Διὰ τί δ’ οὐκ ἐνδέχεται κατ’ οὐδεμίαν ὕλην ἄλλην μὲν τέχνην τοῦ τέλους δημιουργόν, ἑτέραν δ’ εἶναι || τὴν φυλάττουσαν, ἤδη καὶ ταῦτα πειράσομαι δεικνύναι. καὶ πρῶτον μὲν ὡς οὐδὲ τὸ παράδειγμα αὐτοῖς ὁμολογεῖ τὸ σφέτερον, ἐπιδείξω, μετὰ ταῦτα δ’ ὡς οὐδ’ ἡ τῶν πραγμάτων αὐτῶν φύσις. εἴπερ γὰρ ἄλλης μέν ἐστι τέχνης ὑπόδημα ποιήσασθαι, τὸ δ’ ἠπήσασθαι τοῦτο παθὸν ἑτέρας, οὔπω τὴν τρίτην ἐνταῦθα τέχνην ἐπέδειξαν ἡμῖν τὴν φυλακτικήν. ὡσαύτως δὲ κἀπὶ τῶν ἱματίων, εἴπερ ἑτέρας μέν ἐστι τέχνης ἠπήσασθαι, δημιουργῆσαι δ’ ἑτέρας, ἡ τρίτη κἀνταῦθα τίς ἐστιν ἡ φυλακτική, λέγειν οὐχ ἕξουσιν. ἐπὶ μὲν γὰρ τῶν ἡμετέρων σωμάτων καὶ ὅλως τῶν ὑπὸ φύσεως διοικουμένων ἡ μὲν οἷον δημιουργὸς ἡ φύσις ἐστὶν ἀνάλογον ὑφαντικῇ τε καὶ σκυτοτομικῇ, τὸ πονῆσαν δ’ ἐπανορθοῦται γεωργός τε καὶ ἰατρός, ἀνάλογον αὗ καὶ οἵδε τῷ ῥάπτοντι τὰ ἱμάτια καὶ τῷ τὰ παλαιὰ τῶν ὑποδημάτων ἐπανορθουμένῳ. τὸ δὲ φυλάττειν ἱμάτιον ἢ ὑπόδημα καταθέμενον ἐπὶ τῆς οἰκίας, ὅπως μὴ κλαπείη πρός τινος ἢ ὑπὸ μυῶν καταβρωθείη, τάχα μὲν οὐδὲ τέχνης ἐστὶν οὐδεμιᾶς ἀλλ’ ἐπιμελείας μόνης. εἰ δ’ ἄρα || καὶ τέχνην τινὲς εἶναι βούλονται φυλακτικὴν αὐτῶν, αἱ τοιαῦται τέχναι τοῖς ἀνθρώποις ἡ στρατηγική τ’ εἰσὶ καὶ ἡ πολιτικὴ καὶ πρὸς ταύταις ἥ τε τῶν θυρωρῶν, εἰ βούλει, καὶ τῶν ἄλλων φυλάκων. ἵνα γὰρ μήτ’ ἐπὶ τοῖς πολεμίοις ὧμεν ἢ ὅλως τοῖς πονηροῖς ἀνθρώποις μήτ’ ἐπὶ τοῖς θηρίοις, οἰκίας τε καὶ πόλεις οἰκοδομησάμεθα καὶ τείχη περιεβαλόμεθα καὶ στρατηγοὺς καὶ ἄρχοντας ἀπεδείξαμεν, ἀλλ’ οὐ τοιαύτην τιν’ ἐζητοῦμεν τέχνην ὑγιείας φυλακτικήν, ἀλλ’ ἥτις οἶμαι περὶ τὸ σῶμα τοῦ ἀνθρώπου πραγματευομένη τι, μὴ κατὰ συμβεβηκὸς ἀλλὰ καθ’ αὑτό, σῶον αὐτὸ καὶ ὑγιαῖνον ἀποδείκνυσιν. ἑκάστη δὲ τῶν νῦν εἰρημένων οὐκ αὐτὴ καθ’ αὑτὴν ὑγιείας ἐστὶ φύλαξ, ἀλλ’ ἐπειδὴ συμβέβηκεν τῷ μὴ σφαγέντι μηδ’ ὑπὸ θηρίου καταβρωθέντι φυλάττεσθαι τὴν ὑγίειαν, ὥσπερ οὖν καὶ ὅλην τὴν ζωήν, διὰ τοῦτο κατά τι συμβεβηκός, οὐ πρώτως οὐδὲ κατὰ τὸν ἴδιον λόγον, ἑκάστη τῶν τοιούτων τεχνῶν ὑγιείας γίγνεται φύλαξ.
⟨
(Thrasyb.) [n° 034 Fichtner] [GalLat]
Thrasybulus sive utrum medicinae sit an gymnasticae hygiene
Πρὸς Θρασύβουλον βιβλίον, πότερον ἰατρικῆς ἢ γυμναστικῆς ἐστι τὸ ὑγιεινόν
Thrasybule ou Si l’hygiène relève de la médecine ou de la gymnastique
Thrasybulus (Thras.)
Ad Thrasybulum liber, utrum medicinae sit an gymnastices hygieine, 17, ed. Kühn, 1823, vol. 5, p. 806-898. urn:cts:greekLit:tlg0057.tlg033.verbatim-grc1
Helmreich, Marquardt, Müller, 1893.
Ad Thrasybulum liber, utrum medicinae sit an gymnastices hygieine, 1823, vol. 5, p. 806-898. urn:cts:greekLit:tlg0057.tlg033.verbatim-lat1
Englert, 1936 (deu); Singer, 1997 (eng); Nieto Ibañez, 2005 (spa).
Thrasybulus (sive utrum medicinae sit an gymnasticae hygieine), 17, ed. Helmreich, 1893. urn:cts:greekLit:tlg0057.tlg033.1st1K-grc1:17
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩