Ἕν γάρ μοι πρόκειται δεῖξαι τὸ πᾶσαν τέχνην καὶ σκοποῦ καὶ τέλους ἐφίεσθαι. τέλος δ’ ἐν ἑκάστῳ τῶν ὄντων ἕν, ὅπερ οὐδὲν ἄλλ’ ἐστὶν ἢ τὸ κατ’ ἐκείνην τὴν οὐσίαν ἀγαθόν. ἀμπέλου γοῦν οὐκ ἄλλο μὲν τελειότης, ἄλλο δὲ τὸ ἀγαθόν, οὐ μὴν οὐδ’ ἄλλο τι παρὰ τοῦτο πρόκειται σκοπεῖσθαι τῇ περὶ τὰς ἀμπέλους τέχνῃ, καθάπερ οὐδὲ τῇ περὶ τὰς ἐλαίας, ἀλλὰ καὶ ἥδε τὴν τελειότητα τῆς ἐλαίας φύσεως ἔχει τὸν σκοπόν. ἕν δή τι τῶν ὄντων ἐστὶ τὸ τἀνθρώπου σῶμα καὶ τίς ἐστι καὶ τοῦδε πάντη τελειότης, ἢν καὶ παροῦσαν φυλάττειν καὶ || ἀποῦσαν ἀνασώζεσθαι πρόκειταί τινι τέχνῃ. ταύτης δ’ εἴπερ τι κατωτέρω ποιήσομεν ἕτερον τέλος, ὁ προειρημένος ἡμᾶς ἐκδέξεται λόγος. ἔσται γὰρ ἡ μὲν τῆς εὐεξίας, ἡ δ’ ἄκρας εὐεξίας, ἑτέρα δὲ τῆς ὑγιεινῆς ἕξεως καὶ τετάρτη τις ἄλλη τέχνη σχέσεως ὑγιεινῆς δημιουργὸς ἔξωθέν τε τούτων ἄλλη πέμπτη τῆς ἀθλητικῆς εὐεξίας. εἰ δὲ καὶ δημιουργεῖν μὲν ἄλλαις τὰ τέλη, φυλάττειν δ’ ἄλλαις ἐπιτρέψομεν, οὐ ταύτας μόνον ἀλλὰ καὶ σὺν αὐταῖς ἄλλας τοσαύτας ἐπιζητήσομέν τε καὶ συστησόμεθα περὶ τὸ σῶμα τέχνας.
⟨
(Thrasyb.) [n° 034 Fichtner] [GalLat]
Thrasybulus sive utrum medicinae sit an gymnasticae hygiene
Πρὸς Θρασύβουλον βιβλίον, πότερον ἰατρικῆς ἢ γυμναστικῆς ἐστι τὸ ὑγιεινόν
Thrasybule ou Si l’hygiène relève de la médecine ou de la gymnastique
Thrasybulus (Thras.)
Ad Thrasybulum liber, utrum medicinae sit an gymnastices hygieine, 13, ed. Kühn, 1823, vol. 5, p. 806-898. urn:cts:greekLit:tlg0057.tlg033.verbatim-grc1
Helmreich, Marquardt, Müller, 1893.
Ad Thrasybulum liber, utrum medicinae sit an gymnastices hygieine, 1823, vol. 5, p. 806-898. urn:cts:greekLit:tlg0057.tlg033.verbatim-lat1
Englert, 1936 (deu); Singer, 1997 (eng); Nieto Ibañez, 2005 (spa).
Thrasybulus (sive utrum medicinae sit an gymnasticae hygieine), 13, ed. Helmreich, 1893. urn:cts:greekLit:tlg0057.tlg033.1st1K-grc1:13
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩