Galenus. Thrasybulus sive utrum medicinae sit an gymnasticae hygiene (Thrasyb.) [n° 034 Fichtner] [GalLat]

Πρὸς Θρασύβουλον βιβλίον, πότερον ἰατρικῆς ἢ γυμναστικῆς ἐστι τὸ ὑγιεινόν
Thrasybule ou Si l’hygiène relève de la médecine ou de la gymnastique
Thrasybulus (Thras.)
Ad Thrasybulum liber, utrum medicinae sit an gymnastices hygieine, 24, ed. Kühn, 1823, vol. 5, p. 806-898. urn:cts:greekLit:tlg0057.tlg033.verbatim-grc1
Helmreich, Marquardt, Müller, 1893.
Ad Thrasybulum liber, utrum medicinae sit an gymnastices hygieine, 1823, vol. 5, p. 806-898. urn:cts:greekLit:tlg0057.tlg033.verbatim-lat1
Englert, 1936 (deu); Singer, 1997 (eng); Nieto Ibañez, 2005 (spa).

Thrasybulus (sive utrum medicinae sit an gymnasticae hygieine), 24, ed. Helmreich, 1893. urn:cts:greekLit:tlg0057.tlg033.1st1K-grc1:24

Ἀλλ’ ἤδη κἀκ τούτων ἱκανῶς ἄν τις γνωρίζοι, πηλίκον ἁμαρτάνουσιν, ὅσοι ταῖς κατὰ μέρος ἐνεργείαις ἡγοῦνται χρῆναι διακρίνειν τὰς τέχνας. οὐδεὶς γοῦν οὕτως ἠλίθιος οὐδ’ ἔμπληκτός ἐστιν, ὃς ἀφαιρήσεται μὲν τῆς ἰατρικῆς τὰς εἰρημένας ἐνεργείας, ἄλλην δέ τινα καθ’ ἑκάστην αὐτῶν ἐπιστήσει τέχνην ἤτοι κηλοτομικήν, ὡς νῦν ὀνομάζουσί τινες, ἢ λιθοτομικὴν ἢ παρακεντητικήν. εἰ γὰρ καὶ ὅτι μάλιστα τόνδε μέν τινα κηλοτόμον εἶναί φασι, παρακεντητὴν δὲ τόνδε, λιθοτόμον δὲ τόνδε, πάντας γοῦν ἰατροὺς αὐτοὺς ὀνομάζουσιν, ὥσπερ οἶμαι καὶ τοὺς ἀπὸ μορίων τινῶν ὠνομασμένους, ὧν ἐξαιρέτως προνοοῦνται. καὶ γὰρ οὖν καὶ τούτους ὀφθαλμικούς τε καὶ ὠτικοὺς καὶ ὀδοντικοὺς ἰατροὺς ὀνομάζουσιν, ἑτέρους δ’ ἀπὸ τῆς ὕλης προσηγόρευσαν ἤτοι διαιτητικοὺς καὶ φαρμακευτικοὺς ἢ καὶ νὴ Δία βοτανικούς· εἰσὶ δ’ οἳ καὶ οἰνοδότας καὶ ἑλλεβοροδότας ἰατρούς τινας ἐκάλεσαν ἐκ τοῦ πολλάκις αὐτοὺς θεάσασθαι ταῖς τοιαύταις ὕλαις χρωμένους. ἔχουσι γὰρ οἶμαι || λογικὰς ἀρχὰς ἅπαντες ἄνθρωποι φύσει καὶ γιγνώσκουσιν οἱ μὲν μᾶλλον, οἱ δ’ ἧττον, ὡς ἔστι μέν τι καὶ ταὐτὸν ἐν ταῖς ἐνεργείαις, ἔστι δέ τι καὶ διαφέρον. οὗ μὲν οὖν ἕνεκα γίγνονται, ταὐτόν [ὑγεία παρὰ πᾶσιν ὁ σκοπός], ὁ τρόπος δ’ οὐχ εἷς ἀπασῶν, ἀλλ’ εἰς ἀριθμὸν ἐξήκει πάμπολυν. εἰ μὲν δή τις, ὥσπερ καὶ Πλάτων ἑκάστου τὸν τρόπον τε καὶ καθόλου σκοπὸν μίαν ἐπιστήσας τέχνην, εἶτ’ εἰς εἴδη τε καὶ διαφορὰς τέμνων αὐτὴν αὖθις ἐκείνων τῶν τμημάτων ἕκαστον ὀνομάζει τέχνην, οὕτω καὶ αὐτὸς ἐθελήσειε διαιτητικήν τινα καὶ φαρμακευτικὴν καὶ χειρουργικὴν ὀνομάζειν τέχνην, οὐκ ἂν ἔχοιμι τούτῳ γ’ οὐδὲν ἐγκαλεῖν. οὕτω δὲ κἂν εἰ τῶν εἰρημένων ἕκαστον τέμνων, οἷον τὴν δίαιταν εἴς τε τὰ προσφερόμενα καὶ κενούμενα καὶ ποιούμενα καὶ ἔξωθεν προσπίπτοντα, καθ’ ἕκαστον αὐτῶν ἰδίαν τινὰ τέχνην ἐπιστήσειεν, οὐδ’ ἂν τούτῳ τι μεμψαίμην. οὐδὲ γὰρ οὐδ’ εἰ πάλιν αὐτὰ ταῦτα κατατέμνοι πολυειδῶς ἄχρι τῶν κατὰ μέρος, οὐκ ἂν κωλύσαιμι λέγειν αὐτόν, ὡς ἐν τοῖς || προσφερομένοις ἄλλη μέν ἐστι τέχνη φαρμάκων, ἄλλη δ’ ἐδεσμάτων, ἄλλη δὲ πομάτων, καὶ καθ’ ἕκαστον αὐτῶν ἐδέσματος τοῦδε καὶ τοῦδε καὶ πόματος τοῦδε καὶ τοῦδε καὶ φαρμάκου τοῦδε καὶ τοῦδε συγχωρήσαιμ’ ἂν ἰδίαν εἶναι λέγειν τὴν τέχνην· εἰ δ’ οἴεται ταύτας ἀλλήλων διαφέρειν τὰς τέχνας, ὡς ἀριθμητικήν, εἰ τύχοι, ῥητορικῆς ἢ ταύτην οἰκοδομικῆς τε καὶ τεκτονικῆς, οὐκ ἂν ἔτι συγχωρήσαιμι. ταύταις μὲν γὰρ οὐδείς ἐστι σκοπὸς κοινός, ἐκείναις δὲ ταῖς ὀλίγον ἔμπροσθεν εἰρημέναις εἷς κοινὸς ἁπάσαις πρόκειται σκοπός, ὑγίεια. ὥσπερ οὖν ἐπὶ τῆς ῥητορικῆς, μιᾶς οὔσης τέχνης, ἄλλην μέν τινα προοιμίου, διηγήσεως δ’ ἄλλην καὶ πίστεών γε καὶ τῶν καλουμένων ἐπιλόγων ἄλλην εἶναι συγχωρήσω τέχνην, εἴ μοι μόνον ἕν γε τοῦτο φυλάττοιτο, μιᾶς εἶναι τέχνης αὐτά, εἴτ’ εἴδη βούλει καλεῖν εἴτε μέρη, κατὰ τὸν αὐτὸν οἶμαι τρόπον ἔχει κἀπὶ τῆς ἰατρικῆς· ἄλλην μέν τινα τέχνην ἐρῶ χειρουργικήν, ἄλλην δὲ διαιτητικήν, ἄλλην δὲ φαρμακευτικήν, εἰ τοῦθ’ ἕν μοι φυλάττοιτο μόνον, ὡς εἷς ταύταις ἁπάσαις σκοπός, δι’ ὃν ἀναγκάζονται μιᾶς || εἶναι τέχνης μόρια. τὰ γοῦν ἀνομοιότατα συνάγειν οὗτος φαίνεται καὶ συνδεῖν καὶ ἀναγκάζειν εἰς μίαν ἅπαντα τέχνην συντελεῖν. ἐκκόπτει τις ἢ ἀποκόπτει τὸ σεσηπός, ἄλλος δ’ ἀνατρέφει τε καὶ σαρκοῖ τὸ κοῖλον. ἐναντία μὲν οὕτως καὶ πάντη διαφέροντα δόξει τὰ πράγμαθ’ ὑπάρχειν. αἵ τε γὰρ ἐνέργειαι διαφέρουσι πολὺ καὶ τὸ γιγνόμενον ὑπ’ αὐτῶν ἐναντίον. ὁ μὲν γὰρ [καὶ] τῶν ὄντων ἀφαιρεῖ τι, τῷ δ’ ἔργον γεννῆσαί τιν’ οὐσίαν οὐκ οὖσαν. ἀλλ’ οὐδετέρῳ γε τοῦτ’ αὐτὸ πρόκειται καθ’ αὐτό, τῷ μὲν ἐκκόψαι τι, τῷ δὲ γεννῆσαι, ὥσπερ οὐδὲ καῦσαί τι καὶ τεμεῖν οὐδ’ ἄλλο τῶν πάντων οὐδὲν αὐτὸ δι’ ἑαυτὸ μεταχειρίζεταί τις, ἀλλ’ ὡς ἄνευ τούτου τυχεῖν ὑγιείας οὐ δυνάμενος, ἐφ’ ἣν ἐπείγονται μὲν ἅπαντες, οὐ μὴν ταῖς αὐταῖς ὁδοῖς χρώμενοι. διὰ μὲν δὴ τὸ κοινὸν τοῦ σκοποῦ πάντες ἰατροὶ καλοῦνται, διὰ δὲ τὸ τῆς ἐνεργείας ἢ τῆς ὕλης ἢ τοῦ μορίου διάφορον ἤτοι χειρουργὸς ἢ φαρμακευτὴς ἢ ὀφθαλμικός, χειρουργὸς μὲν ἀπὸ τῆς ἐνεργείας, φαρμακευτὴς δ’ ἀπὸ τῆς ὕλης, ὀφθαλμικὸς δ’ ἀπὸ τοῦ μορίου. τῷ γὰρ καὶ τὰ || μόρια θεραπευόμενα διαφέρειν ἀλλήλων οὐκ ὀλίγον αὐτούς τε τοὺς θεραπεύοντας ἐνεργείαις τε καὶ ὕλαις χρῆσθαι διαφόροις οἱ μὲν ἀπὸ τῶν ἐνεργειῶν, οἱ δ’ ἀπὸ τῶν μορίων, οἱ δ’ ἀπὸ τῶν ὑλῶν ὠνομάσθησαν ὀφθαλμικοί τε καὶ χειρουργικοὶ καὶ φαρμακευταί, κοινῇ δ’ ἅπαντες ἀπὸ τοῦ τέλους ἰατροί. δέδεικται γὰρ ἔμπροσθεν, ὡς ἅπασα τέχνη περὶ τὸ τῆς ὑποβεβλημένης οὐσίας ἀγαθὸν ἔσπευκεν, ἔνθ’ ἕν τι καθ’ ἑκάστην αὐτῶν ἐστι τὸ πρῶτον ἀγαθόν. εἰ δ’, ὅτι καλῶς ἀναρράπτων ὅδε τις τὰ βλέφαρα κακῶς, εἰ τύχοι, φαρμακεύει καί τις ἄριστος ὢν ἐν φαρμακείᾳ διαιτᾶν ὀρθῶς οὐκ ἐπίσταται καὶ τοῦτ’ ἄλλος ἠσκηκὼς οὐκ ἐγυμνάσατο τὰς χεῖρας, ἑτέρας ἀλλήλων πάντη τὰς τέχνας ὑποληψόμεθα, πρῶτον μὲν οὐ τρεῖς μόνον ἀλλὰ καὶ τριακοσίας οὕτω γε ποιήσομεν· ὁ μὲν γάρ τις καθετῆρι χρῆται καλῶς, ὁ δὲ κλυστῆρι, φλεβοτομεῖ δ’ ἄλλος, ἀρτηριοτομεῖ δ’ ἕτερος· εἶθ’ ὅταν εὑρεθῇ τις ἅπαντα καλῶς ποιῶν, οὕτως αὗ πάλιν ἅπασαι μία γενήσονται. καὶ μὴν ἑκατέρως || μοχθηρόν, ἢ διὰ τὴν ἀφυΐαν τῶν τεχνιτῶν εἰς πολλὰς κατακερματίζειν τὴν μίαν ἢ διὰ τὴν εὐφυΐαν εἰς μίαν ἀνάγειν τὰς πολλάς. ὁ μὲν γὰρ πρότερος λόγος οὔτε τὴν ῥητορικὴν ἐάσει μίαν εἶναι τέχνην οὔτε τὴν ἀριθμητικὴν ἢ γεωμετρίαν ἢ μουσικὴν οὐδ’ ἄλλην τινὰ τῶν ἀξιολόγων, ἃς διὰ τὸ μέγεθος οἱ πολλοὶ τῶν μεταχειριζομένων ἀδυνατοῦσιν ὅλας ἐκμανθάνειν· ὁ δὲ δεύτερος εἰς μίαν ἀνάξει τέχνην ἐνίοτε τὰς μηδαμῶς κοινωνούσας· εἰ γὰρ ὁ αὐτὸς ἄνθρωπος ἀριθμητικός θ’ ἅμα καὶ γραμματικὸς εἴη καὶ φιλόσοφος, ἐξέσται τινὶ μιᾶς εἶναι νομίζειν ἁπάσας μόρια.

Cliquer un n° de page pour en afficher l’image