
17. τὸ θυμοειδὲς, ἢ ἐπιθυμητικὸν, ὁμοίως καὶ αἵδε κατὰ τὸν
18. αὐτὸν τρόπον ἀλλήλαις. εἰ δὲ χωρὶς τοῦ τέμνειν εἰς τὰς
1. οἰκείας διαφορὰς ἕκαστον τῶν γενῶν ἀποφῃνάμενοί τι καθόλου
2. καὶ ἀδιορίστως ἰατροί τε καὶ φιλόσοφοι, πολλὰ τῶν
3. ἐναργῶς φαινομένων ὁσημέραι μαχόμενα ταῖς ἑαυτῶν ἀποφάσεσιν
4. ἴσχουσιν. ὁ γὰρ ἐπαινούμενος ὑπὸ τῶν κατὰ τὰς
5. τέχνας ἁπάντων ἀξιολόγων ἀνδρῶν διορισμὸς ἐκ τοῦ γεγυμνάσθαι
6. κατὰ τὰς δύο ταύτας θεωρίας, ὑπὲρ ὧν ἐν τῷδε
7. τῷ γράμματι διῆλθον, ἀποτελεῖται. λέγω δὲ δύο θεωρίας,
8. τήν τ’ ἐκ τῆς τῶν ὁμοίων τε καὶ ἀνομοίων διακρίσεως καὶ
9. τὴν ἐκ τῆς κατὰ διαίρεσίν τε τῶν γενῶν ἄχρι τῶν
10. ἀτόμων ὁδοῦ, τῆς τ’ ἀντιστρόφου ταύτης θέσεως, δηλονότι
11. ἐκ τῶν κατὰ μέρος ἐπὶ τὸ πρῶτον γένος ἀνόδου διὰ τῶν
12. ἐν τῷ μεταξὺ διαφορῶν. καὶ ταύτας ἀμφοτέρας τὰς μεθόδους
13. κάλλιστα καὶ ἄριστα τῶν ἔμπροσθεν ἰατρῶν τε καὶ
14. φιλοσόφων Ἱπποκράτης τε καὶ Πλάτων εὗρον, ἐπέδειξάν τε
15. πολλὰ συγγράμματα ψευδῶς λελεγμένα πρὸς τῶν ἀγνοούντων
16. διορίζεσθαι τὰ κοινὰ τῶν ἰδίων. καὶ μέντοι καὶ τὰς
17. διαφωνίας πρόσθεν ἔδειξα ἐντεῦθεν γεγονυίας τοιαύτας,
18. ὁποῖαι παρὰ μὲν τοῖς ἰατροῖς ἐγένοντο περί τε πτισάνης
1. χρήσεως, ὅσα τε ἄλλα προσφέρεται τοῖς νοσοῦσι, παρὰ δὲ
2. τοῖς φιλοσόφοις περὶ τῶν τῆς ψυχῆς ἀρετῶν, ἐνίων μὲν
3. οἰομένων διδακτὰς ὑπάρχειν αὐτὰς, ἐνίων δὲ φυσικὰς ἢ δι’
4. ἐθῶν καὶ ἀσκήσεως κτητάς. εἰ γὰρ διῃροῦντο τὰ τῆς ψυχῆς
5. εἴδη, καὶ σαφῶς ἐγνώκεσαν, ἕτερον μὲν εἶναι τὸ λογιστικὸν,
6. ἕτερον δὲ τὸ ἄλογον, διττὴν ἔχον καὶ τοῦτο τομὴν, οὔτ’
7. ἂν τοῦ λογιστικοῦ τήν γ’ ἐπιστήμην ἀφῃροῦντο, τοῖς τ’ ἀλόγοις
8. οὐκ ἂν αὐτῆς μετεδίδοσαν. ὥστε κἀκεῖνος ὁ λόγος,
9. ἐφ’ ᾧ φησιν ὁ Πλάτων, ἑκάστου τῶν ὄντων, περὶ ὃ τέχνην
10. τινὰ συστήσασθαι βουλόμεθα, τὴν φύσιν τῆς οὐσίας ἀκριβῶς
11. χρὴ γνῶναι, συνῆπταί τε καὶ κοινωνεῖ ταῖς νῦν εἰρημέναις
12. μεθόδοις. ὁ γὰρ γνοὺς, οὐχ ἁπλοῦν ἓν εἶδος ἐν ἡμῖν
13. εἶναι ψυχῆς, ὥσπερ ἐν τοῖς φυτοῖς μὲν τὸ ἐπιθυμητικὸν, ἐν
14. θεοῖς δὲ τὸ λογιστικὸν, ἀνθρώπῳ δ’ ἄμφω τε ταῦτα καὶ
15. τρίτον ἐπ’ αὐτοῖς τὸ θυμοειδὲς, ἔγνω σὺν τούτῳ τῶν ἀρετῶν
16. τὸν ἀριθμὸν, καὶ τὴν δύναμιν, καὶ τὴν κτῆσιν, ὥσπερ
17. ὁ γνοὺς τὴν φυσικὴν κατασκευὴν τοῦ σώματος ἡμῶν, ἐν μὲν
1. τοῖς ὁμοιομερέσι συμμετρίαν τῶν στοιχείων, ἐν δὲ τοῖς
2. ὀργανικοῖς ἐκ τῆς τῶν ὁμοιομερῶν ποσότητός τε καὶ πηλικότητος,
3. ἔτι τε διαπλάσεως ἑκάστου καὶ θέσεως ἀποτελεῖσθαι
4. τὸ κατὰ φύσιν ἐν ἑκάστῳ σώματι ζώου, τῆς συμμετρίας
5. δηλονότι καθ’ ἑκάστην ζωὴν τῶν εἰρημένων φυλαττομένης
6. οἰκείας, οὗτός γε τῶν νοσημάτων εὐπορήσει τῆς προσηκούσης
7. ἑκάστῳ θεραπείας τε καὶ προφυλακῆς.

Cliquer un n° de page pour en afficher l’image