Ὄντος γὰρ τοῦ προβλήματος τοῦδε, πότερον ἰατρικῆς ἢ γυμναστικῆς ἐστι τὸ καλούμενον ὑγιεινόν, καὶ σοῦ διὰ ταῦτ’ ἀξιώσαντος ἀκοῦσαι τὴν ἐμὴν ὑπὲρ αὐτοῦ δόξαν, ὅτι πολλάκις ἰατροῖς τε καὶ γυμνασταῖς ἔφησθα παραγεγονέναι διαμφισβητοῦσιν, ἀποκρίνεσθαί μοι πρότερον ἠξίωσά σε, τίνα ποτὲ τὴν ἔννοιαν ἑκάστου τῶν ὀνομάτων ἔχεις, ἰατρικῆς τε καὶ γυμναστικῆς καὶ ὑγιεινοῦ, μή που σὺ μὲν ὑπὲρ ἄλλων πραγμάτων ἀκούειν ποθῇς, ἐγὼ δ’ ὑπὲρ ἄλλων σοι διαλέγωμαι, κἄπειτα πρὸς τοὔνομα μόνον ὁ λόγος ἡμῖν οὐ πρὸς αὐτὸ γίγνηται τὸ πρᾶγμα. σὺ μὲν || οὖν πρὸς τοῦτ’ ἀπεσιώπησας οἰόμενος ἐμὲ χρῆναι λέγειν αὐτὸν ὑπὲρ ἁπάντων ἅπαντα, τὸ δ’ ἀληθὲς οὐχ ὧδ’ ἔχει· πολλὰ γὰρ ἂν εἴης οὐχ ἕν προβεβληκώς, πρῶτον μὲν τί ποτ’ ἐστὶν ἰατρική, δεύτερον δὲ τί ποτε γυμναστικὴ καὶ τρίτον ἐπὶ τούτοις τί ποτε τὸ ὑγιεινόν, ἢ τοῦτο δὴ τὸ μάλιστα προβεβλημένον, ὁποτέρας αὐτῶν εἴη. καίτοι τοῦτ’ αὐτὸ τὸ τέταρτον οὐχ ἁπλῶς ἔφασκον δεῖν οὕτω προβάλλειν, [ὁποτέρας εἴη αὐτῶν τῶν τεχνῶν τὸ ὑγιεινόν] ἀλλ’ εὐθὺς προστιθέντας, εἴτ’ ἴδιον εἴτ’ οἰκεῖον εἴτε μέρος εἴθ’ ὁπωσοῦν ἄλλως ἐθέλοι τις· ἔσεσθαι γάρ τινα κἀνταῦθ’ ἀρχὴν τῆς εὑρέσεως τῷ ζητουμένῳ. προβληθέντος γὰρ αὐτοῦ τελέως ὧδέ πως καὶ νὴ Δί’ ἐρωτηθέντος, ἆρά γε τῆς ἰατρικῆς ἐστιν ἢ τῆς γυμναστικῆς οἰκεῖον τὸ ὑγιεινόν, ἐπειδὰν ἑκάστου τῶν τριῶν ἐκείνων ὀνομάτων εἴπωμεν τὸ σημαινόμενον, ἰατρικῆς τε καὶ γυμναστικῆς καὶ ὑγιεινοῦ, δεήσει τέταρτον ἐπ’ αὐτοῖς ἐξηγήσασθαι τὸ οἰκεῖον ὅ τι σημαίνει καὶ τίς ὁ κανὼν αὐτοῦ τῆς διαγνώσεως. ἀλλὰ τοῦτο μὲν ἴδιον αὐτοῦ τοῦ προβλήματος ὑπάρχει, τὸ δ’ ἰατρικὴν ἐξηγήσασθαι || τί ποτ’ ἐστὶ καὶ γυμναστικὴν καὶ ὑγιεινὸν οὐκ ἴδιον μὲν τοῦ προβλήματος [ὑπάρχει], ὁμολογεῖσθαι δ’ ἀναγκαῖον. ὅθεν, ἐπειδὴ τοῦθ’ ἓν μόνον, ὃ προὔβαλες, σὺ διελθεῖν ἐβουλήθης τότε καί σε κινδυνεύειν ἐν ταῖς ἀποκρίσεσιν ἑώρων ὀκνοῦντα, τῶν τινα γεγυμνασμένων ἐν λογικῇ θεωρία φιλοσόφων ἐπιφανέντα πως τοῖς λόγοις κατὰ τύχην ἠξίουν ἀποκρίνασθαί μοι. προθύμως δ’ ἐκείνου τοῦτο ποιήσαντος καὶ πάντ’ ὀρθῶς ἀποκριναμένου ῥᾳδίως, ὡς οἶσθα, διεπεράνθη τὸ πρόβλημα.
⟨
(Thrasyb.) [n° 034 Fichtner] [GalLat]
Thrasybulus sive utrum medicinae sit an gymnasticae hygiene
Πρὸς Θρασύβουλον βιβλίον, πότερον ἰατρικῆς ἢ γυμναστικῆς ἐστι τὸ ὑγιεινόν
Thrasybule ou Si l’hygiène relève de la médecine ou de la gymnastique
Thrasybulus (Thras.)
Ad Thrasybulum liber, utrum medicinae sit an gymnastices hygieine, 2, ed. Kühn, 1823, vol. 5, p. 806-898. urn:cts:greekLit:tlg0057.tlg033.verbatim-grc1
Helmreich, Marquardt, Müller, 1893.
Ad Thrasybulum liber, utrum medicinae sit an gymnastices hygieine, 1823, vol. 5, p. 806-898. urn:cts:greekLit:tlg0057.tlg033.verbatim-lat1
Englert, 1936 (deu); Singer, 1997 (eng); Nieto Ibañez, 2005 (spa).
Thrasybulus (sive utrum medicinae sit an gymnasticae hygieine), 2, ed. Helmreich, 1893. urn:cts:greekLit:tlg0057.tlg033.1st1K-grc1:2
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩