Galenus. De placitis Hippocratis et Platonis (De plac. Hipp. et Plat.) [n° 033 Fichtner] [GalLat]

Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
Doctrines d’Hippocrate et de Platon
The Doctrines of Hippocrates and Plato (PHP)
De Lacy, 2005.
De Hippocratis et Platonis placitis, 1823, vol. 5, p. 181-805. urn:cts:greekLit:tlg0057.tlg032.verbatim-lat1
De Lacy, 2005 (eng).

De Hippocratis et Platonis placitis, 9.8, ed. Kühn, 1823, vol. 5, p. 782-791. urn:cts:greekLit:tlg0057.tlg032.1st1K-grc1:9.8

15. Ὅτι δ’ εἰς λογικὰς ἀρχὰς ἀνάγεται παντὸς
16. δόγματος ἡ ἀπόδειξις, ἐπιδέδεικται μὲν ἡμῖν ἐν ἁπάσαις
17. σχεδὸν ταῖς πραγματείαις, ἀλλὰ καὶ νῦν, ἐπειδὴ τὸ διακρίνειν
18. ἀπ’ ἀλλήλων δύνασθαι τὰ πράγματα καὶ θεωρεῖν
1. ἀκριβῶς τὰς ἐν ἑκάστοις ὁμοιότητάς τε καὶ ἀνομοιότητας
2. ἐξ ἀρχῆς σκοπεῖσθαι προὐθέμεθα, προσθήσω τι παράδειγμα
3. γυμνασίας ἕνεκεν, ὡς οὐ χρὴ μόνον ἀρκεῖσθαι τῷ
4. δεῖξαι τὸ δεῖν ὑμᾶς γυμνάζεσθαι περὶ τὰ κατὰ μέρος,
5. ἀλλὰ καὶ πράττειν οὕτω. οὐδὲ γὰρ ὁ Πλάτων αὐτὸς οὔθ’
6. Ἱπποκράτης ἠρκέσθησαν τῷ καθόλου τοῦτο συμβουλεύσασθαι,
7. ἀλλὰ καὶ διὰ τῶν παραδειγμάτων ἐγύμνασαν ἡμᾶς
8. ἐν πολλοῖς κατὰ μέρος. προκεχειρίσθω δέ τις ὕλη θεωρίας,
9. ἡ τῆς περὶ ἡμᾶς προνοίας τοῦ δημιουργοῦ, τὴν ἀρχὴν ἀπὸ
10. τῆς κατασκευῆς τοῦ σώματος ποιησαμένοις. ἔνιοι γὰρ κατά
11. τινα τύχην ἄτεχνον καὶ ἄλογον, οὐ κατὰ πρόνοιαν σοφοῦ
12. δημιουργοῦ διαπλάττεσθαί φασιν, ἀμυδρᾷ πρὸς τὴν πίστιν
13. ὧν λέγουσιν ὁμοιότητι χρώμενοι, ὡς ἔνια κατὰ τὸν βίον
14. ὑπὸ τύχης ὅμοια γίνεται τῶν κατὰ τὰς τέχνας. ὁρῶν γάρ
15. τίς τινων τὴν περιγραφὴν ἢ τὸ σχῆμα παραπλήσιον εἶναι
16. λέοντος προσώπῳ, καθάπερ ἐνίων δράκοντος, ἢ ἄλλου τινὸς
17. ζώου, ὥς φασι, καί πού τις πατάξας πέτραν ἀπέῤῥηξεν
1. αὐτῆς τηλικοῦτον, ὡς τὸ καταλειπόμενον ἐοικέναι λέοντος
2. μορφῇ, ἕτερά τε τοιαῦτα λέγουσιν ἅπαξ ἐν μακρῷ
3. χρόνῳ καθ’ ὅλην τὴν οἰκουμένην γεγονότα, τῆς δὲ τῶν
4. τεχνῶν φύσεως, ἣν ἅπαντες ἄνθρωποι φύσει ποιοῦνται, καὶ
5. τῆς πρὸς αὐτὰς ὁμοιοτάτης ἡμῶν διαπλάσεως παντάπασιν
6. ἐπιλανθάνονται. καίτοι γε ὁρῶνται ἐνεργοῦντας περὶ τὰς
7. ὕλας πολλοὺς, οὔτε σκυτοτόμους ὀνομαζομένους, οὔτε τέκτονας,
8. οὔτε πλάστας, ἐάν γε μὴ φαίνηται χρησίμου ἕνεκά τινος
9. ἑκάστου, ὧν ἐκεῖνοι ἐδημιούργησαν, γεγονέναι. ὡς οὐδὲν
10. ἄλλο τέχνης ὑπάρχει γνώρισμα παρὰ τὴν χρείαν ἑκάστου τῶν
11. ἐν τῷ δημιουργηθέντι μορίῳ. ἐὰν μὲν οὖν ὁ τὰ ξύλα
12. τέμνων τε καὶ πρίων καὶ συμπηγνὺς ἀπεργάσηται σκίμποδα,
13. πάντ’ ἐπιτήδεια τὰ μόρια ἔχοντα πρὸς τὴν χρείαν, ἧς ἕνεκα
14. πήγνυται, γεγονότα, τεχνίτην φασὶν εἶναι τὸν τοιοῦτον· ἐὰν
15. δ’ ἤτοι τοὺς δεξιοὺς πόδας τοῖς ἀριστεροῖς ἀνίσους ἀπεργάσηται
16. κατὰ τὸ μῆκος, ἢ τὸ πάχος, ἢ τὸ σχῆμα διαφέροντας,
17. ἤ τι τοιοῦτον κατὰ τὸ ἐπίκλιντρον, ἢ τὰ διήκοντα
18. ξύλα κατὰ τὸ μῆκός τι τῶν ἄνω μερῶν ἐπὶ τὰ κάτω φαίνηται
19. σφαλεὶς, ἄτεχνον εἶναί φασι. καὶ πολύ γε μᾶλλον, ἂν
1. τὸ κατασκευαζόμενον ἐκ πολλῶν μερῶν ᾖ συγκείμενον, εἶτα
2. μηδὲν ἐν αὐτοῖς ὁ συμπηγνὺς αὐτὰ σφάλληται, τεχνίτην εἶναί
3. φασι τὸν κατασκευάσαντα, καθάπερ ἐπὶ τῆς ἁμάξης ὁ Ἡσίοδος
4. εἶπεν,

5. — — ἑκατὸν δέ τε δούραθ’ ἁμάξης.

6. εἴτε γὰρ ὄντως ἑκατὸν, εἴτε ἀντὶ τοῦ πολλὰ τοσαῦτα εἶπεν,
7. ὥσπερ Ὅμηρος,

8. Τῆς ἑκατὸν θύσανοι παγχρύσεοι ἠερέθοντο.

9. καὶ διὰ τοῦτο οἱ γραμματικοί φασιν, ἀντὶ τοῦ πολλὰ ἑκατὸν
10. εἰρηκέναι, τῷ μὴ σφαλῆναι κατά τι τῶν μορίων, ἀλλὰ
11. καὶ τὸ μέγεθος αὐτοῖς καὶ τὸ σχῆμα περιθεῖναι τὸ πρέπον,
12. ἐν χώρᾳ τε τῇ προσηκούσῃ τάξαι, καὶ τὴν πρὸς τὰ
13. πλησιάζοντα σύνθεσιν ἀσφαλῆ καὶ δύσλυτον ἐργάσασθαι,
14. τέχνης ἐπιδείγματα πάντες ἡγοῦνται, οὐχὶ παρ’ ἀνθρώπου
15. διδαχθέντες οὕτω κρίνειν, ἀλλ’ ἔχοντές φύσει τέχνης ἔννοιαν
16. ἀφωρισμένην τύχης. τὸ μὲν γὰρ ἐν ἅπασι κατορθούμενον
17. εἰς τέχνην ἀναφέρουσι, τὸ δὲ καθ’ ἓν ἢ δύο τύχης ἔργον,
1. οὐ τέχνης, εἶναι πεπιστεύκασι. τὴν αὐτὴν οὖν ἔννοιαν οἱ
2. ἀνατομικοὶ τῶν ἰατρῶν ἐθαύμασαν ἅπαντες τὴν τέχνην τῆς
3. φύσεως. οὐ γὰρ, ὡς ἔξωθεν ὁρᾶται τὸ σῶμα συγκείμενον
4. ἐκ μερῶν δέκα που καὶ δώδεκα ἢ, εἰ βούλει, καὶ εἴκοσιν,
5. οὕτω καὶ κατ’ ἀλήθειαν ἔχει. σύγκειται γὰρ ἐξ ὀστέων
6. πλειόνων ἢ διακοσίων, ὥσπερ γε καὶ μυῶν πολὺ πλειόνων ἢ
7. διακοσίων. εἰς ἕκαστον δὲ τῶν ὀστῶν μὲν ἀφικνεῖται τὸ τρέφον
8. ἀγγεῖον, ὃ καλοῦσιν οἱ ἄνθρωποι φλέβα, τῶν δὲ μυῶν οὐ
9. τοῦτο μόνον, ἀλλὰ καὶ ἀρτηρία, καὶ νεῦρα, ἴσα τε πάντα
10. ἐστὶν ἀκριβῶς τὰ κατὰ τὸ δεξιὸν μέρος τοῦ ζώου τοῖς κατὰ
11. θάτερον, ὀστοῦν ὀστῷ, καὶ μῦς μυῒ, καὶ φλὲψ φλεβὶ, καὶ
12. νεῦρον νεύρῳ, καὶ ταῖς ἀρτηρίαις ἀρτηρίαι. διὸ καὶ θαυμαστῶς
13. ὁ Ἱπποκράτης ἔφη, τοῦτο μὲν ἐπεὶ δίκαιον ἔχουσι τὸ
14. σῶμα οἱ ἄνθρωποι. μέγιστον γάρ ἐστι σημεῖον τῆς ἐν τοῖς
15. μορίοις δικαιοσύνης καὶ ἡ τοῦ σχήματος ὁμοιότης, ἥ τε τῆς
16. χώρας, καθ’ ἣν ἐμφύεται τὰ τρία ταῦτα ὄργανα, τὴν φλέβα
17. λέγω καὶ τὴν ἀρτηρίαν καὶ τὸ νεῦρον ἐν ἑκάστῳ τῶν μυῶν,
18. ἥ τε τῆς ἐν αὐτοῖς σχέσεως ἐναντιότης οὐ δικαιοσύνην
1. μόνον ἐν τῇ κατασκευῇ τοῦ σώματος ἐνδείκνυται σαφῶς,
2. ἀλλὰ καὶ δύναμιν ἄκραν τοῦ κατασκευάσαντος αὐτὸ τὸ
3. σῶμα. τοὺς γάρ τοι σκοποὺς τῆς κατασκευῆς ἐὰν ἀριθμήσῃς,
4. εἶθ’ ἕκαστον αὐτῶν εὕρῃς κατωρθωμένον, ἐναργῶς σοι
5. φανεῖται τὸ μέγεθος αὐτοῦ, φημὶ τοῦ δημιουργοῦ. οὐ γὰρ
6. ἁπλῶς οὕτως, ὡς ἂν ἀμελῶς τις ἐννοήσειεν, ἰσάριθμόν ἐστι
7. τὸ πλῆθος τῶν ὀστῶν καὶ τῶν μυῶν τοῖς ὀστοῖς τε καὶ
8. μυσὶν, ἀλλὰ καὶ τῶν ὑπαρχόντων αὐτοῖς, μεγέθους
9. λέγω καὶ θέσεως, καὶ συνθέσεως, καὶ ἀριθμοῦ, καὶ σχήματος,
10. ὅλης τε τῆς διαπλάσεως, ἅπερ καὶ κατὰ τὰς ἀρτηρίας,
11. καὶ τὰς φλέβας, καὶ τὰ νεῦρα φαίνεται φυλαττόμενα. καὶ
12. γὰρ, ὁποῖον αὐτῶν ἕκαστον εἶναι προσήκει καὶ ὁπηλίκον,
13. ὅπῃ τε μέρος ἐμφυόμενον τοῦ μυὸς, ὅπως τε κατασχιζόμενον,
14. ἀκριβῶς φυλάττεται καθ’ ἕκαστον αὐτῶν, ἔτι τε
15. πρὸς τούτοις ἡ πάντων ἰσότης τῶν ἀριστερῶν πρὸς τὰ
16. δεξιὰ, τοσούτους ἔχουσα καὶ αὐτὴ τοὺς κατὰ μέρος σκοποὺς,
17. ὅσους καὶ τὰ μόρια. καὶ ταῦτά σοι λέγω μηδέπω μνημονεύων
18. ἑκάστου τῶν σπλάγχνων, ἢ τῶν ἄλλων μορίων, ὅσα κατὰ
1. περιγραφὴν ἰδίαν ὁρᾶται. φαίνεται γὰρ κᾀν τούτοις οὐκ
2. ὀλίγοις ἀριθμὸς σκοπῶν ἐν ἑκάστῳ. δυοῖν γοῦν ὀφθαλμῶν
3. ὑπαρχόντων ἡμῖν, ἴσον ἑκατέρῳ τὸ πλῆθος τῶν μορίων
4. ἐστὶ, οὔτε κατὰ σχῆμα παραλλάττον, οὔτε κατὰ τὸ μέγεθος,
5. ἢ τὴν θέσιν, ἢ τὴν διάπλασιν, ἢ τὴν πρὸς τὰ πλησιάζοντα
6. σύνθεσιν καὶ σύμφυσιν, ἀλλὰ καὶ τὸ κρυσταλλοειδὲς
7. ὑγρὸν ἴσον ἀκριβῶς ἐν ἑκατέρῳ, καὶ τὸ ὑαλοειδὲς
8. ὁμοιότατον κατά τε χρόαν καὶ σχῆμα καὶ σύστασιν. ὀνομάζω
9. δὲ σύστασιν τὴν κατὰ μαλακότητα καὶ σκληρότητα
10. διαφορὰν τῶν μορίων. οὐ μὴν οὐδὲ τῶν ὑμένων τε καὶ χιτώνων
11. οὐδεὶς ἑτέρως ἔχων ἐν ἑκατέρῳ τῶν ὀφθαλμῶν
12. ἐστιν, ἀλλ’ ἀκριβῶς ἴσον μὲν τὸ μῆκος, ἴσον δὲ τὸ πάχος
13. ἢ τὴν λεπτότητα, καθάπερ γε καὶ τὴν χρόαν καὶ τὴν σύστασιν
14. οὐδὲ βραχὺ παραλλάττων. οὕτω δὲ καὶ ὁ τῶν
15. μυῶν ἀριθμὸς ἴσος, ὅ τε καθ’ ἕκαστον αὐτῶν ὄγκος
16. τοῦ σώματος ἅμα τῷ σχήματι καὶ τῇ χρόᾳ καὶ τῇ συστάσει.
17. τὴν δὲ αὐτὴν εὑρήσεις δικαιοσύνην ἐν ἅπασι τοῖς
18. ὀργανικοῖς τοῦ σώματος μορίοις. οὐ γὰρ μόνον ὅσα διττὰ,
1. καθάπερ οἱ ὀφθαλμοὶ, καὶ τὰ ὦτα, καὶ αἱ γένυς, οἵ τε
2. νεφροὶ καὶ οἱ ὄρχεις, καὶ αἱ χεῖρες ὅλαι, καὶ τὰ σκέλη,
3. τὴν κατασκευὴν ἀκριβῶς ἔχει τὴν αὐτὴν τὰ δεξιὰ τοῖς ἀριστεροῖς,
4. ἀλλὰ καὶ τῶν μονοφυῶν εἶναι δοκούντων ὅσα
5. διφυῆ κατ’ ἀλήθειάν εἰσιν, οἷον ἐγκέφαλος, γλῶττα, γένυς,
6. πνεύμων, θώραξ, καὶ μῆτραι τῶν γυναικῶν, ἕτερά τε τοιαῦτα.
7. καθ’ ἕκαστον γὰρ αὐτῶν τὰ δεξιὰ τοῖς ἀριστεροῖς
8. τὸν ἀριθμὸν ἴσον ἔχει τῶν μορίων ἅμα τῷ μεγέθει, καὶ
9. τῷ πάχει, καὶ τῇ λεπτότητι, καὶ τῇ χρόᾳ, καὶ τῇ συστάσει,
10. καὶ τῇ φύσει πάντως ἀπαράλλακτον. οὕτω δὲ καὶ τὸ
11. τῶν ἀρτηριῶν τε καὶ φλεβῶν καὶ νεύρων γένος ἴσα τὰ
12. δεξιὰ τοῖς ἀριστεροῖς πάντως ἐστὶν ἀπαράλλακτά τε κατὰ
13. τὰς τῶν οὐσιῶν ὁμοιότητας. ὥσπερ οὖν ἐπὶ τῶν ἀνθρωπείων
14. παθῶν ποιούμεθα τὰς κρίσεις, οὕτω χρὴ κᾀπὶ τῶν
15. θείων ποιεῖσθαι, καὶ θαυμάζειν τὸν τοῦ σώματος ἡμῶν
16. δημιουργὸν, ὅστις ποτέ ἐστι θεῶν. εἰ δ’ ἐκ τοῦ μὴ βλέπειν
17. αὐτὸν οὐδ’ εἶναι φήσομεν, οὐ φυλάξομεν ἔτι τὴν
18. ὁμοιότητα τῆς πρὸς τὰς τέχνας κρίσεως, ἐφ’ ὧν οὐκ ἐν
1. τῷ θεᾶσθαι τὴν συμπήξασαν τὴν ναῦν ἣ τὸν σκίμποδα
2. τὴν κρίσιν τῆς τέχνης ἐποιούμεθα, παραλιπόντες σκοπεῖσθαι
3. τὴν χρείαν ἑκάστου τῶν μορίων, ἀλλ’ ἐν τούτῳ τὸ κῦρος
4. αὐτῆς ἐθέμεθα. γελοῖον γὰρ, εἴ τις ἐν τῷ θεάσασθαι τὸν
5. κατασκευάζοντα τούτων τι τεχνίτην εἶναι νομίζοι, καὶ εἰ
6. ἔνια τῶν μερῶν εὑρίσκοι κακῶς κατεσκευασμένα. γελοῖον δὲ
7. κᾂν ἄριστα κατεσκευασμένης τῆς νεὼς, ἢ τῆς οἰκίας, ἢ
8. τῆς κλίνης, ἀγνώστου δ’ ὄντος τοῦ κατασκευάσαντος, νομίζειν
9. ἄνευ τῆς τέχνης γεγονέναι τὰ τοιαῦτα, ἢ κατὰ τύχην
10. διακρινόντων ἁπάντων, καὶ τὴν μὲν σπανιάκις ἁμαρτάνειν
11. τοῦ σκοποῦ, τὴν δ’ ἐπιτυγχάνειν ὀλιγάκις, ἀχρείαν δὲ καὶ
12. μὴ τεχνικὴν ἡγεῖσθαι τὴν τῆς τοῦ σώματος ἡμῶν κατασκευῆς
13. αἰτίαν εἶναι, φυλάττοντα τὴν ὁμοιότητα τῆς κρίσεως
14. ἐπὶ τῶν ὁρατῶν τεχνιτῶν πρὸς τοὺς μὴ ὁρωμένους. οὐ γὰρ
15. ἔξωθεν ἐπεισάγειν προσήκει κριτήριον εἰς ἐπίσκεψιν ὧν
16. ἅπαντες ἔχομεν φύσει. τούτοις τοῖς κριτηρίοις χρώμενος
17. ὁ Ἱπποκράτης ἔγραψε τάσδε φωνάς· εὐπαίδευτος
18. ἡ φύσις ἐοῦσα, οὐ μαθοῦσα τὰ δέοντα ποιέειν. καὶ
19. ἐν ἄλλαις ἄλλως· φύσιες νούσων οἱ ἰητροί. ὡσαύτως
1. ἔχει καὶ τοῦτο· φύσις ἐξαρκέσει παντάπασιν. καλεῖ δ’ αὐτὴν
2. καὶ δικαίαν ἐνίοτε, καὶ τὸν ἰατρὸν ὑπηρέτην τε καὶ
3. μιμητὴν αὐτῆς εἶναί φησι, καὶ διὰ παντὸς ἐν τοῖς κατὰ
4. μέρος λόγοις ὑμνεῖ τε καὶ θαυμάζει τὴν δύναμιν αὐτῆς,
5. ἥτις μέν ἐστιν ἡ οὐσία τῆς διαπλαττούσης τε καὶ διοικούσης
6. ἡμᾶς φύσεως, οὐ τολμῶν ἀποφῄνασθαι, τὸ δὲ δημιουργικὸν
7. ἡμῶν αἴτιον, ὡς ἔθος ἐστὶν ἅπασιν ἀνθρώποις,
8. ὀνομάζων φύσιν.

Cliquer un n° de page pour en afficher l’image