Galenus. Thrasybulus sive utrum medicinae sit an gymnasticae hygiene (Thrasyb.) [n° 034 Fichtner] [GalLat]

Πρὸς Θρασύβουλον βιβλίον, πότερον ἰατρικῆς ἢ γυμναστικῆς ἐστι τὸ ὑγιεινόν
Thrasybule ou Si l’hygiène relève de la médecine ou de la gymnastique
Thrasybulus (Thras.)
Ad Thrasybulum liber, utrum medicinae sit an gymnastices hygieine, 15, ed. Kühn, 1823, vol. 5, p. 806-898. urn:cts:greekLit:tlg0057.tlg033.verbatim-grc1
Helmreich, Marquardt, Müller, 1893.
Ad Thrasybulum liber, utrum medicinae sit an gymnastices hygieine, 1823, vol. 5, p. 806-898. urn:cts:greekLit:tlg0057.tlg033.verbatim-lat1
Englert, 1936 (deu); Singer, 1997 (eng); Nieto Ibañez, 2005 (spa).

Thrasybulus (sive utrum medicinae sit an gymnasticae hygieine), 15, ed. Helmreich, 1893. urn:cts:greekLit:tlg0057.tlg033.1st1K-grc1:15

Ὥστε καὶ διὰ τοῦτο μία τέχνη περὶ τὸ σῶμα. τὰ γὰρ αὐτὰ πράττοντες ἰσχυροί θ’ ἅμα κατὰ τὰς ἐνεργείας ἐσόμεθα καὶ καλλίους ὀφθῆναι καὶ ὑγιεινότεροι καὶ εὐεκτικώτεροι, καθάπερ εἰ καὶ σφαλείημέν τι περὶ τὸ σῶμα, καὶ τῶν ἐνεργειῶν τὴν ῥώμην καταλύσομεν καὶ τῷ κάλλει λυμανούμεθα καὶ τὴν εὐεξίαν καθαιρήσομεν καὶ τὴν ὑγίειαν μειώσομεν· ἅπαντα γὰρ ταῦτα συναυξάνεταί τε καὶ συμμειοῦται προσηκόντως. ἡ γάρ τοι κατὰ φύσιν ἐνέργεια δεῖται τῆς κατὰ φύσιν τοῦ σώματος κατασκευῆς, ὑφ’ ἧς γίγνεται, λόγον αἰτίας ἐχούσης πρὸς αὐτήν. ὥστ’ οὐκ ἐνδέχεται πρότερον τὸ μὲν ἕτερον αὐτῶν εἶναι, τὸ δ’ ἕτερον μὴ παρεῖναι. καὶ μὲν δὴ καὶ συναυξάνεται καὶ συμμειοῦται ταῦτ’ ἀμφότερα. βελτίω μὲν δὴ γενόμενα τὸ μὲν εὐεξία, τὸ δὲ ῥώμη κέκληται. τὸν αὐτὸν γὰρ καὶ ἡ ῥώμη πρὸς τὴν ἐνέργειαν ἔχει λόγον, ὅνπερ ἡ εὐεξία πρὸς τὴν ὑγίειαν· ἑκάτερον γὰρ ἑκατέρῳ γίγνεται καὶ ὥσπερ ἡ εὐεξία τινός ἐστιν, οὕτω καὶ ἡ ῥώμη. τῆς μὲν γὰρ κατὰ φύσιν εἴτε κατασκευῆς || εἴτε διαθέσεως ὀνομάζειν ἐθέλοις ἀρετή τις ἡ εὐεξία, τῆς δ’ ἐνεργείας ἡ ῥώμη. ταὐτὸν δ’ ἀρετή τε καὶ τελειότης ἐστὶ καὶ τὸ καθ’ ἕκαστον τῶν ὄντων ἀγαθόν, ὅπερ αὐτοῦ πρώτως τε καὶ ἀπλῶς ἀγαθὸν ὀνομάζεται. καὶ μὲν δὴ καὶ χείρω γίγνεται διὰ τῶν αὐτῶν ἀμφότερα. καὶ ἡ μὲν ὑγιεινὴ διάθεσις, ὥσπερ ἔμπροσθεν εἴπομεν, εὐεξία προσαγορεύεται, εἰ δ’ αὗ τις ἐνεργεῖ ἀσθενῶς, ῥώμης ἀρρωστία τε καὶ ἀσθένεια. καὶ δὴ καὶ κάλλος μὲν τοῖς προτέροις, αἶσχος δὲ τοῖς δευτέροις ἐξ ἀνάγκης ἕπεται. πάντ’ οὖν ταῦτα καὶ συναύξεται καὶ συμμειοῦται καὶ τελειοῦται καὶ καθαιρεῖται πάνθ’ ἅμα καὶ τὸ βλάπτον ὁτιοῦν ἓν ἐξ αὐτῶν εὐθὺς καὶ τἆλλα σύμπαντα βλάπτει τό τ’ ὠφελοῦν ὡσαύτως ἅπαντ’ ὠφελεῖ. καὶ δῆλον, ὡς καὶ διὰ τοῦτο μίαν ἀνάγκη τέχνην εἶναι περὶ σύμπαντα ταῦτα. τί δὴ τούτων ἐστὶ τὸ πρῶτόν τε καὶ ἀπλῶς ἀγαθὸν τοῦ σώματος, οὐδὲν μὲν ἐπείγει τό γε νῦν εἶναι λέγειν, ἵνα δὲ μηδὲ τοῦτ’ ἐνδέῃ, προσθήσω. σώματος || ἀγαθὸν ἀπλῶς καὶ πρῶτον, οὗ μάλιστα δεόμεθα, τελειότης τῆς ἐνεργείας ἐστίν, ὅπερ δὴ ῥώμην τε καὶ ἰσχὺν ὀνομάζουσιν ἐλλειπτικῶς ἑρμηνεύοντες· ἐχρῆν γὰρ αὐτοὺς οὐ ῥώμην ἁπλῶς ἀλλ’ ἐνεργείας ῥώμην οὐδ’ ἰσχὺν ἁπλῶς ἀλλ’ ἐνεργείας ἰσχὺν εἰπεῖν. ἑξῆς δὲ τούτῳ δεύτερον οὐχ ἀπλῶς οὐδὲ καθ’ ἑαυτὸ τοῦ σώματος ἀγαθόν, ἀλλ’ ὅτι γε τὸ πρῶτόν τε καὶ καθ’ ἑαυτὸ τοιούτου δεῖται πάντως εἰς γένεσιν, ἡ τῆς ὑγιείας ἐστὶν εὐεξία, ἣν καὶ αὐτὴν πάλιν ἐλλειπτικῶς ὀνομάζοντες ἀφορμὴν σοφισμάτων παρέχουσιν· δέον γὰρ εὐεξίαν ὑγιείας εἰπεῖν, οὐχ οὕτως ἀλλ’ ἀπλῶς εὐεξίαν ὀνομάζουσιν. ἕπεται δ’ ἐξ ἀνάγκης τῇδε τὸ κάλλος [ἄλλο τι γένος· ἕπεται ἐκείνοις], τρίτον ἀγαθὸν σώματος, ὥστ’ οὔθ’ ὁμογενῆ τὰ τοῦ σώματος ἀγαθὰ καθάπερ οὐδὲ τὰ τῆς ψυχῆς οὔθ’ ὁμοίως λέγεται ἅπαντα, ἀλλὰ τὸ μὲν ὡς πρῶτόν τε καὶ καθ’ ἑαυτό, τὸ δ’ ὡς αἴτιον ἐκείνου, τό δ’ ὡς ἐξ ἀνάγκης ἑπόμενον. τίνος οὖν τούτων τῶν τριῶν ἡ περὶ τὸ σῶμα τέχνη πρώτως ἐστὶ δημιουργός; || ἆρά γε τῆς ὑγιείας ἢ τῆς ἐνεργείας ἢ τοῦ κάλλους; ὅτι μὲν γὰρ ἐξ ἀνάγκης ὠφελήσει τε καὶ ποιήσει τὰ τρία, κἂν ἓν ἐξ αὐτῶν ὁτιοῦν ὠφελῇ, πρόδηλον ἤδη γέγονεν· εἴτε γὰρ τὴν ἐνέργειαν, ἐξ ἀνάγκης καὶ τὴν ὑγίειάν τε καὶ τὸ κάλλος· ἡ μὲν γὰρ οὐχ οἵα τ’ ἐστὶ χωρὶς τῆς ποιούσης αὐτὴν αἰτίας γενέσθαι, τὸ κάλλος δ’ ἐξ ἀνάγκης ἕπεται· εἴτε τὴν ὑγίειαν, εὐθὺς καὶ τὴν ἐνέργειαν καὶ τὸ κάλλος· ἄμφω γὰρ ἦν ταύτης ἔγγονα. καὶ μὴν εἰ τὸ κάλλος ποιεῖ, πάντως που καὶ τὴν ὑγίειαν προπεποίηκεν, εἰ δὲ τοῦτο, καὶ τὴν ἐνέργειαν.

Cliquer un n° de page pour en afficher l’image