Ἔστιν οὖν τις ἐνέργεια κατὰ μέρος, ᾗ χρώμενοι τὰ βλέφαρα τῶν ὀφθαλμῶν ἀναρράπτομεν, ἑτέρα || δὲ τῇδε μηδὲν ἐοικυῖα, δι’ ἧς ὑποχύματα παράγομεν, ἄλλαι δὲ τρίτη καὶ τετάρτη μήτ’ ἀλλήλαις τι μήτε ταῖσδε προσεοικυῖαι, καθ’ ἃς ὀστοῦν κατεαγὸς ἐκ μὲν τῆς κεφαλῆς ἐκκόπτομεν, ἐν ἄλλῳ δὲ μέρει τοῦ σώματος, οἷον βραχίονι καὶ πήχει, κατατείναντές τε καὶ διαπλάσαντες ἐπιδοῦμεν. ὧν ἁπασῶν ἐνεργειῶν ἀποκεχώρηκε πάμπολυ κήλης χειρουργία καὶ ταύτης ἡ τῶν κιρσῶν καὶ πασῶν ὁμοῦ τῶν εἰρημένων ἡ τοῦ κατὰ τὴν κύστιν λίθου. καὶ τούτων μὲν ἔτι τὰ πλεῖστα μετὰ σμίλης ἐνεργοῦμεν· ὑπαλεῖψαι δ’ ὀφθαλμὸν ἢ ἄρθρον ἐμβαλεῖν ἢ καταπλάσαι τι μέρος ἢ καθετῆρι χρῆσθαι καλῶς ἢ σικύαν κολλῆσαι γίγνεται μὲν ἄνευ σμίλης, ἀποκεχώρηκε δὲ καὶ ἀλλήλων πάμπολυ καὶ τῶν προειρημένων, ὥσπερ γε καὶ τὸ φλέβα τεμεῖν καὶ ἀρτηρίαν διελεῖν καὶ ἀποσχάσαι τὸ δέρμα καὶ παρακεντῆσαι τοὺς ὑδεριῶντας ἀλλήλων διενήνοχε καὶ συμπάντων τῶν προειρημένων. καὶ αὗται μὲν ἔτι καὶ πρὸς ταύταις ἕτεραι μυρίαι χειρουργίαι τινὲς ἐνεργοῦνται || δι’ αὐτῶν 〈τῶν χειρῶν⟩. τῶν δὲ φαρμακευόντων ὅλως ἕτερον τὸ γένος ἀλλήλων τε καὶ προσέτι τῶν κατὰ χειρουργίαν· οὐδὲν γὰρ ἔοικεν ἑλλεβόρου πόσις καὶ ἐδωδὴ σιτίων οὐδ’ ἀσιτία κλυστῆρι καὶ τρῖψις λουτρῷ. τούτων δ’ ἐπὶ πλέον ἀποκεχώρηκεν ἕλκος πλῦναί τε καὶ καθῆραι καὶ φάρμακον ὑγρὸν ἐπιθεῖναι καὶ αὖθις ξηρὸν αἰωρηθῆναί τε καὶ περιπατῆσαι καὶ παλαῖσαι καὶ σκαμμωνίαν ἢ μελίκρατον πιεῖν. οἷς ἅπασιν οὐδὲν ἔοικεν ἡ τῶν σφυγμῶν τε καὶ τῆς θερμασίας διάγνωσις, καίτοι δι’ ἄκρων τῶν χειρῶν ἐνεργοῦμεν, καθάπερ οἶμαι καὶ ἡ τῶν ἐν τοῖς ἀφισταμένοις μέρεσι περιεχομένων ὑγρῶν ἢ τῶν ὄγκων τῶν ὑδερικῶν ἢ γαγγλίων ἢ ἀθερωμάτων ἢ μελικηρίδων ἢ στεατωμάτων· οὐ γὰρ ταῖς αὐταῖς ἐπιβολαῖς τε καὶ κινήσεσι τῶν δακτύλων καὶ μεταγωγαῖς καὶ θλίψεσιν ἀλλ’ ἐνίοτε πάμπολυ διαφερούσαις ἐπὶ τῶν εἰρημένων χρώμεθα. κινδυνεύομεν γοῦν ὅλης ἡμέρας οὐδὲν ἄλλο λέγειν ἢ τῶν ἐνεργειῶν τὰς διαφοράς· οὕτω πάμπολυ τὸ πλῆθος αὐτῶν ἐστιν. ||
⟨
(Thrasyb.) [n° 034 Fichtner] [GalLat]
Thrasybulus sive utrum medicinae sit an gymnasticae hygiene
Πρὸς Θρασύβουλον βιβλίον, πότερον ἰατρικῆς ἢ γυμναστικῆς ἐστι τὸ ὑγιεινόν
Thrasybule ou Si l’hygiène relève de la médecine ou de la gymnastique
Thrasybulus (Thras.)
Ad Thrasybulum liber, utrum medicinae sit an gymnastices hygieine, 23, ed. Kühn, 1823, vol. 5, p. 806-898. urn:cts:greekLit:tlg0057.tlg033.verbatim-grc1
Helmreich, Marquardt, Müller, 1893.
Ad Thrasybulum liber, utrum medicinae sit an gymnastices hygieine, 1823, vol. 5, p. 806-898. urn:cts:greekLit:tlg0057.tlg033.verbatim-lat1
Englert, 1936 (deu); Singer, 1997 (eng); Nieto Ibañez, 2005 (spa).
Thrasybulus (sive utrum medicinae sit an gymnasticae hygieine), 23, ed. Helmreich, 1893. urn:cts:greekLit:tlg0057.tlg033.1st1K-grc1:23
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩