Ὡς γάρ, εἰ καὶ κατ’ ἀρχὰς εὐθὺς οἷόν τ’ ἦν ἡμῖν γεννῆσαι ζῷον, οὐκ ἄλλῳ μὲν [οὖν] ἄν τινι λόγῳ τὴν γενεσιν αὐτοῦ τὴν πρώτην, ἄλλῳ δ’ ἂν ἐποιούμεθα τὴν ἐπανόρθωσιν, οὕτως, ἐπεὶ μηδέτερον τούτων αὐτοὶ πρώτως ποιοῦμεν, ἀλλ’ ἡ φύσις ἐστὶν ἡ καὶ δημιουργοῦσα πρώτη τὸ ζῷον καὶ νῦν ἰωμένη νοσοῦν, οὐκ ἄλλῳ μὲν τρόπῳ σάρκα πρότερον ἐδημιούργησεν, ἄλλῳ δὲ νῦν, οὐδ’ ἄλλῳ μὲν τρόπῳ τὴν τροφὴν ἐπὶ τῶν κυουμένων, ἄλλῳ δὲ νῦν ἐπισπᾶται, ἀλλὰ καὶ ταῦθ’ ὁμοίως ἐργάζεται καὶ τρέφει καὶ διακρίνει καὶ ἀποκρίνει καὶ πάνθ’ ἁπλῶς εἰπεῖν ὡσαύτως ἐργάζεται νῦν τε καὶ τότε. ὅτι δ’ ὁ ἰατρὸς τῆς φύσεώς ἐστιν ὑπηρέτης [οὐδὲ πρώτη τέχνη τις ἐκείνης] καὶ ὅτι καλῶς εἴρηται φύσις ἐξαρκεῖ πάντα πᾶσιν
, ἀλλὰ καὶ ὡς τὰς νόσους αὐτὴ κρίνει καὶ ὡς εἰσὶν αἱ φύσεις τῶν νούσων ἰατροί, παλαιοῖς ἀνδράσιν αὐτάρκως εἰρημένα, τί ἂν ἔτι δεοίμην ἐγὼ διέρχεσθαι; τὸ γὰρ εἰς τὰ παρόντα χρήσιμον ἀναμιμνήσκω μόνον, ὡς οὐκ ἄλλης μὲν τέχνης τὸ ποιεῖν, ἄλλης δ’ ἐπανορθοῦσθαι || τὸ πεπονθὸς ἀλλὰ τῆς αὐτῆς· εἰ δὲ καὶ μὴ τῆς αὐτῆς, ἀλλὰ τὴν ἰατρικὴν ἐδείξαμεν ἔμπροσθεν οὐχ ὥσπερ τὴν ἱματιουργικὴν εἰς οὐσίαν ἄγουσαν ὃ πρότερον οὐκ ἦν, ἀλλὰ τῇ τὰ πεπονηκότα τῶν ἱματίων ἐπανορθουμένῃ προσεοικυῖαν. ἐδείξαμεν δὲ καί, ὡς τὸ φυλάττειν ὁτιοῦν διττόν ἐστι καὶ ὡς θάτερον αὐτοῦ γένος, ἐξ οὗπέρ ἐστι καὶ τὸ προκείμενον ἡμῖν νῦν τὸ ὑγιεινόν, ἐπανορθοῦται κατὰ βραχὺ τὰ πονοῦντα καὶ ταύτῃ λανθάνει τοὺς πολλοὺς ὡς ἕτερον ὂν τῷ γένει τοῦ θεραπευτικοῦ.
⟨
(Thrasyb.) [n° 034 Fichtner] [GalLat]
Thrasybulus sive utrum medicinae sit an gymnasticae hygiene
Πρὸς Θρασύβουλον βιβλίον, πότερον ἰατρικῆς ἢ γυμναστικῆς ἐστι τὸ ὑγιεινόν
Thrasybule ou Si l’hygiène relève de la médecine ou de la gymnastique
Thrasybulus (Thras.)
Ad Thrasybulum liber, utrum medicinae sit an gymnastices hygieine, 26, ed. Kühn, 1823, vol. 5, p. 806-898. urn:cts:greekLit:tlg0057.tlg033.verbatim-grc1
Helmreich, Marquardt, Müller, 1893.
Ad Thrasybulum liber, utrum medicinae sit an gymnastices hygieine, 1823, vol. 5, p. 806-898. urn:cts:greekLit:tlg0057.tlg033.verbatim-lat1
Englert, 1936 (deu); Singer, 1997 (eng); Nieto Ibañez, 2005 (spa).
Thrasybulus (sive utrum medicinae sit an gymnasticae hygieine), 26, ed. Helmreich, 1893. urn:cts:greekLit:tlg0057.tlg033.1st1K-grc1:26
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩