Τὸ δ’ οἴεσθαι τέλος εἶναί τινι τοῦτ’ αὐτὸ τὸ ποιεῖν οἰκίαν ἢ ἱμάτιον ἢ σκεῦος ἢ ὑγίειαν, ἀνθρώπων ἐστὶ μὴ δυναμένων ἀπὸ τοῦ τέλους αὐτοῦ διακρῖναι τὴν πρὸ τοῦ τέλους ἐνέργειαν· οὐ γὰρ οἰκοδομεῖν οἰκίαν αὐτὸ δὴ τοῦτο τέλος ἐστὶ τῆς οἰκοδομικῆς, ἀλλ’ οἰκία, καθάπερ οὐδ’ ὑφαίνειν ἐσθῆτα καὶ ναῦν συμπήττειν καὶ σκίμποδα καὶ τῶν ἄλλων ἕκαστον, ἀλλ’ αὐτὸ τὸ δημιουργηθέν, ὃ δὴ καὶ παυσαμένων τῆς ἐνεργείας τῶν τεχνιτῶν ἔτι διαμένει. καὶ ταύτῃ γε διήνεγκαν αἱ ποιητικαὶ τέχναι || τῶν μόνον πρακτικῶν, ὅτι τῶν μὲν πρακτικῶν, ὅταν ἐνεργοῦσαι παύσωνται, πέπαυται καὶ τὸ τέλος. οὐδὲν γοῦν ἔστι δεῖξαι τῆς ὀρχηστικῆς παρ’ αὐτὴν τὴν ἐνέργειαν, οἷον τῆς τεκτονικῆς τὸν σκίμποδα καὶ τῆς οἰκοδομικῆς τὴν οἰκίαν καὶ τῆς ἰατρικῆς τὴν ὑγίειαν. οὐκ οἰκοδόμησις οὖν, ὥσπερ ὄρχησις, ἐστὶ τὸ τέλος τῆς οἰκοδομικῆς, ἀλλ’ οἰκία, τῆς ἐνεργείας ἕτερόν τι· κατὰ ταὐτὰ δὲ καὶ τῆς ὑφαντικῆς οὔθ’ ὕφανσις οὔθ’ ὑφαίνειν οὔτ’ ἐσθῆτος ποίησις ἢ γένεσις, ἀλλ’ ἐσθής. ὡσαύτως δ’ οὐδὲ ποίησις ἢ γένεσις ἢ ἐπανόρθωσις ὑγιείας ἐστὶ τὸ τέλος τῆς ἰατρικῆς ἀλλὰ ταῦτα μὲν ἐνέργειά τις ἥ γε καθόλου τοῦ τεχνίτου, καθάπερ αἱ κατὰ μέρος ἦσαν ἐν τῷ τέμνειν καὶ καίειν καὶ κατατείνειν ἄρθρα καὶ κῶλα καὶ διαπλάττειν καὶ ἐπιδεῖν καὶ τούτων ἔτ’ ἀνωτέρω καὶ γενικώτεραι χειρουργεῖν καὶ φαρμακεύειν καὶ διαιτᾶν, ἀλλ’ ὑγίεια τὸ τέλος ἐστίν, ὃ καὶ παυσαμένου τῆς ἐνεργείας τοῦ τεχνίτου δεικνύειν ἔχομεν. οὐδ’ οὖν οὐδὲ τὸ φυλάττειν ὑγίειαν ἢ ἐπανορθοῦσθαι τέλος οὐδ’ ὅλως τὸ ὑγιάζειν, ἀλλὰ ταῦτα μὲν ἐνέργεια, τέλος δ’ || 〈ἡ〉 ὑγίεια. τὴν δὲ κοινὴν καὶ γενικὴν ἐπὶ πάσαις ταῖς κατὰ μέρος ἐνεργείαις ἄλλος μὲν ἄλλως ὀνομάζει, δηλοῦσι δ’ ἅπαντες ἓν καὶ ταὐτὸν ὅ θ’ ὑγιάζειν λέγων ὅ θ’ ὑγίειαν ποιεῖν ὅ τε ποίησιν ὑγιείας ὅ θ’ ὑγίανσιν. ἑτέρῳ δὲ τρόπῳ καὶ οἵδε ταὐτὸν τούτοις λέγουσιν ὅ τε τὴν ἵασιν τῶν νοσημάτων εἰπὼν ἢ τὴν θεραπείαν ἢ τὴν θεράπευσιν τῶν νοσούντων ἢ τὸ ἰᾶσθαι νὴ Δί’ ἢ τὸ τὰς νόσους ἐκκόπτειν ἢ τὸ τὴν ὑγίειαν ἀντεισάγειν ὅ τε πάντα τὰ δέοντα πράττειν ὅ τε τὰς νοσοποιοὺς αἰτίας ἐξάγειν. οὐδεὶς γὰρ τούτων τὸ τέλος ἀλλὰ τὴν πρὸ τοῦ τέλους ἐνέργειαν λέγει, καθάπερ εἰ καὶ πρακτική τις ἦν ἡ τέχνη περὶ τὸ σῶμα παραπλησίως ὀρχηστικῇ τε καὶ ὑποκριτικῇ.
⟨
(Thrasyb.) [n° 034 Fichtner] [GalLat]
Thrasybulus sive utrum medicinae sit an gymnasticae hygiene
Πρὸς Θρασύβουλον βιβλίον, πότερον ἰατρικῆς ἢ γυμναστικῆς ἐστι τὸ ὑγιεινόν
Thrasybule ou Si l’hygiène relève de la médecine ou de la gymnastique
Thrasybulus (Thras.)
Ad Thrasybulum liber, utrum medicinae sit an gymnastices hygieine, 27, ed. Kühn, 1823, vol. 5, p. 806-898. urn:cts:greekLit:tlg0057.tlg033.verbatim-grc1
Helmreich, Marquardt, Müller, 1893.
Ad Thrasybulum liber, utrum medicinae sit an gymnastices hygieine, 1823, vol. 5, p. 806-898. urn:cts:greekLit:tlg0057.tlg033.verbatim-lat1
Englert, 1936 (deu); Singer, 1997 (eng); Nieto Ibañez, 2005 (spa).
Thrasybulus (sive utrum medicinae sit an gymnasticae hygieine), 27, ed. Helmreich, 1893. urn:cts:greekLit:tlg0057.tlg033.1st1K-grc1:27
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩