Galenus. De placitis Hippocratis et Platonis (De plac. Hipp. et Plat.) [n° 033 Fichtner] [GalLat]

Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Doctrines d’Hippocrate et de Platon
The Doctrines of Hippocrates and Plato (PHP)
De Lacy, 2005.
De Hippocratis et Platonis placitis, 1823, vol. 5, p. 181-805. urn:cts:greekLit:tlg0057.tlg032.verbatim-lat1
De Lacy, 2005 (eng).

De Hippocratis et Platonis placitis, 9.7, ed. Kühn, 1823, vol. 5, p. 777-782. urn:cts:greekLit:tlg0057.tlg032.1st1K-grc1:9.7

8. Εἰκότως οὖν ἔνιοι τὴν τῶν ὁμοίων τε καὶ
9. οὐχ ὁμοίων ἀκριβῆ γνῶσιν αὐτάρκη νομίζουσιν ὑπάρχειν εἰς
10. μεθοδικὴν σύστασιν ἁπάσης τέχνης, εἴ γε καὶ πρὸς τὴν τῶν
11. ἀμφισβητουμένων κρίσιν ἱκανὴ ποδηγός ἐστιν. ὁμοιότητος
12. γὰρ οὔσης πολλῆς ἐνίοις τῶν πιθανῶν μὲν, οὐκ ἀληθῶν
13. δὲ πρὸς τοὺς ὄντας ἀληθεῖς λόγους, ὁ γεγυμνασμένος διακρίνειν
14. ἀπ’ ἀλλήλων αὐτοὺς εἴσεται σαφῶς, ὅσον τε χρὴ
15. δόγμασι πιστεύειν ὡς ἀληθέσιν, ὅσων τε καταγινώσκειν
16. ὡς ψευδῶν, ὅσων τε τὸ πιθανὸν ἄδηλον, ὅπως
17. ἀδηλίας ἔχον προσέοικε τῷ ἀπιθάνῳ, ὥσπερ γε καὶ τῶν
1. ἐπίσης ἀλλήλων, εἴτε ἐν δυσὶν, εἴτε ἐν τρισὶν, εἴτε ἐν
2. πλείοσιν ἡ ἔκτασις γένοιτο, μηδὲν ἡγεῖσθαι πιστότερον.
3. ἀνάγεται δὲ ἡ τούτων κρίσις εἰς φαντασίαν, ὡς μὲν οἱ
4. νεώτεροι τῶν Ἀκαδημαϊκῶν λέγουσιν, οὐ μόνον πιθανὴν,
5. ἀλλὰ καὶ περιοδευομένην καὶ ἀπερίσπαστον, ὡς δ’ οἱ περὶ
6. τὸν Χρύσιππον, εἰς καταληπτικὴν, ὡς δὲ κοινῇ πάντες
7. ἄνθρωποι πεπιστεύκασιν, εἰς αἴσθησίν τε καὶ νόησιν ἐναργῆ.
8. διαφέρειν μὲν οὖν ἀλλήλων δοκοῦσιν αἱ εἰρημέναι λέξεις,
9. εἰ δ’ ἐπιμελέστερόν τις σκοποῖτο, τὴν αὐτὴν ἔχουσι δύναμιν,
10. ὡσπερ γε κᾀπειδάν φησί τις ἀπὸ τῶν κοινῶν ἐννοιῶν ἄρχεσθαι,
11. καὶ ταύτας τίθεσθαι πρῶτον ἁπάντων κριτήριον ἐξ
12. ἑαυτοῦ πιστόν. ὅτι μὲν γὰρ τὸ πρῶτον κριτήριον ἀναποδείκτως
13. εἶναι δεῖ πιστὸν, ὡμολόγηται πᾶσιν, οὐ μὴν ὅτι
14. γε φυσικὸν εἶναι δεῖ τοῦτο καὶ πάντων ἀνθρώπων κοινὸν,
15. ἐννοοῦσιν ἅπαντες, καὶ οἱ πλεῖστοι προκρίνουσιν ἐνίοτε τοῦ
16. κοινῇ πᾶσιν ἀνθρώποις ἐναργῶς φαινομένου τῇ ἑαυτῶν
17. ὑπολήψει ἐμμένειν, καὶ προσποιοῦνται πεπιστευκέναι βεβαίως
1. οἷς αὐτοὶ λέγουσιν εἰκῆ ἕνεκα τοῦ κατασκευάζειν τι δόγμα
2. τῶν ἀπὸ τῆς ἑαυτῶν αἱρέσεως, ὥσπερ γε πάλιν ἕτεροί τινες
3. εἰς τὸ διαβάλλειν τι τῶν ἑτεροδόξων ὑπομένουσιν ἑκουσίως
4. ψεύδεσθαι. τοῖς γὰρ ἑαυτοὺς ἀπό τινος αἱρέσεως ἀναγορεύσασιν
5. ἀγωνίζεσθαι πρόκειται περὶ πάντων τῶν κατὰ τὴν
6. αἵρεσιν, εἰ καὶ μηδεμίαν ἀναγκαίαν ἀκολουθίαν ἔχει πρὸς
7. τὴν στοιχείωσιν, ὥσπερ ἀμέλει κᾀπὶ τοῦ τῆς ψυχῆς ἡγεμονικοῦ
8. δόγματος. τοῦτο γὰρ ἰατροῖς ἐπίστασθαι χρήσιμόν
9. ἐστιν ἕνεκα τοῦ προσφέρειν τὰ βοηθήματα τῷ πεπονθότι
10. τόπῳ, βεβλαμμένου τοῦ λογισμοῦ, φιλοσόφοις δ’ οὔτε εἰς
11. τὴν εὕρεσιν τῆς διαφορᾶς τῶν ἀρετῶν οὔτ’ εἰς τὴν ἄσκησιν
12. αὐτῶν ἐστι χρήσιμον. ἐάν τε γὰρ ἐν τῇ καρδίᾳ τὸ τῆς
13. ψυχῆς ἡγεμονικὸν ὑπάρχῃ μόριον, ἐάν τε ἐν τῇ κεφαλῇ,
14. δυνησόμεθα καὶ φρόνησιν κτήσασθαι, καὶ σωφροσύνην, καὶ
15. δικαιοσύνην, καὶ ἀνδρείαν, ἐξ ἄλλων δογμάτων τε καὶ
16. ἀσκήσεων ἐπὶ τὴν κτῆσιν αὐτῶν ἀφικόμενοι. μόνοις οὖν
17. ἐκείνοις τοῖς φιλοσόφοις καὶ τὸ μηδὲν εἰς ἦθός τε καὶ τὰς
18. πολιτικὰς πράξεις χρήσιμον ζητεῖν ἀκόλουθόν ἐστιν, ὅσοι
1. τὴν θεωρητικὴν φιλοσοφίαν εἵλοντο, καθάπερ γε καὶ εἰ
2. μετὰ κόσμον τοῦτόν ἐστι τι, καὶ εἰ ἔστιν, ὁποῖόν τι τοῦτο,
3. καὶ εἰ ὁ κόσμος οὗτος ἐν ἑαυτῷ περιέχεται, καὶ εἰ πλείους
4. ἑνὸς, καὶ εἰ πάμπολύ τι πλῆθος, ὁμοίως δὲ καὶ εἰ γενητὸς
5. ἢ ἀγένητος ὅδε ὁ κόσμος ἐστίν· ὥσπερ γε καὶ εἰ, γεγονότος
6. αὐτοῦ, θεός τις ἐγένετο δημιουργὸς, ἢ θεὸς μὲν οὐδεὶς,
7. αἰτία δέ τις ἄλογός τε καὶ ἄτεχνος εἰργάσατο κατὰ τὴν
8. τύχην οὕτως καλὸν αὐτὸν, ὡς εἰ καὶ θεὸς ἐπεστάτει τῇ
9. κατασκευῇ σοφώτατος ἅμα καὶ δυνατώτατος. ἀλλὰ τά γε
10. τοιαῦτα ζητήματα πρὸς τὸ καλῶς οἰκεῖν τὸν ἴδιον οἶκον,
11. ἢ τῶν τῆς πόλεως πραγμάτων προνοεῖσθαι προσηκόντως, ἢ
12. συγγενέσι καὶ πολίταις καὶ ξένοις προσφέρεσθαι δικαίως
13. τε καὶ κοινωνικῶς οὐδὲν συντελεῖ. παρεγένοντο δ’ ἐπὶ τὴν
14. ζήτησιν αὐτῶν ἔνιοι τῶν πρακτικῶν ὑποτιθεμένων, τέλος
15. ἐκ τῶν χρησίμως ζητουμένων κατὰ βραχὺ προελθόντες ὡς
16. ἐφ’ ὅμοια. οὐ γὰρ δὴ, ὥσπερ γεγονέναι τὸν κόσμον ἢ μὴ
17. γεγονέναι ζητεῖν ἄχρηστον, οὕτω καὶ περὶ προνοίας καὶ θεῶν.
1. ὅτι γάρ τι κρεῖττον ἀνθρώπου δυνάμει τε καὶ σοφίᾳ κατὰ
2. τὸν κόσμον, ἅπασιν ἡμῖν ζητεῖσθαι βέλτιον, οὐ μὴν,
3. ὁποῖοί τινές εἰσι τὴν οὐσίαν οἱ θεοὶ, πότερον ἀσώματοι
4. παντάπασιν, ἢ, καθάπερ ἡμεῖς, οὕτως αὐτοὶ μετὰ σωμάτων,
5. ἀναγκαῖον σκοπεῖσθαι. καὶ γὰρ καὶ ταῦτα καὶ ἄλλα πολλὰ
6. τελέως ἄχρηστ’ ἐστὶν εἰς τὰς ἠθικάς τε καὶ πολιτικὰς ὀνομαζομένας
7. ἀρετάς τε καὶ πράξεις, ὥσπερ γε καὶ εἰς τὰς τῶν
8. ψυχικῶν παθῶν ἰάσεις. καὶ γέγραπται περὶ αὐτῶν ὑπὸ
9. Ξενοφῶντος ἄριστα, μὴ μόνον αὐτοῦ τῆς ἀχρηστίας κατεγνωκότος,
10. ἀλλὰ καὶ Σωκράτην φάσκοντος οὕτω φρονεῖν. ὁμολογοῦσι
11. δ’ αὐτῷ καὶ οἱ ἄλλοι τοῦ Σωκράτους ἑταῖροι, καὶ
12. Πλάτων αὐτὸς, ὃς τὴν φυσικὴν θεωρίαν τῇ φιλοσοφίᾳ
13. προσθεὶς Τιμαίῳ ἀναφέρει τὸν περὶ αὐτῆς λόγον, οὐχὶ
14. Σωκράτει, καθάπερ καὶ τὴν ἐπὶ πλέον ἐκτεταμένην διαλεκτικὴν
15. εἰς Παρμενίδην τε καὶ τὸν ἑταῖρον αὐτοῦ Ζήνωνα.
16. δι’ ὁμοιότητα μέν τινα τοῖς χρησίμοις τῶν λογικῶν καὶ
17. φυσικῶν θεωρημάτων καὶ ἡ τῶν ἀχρήστων προσετέθη
18. ζήτησις. ἀδύνατον γάρ ἐστι μηδ’ ὅλως ἐφάψασθαι κατὰ
1. τὴν ἠθικήν τε καὶ πολιτικὴν θεωρίαν μήτε τῆς φυσικῆς,
2. μήτε τῆς συλλογιστικῆς, ἀλλὰ καὶ ταῦτα τῶν ἀχρήστων
3. εὑρήσεις. παραπλήσια δὲ πολλὰ τῶν ψευδῶν ἐστιν
4. τοῖς ἀληθέσιν ἔν τε ταῖς ἀρχαῖς τῶν ἀποδείξεων καὶ πᾶσι
5. τοῖς μετὰ ταῦτα, καὶ τὰ σοφίσματα καθ’ ὁμοιότητα τῶν
6. πρὸς τοὺς ἀληθεῖς λόγους συντίθενται. διαγιγνώσκειν καὶ
7. διακρίνειν αὐτὰ ἀπ’ ἀλλήλων οἱ γεγυμνασμένοι κατὰ τὴν
8. ὕλην ἐκείνην ἴσασι, περὶ ἣν ἡ τέχνη διατρίβει, μετὰ τοῦ
9. δηλονότι καὶ τὴν φυσικὴν ἔχειν ἀγχίνοιαν, ἣν ἐχρῆν μάλιστα
10. κρίνεσθαι κατὰ τὴν ἡλικίαν τῶν παίδων ὑπὸ τῶν ἐν ἑκάστῃ
11. πόλει συνετωτάτων πρεσβυτέρων, ἐκμανθάνειν τε τὴν προσήκουσαν
12. τῇ φύσει τέχνην ἕκαστον, ὡς νῦν γε πολλοὺς ὁρῶμεν
13. τέχνας λογικὰς μετιόντας οὐδ’ οἷς αὐτοὶ φθέγγονται
14. παρακολουθοῦντας.

Cliquer un n° de page pour en afficher l’image