Galenus. Thrasybulus sive utrum medicinae sit an gymnasticae hygiene (Thrasyb.) [n° 034 Fichtner] [GalLat]

Πρὸς Θρασύβουλον βιβλίον, πότερον ἰατρικῆς ἢ γυμναστικῆς ἐστι τὸ ὑγιεινόν
Thrasybule ou Si l’hygiène relève de la médecine ou de la gymnastique
Thrasybulus (Thras.)
Ad Thrasybulum liber, utrum medicinae sit an gymnastices hygieine, 28, ed. Kühn, 1823, vol. 5, p. 806-898. urn:cts:greekLit:tlg0057.tlg033.verbatim-grc1
Helmreich, Marquardt, Müller, 1893.
Ad Thrasybulum liber, utrum medicinae sit an gymnastices hygieine, 1823, vol. 5, p. 806-898. urn:cts:greekLit:tlg0057.tlg033.verbatim-lat1
Englert, 1936 (deu); Singer, 1997 (eng); Nieto Ibañez, 2005 (spa).

Thrasybulus (sive utrum medicinae sit an gymnasticae hygieine), 28, ed. Helmreich, 1893. urn:cts:greekLit:tlg0057.tlg033.1st1K-grc1:28

Ἐπεὶ τοίνυν πολυειδῶς ἀποδέδεικται τὸ μὴ δεῖν κρίνειν τὰς τέχνας ταῖς κατὰ μέρος ἐνεργείαις ἀλλ’ εἰς τὰς καθόλου τε καὶ πλησίον τοῦ τέλους ἀνάγειν, εἶτ’ αὐτῶν ἐκείνων πειρᾶσθαι διορίζειν τὸ τέλος, ἑξῆς ἴδωμεν, || εἰ καὶ περὶ τὰς ὕλας αὐτῶν ὁμοίως ἔχει. φαίνεται γοῦν ὕλη τε μία πολλαῖς ὑποβεβλημένη τέχναις καὶ τέχνη μία παμπόλλαις ὕλαις χρωμένη. ξύλον μὲν γὰρ ὕλη κοινὴ καὶ ναυπηγῷ καὶ τέκτονι καὶ μηχανοποιῷ καὶ οἰκοδόμῳ καὶ ἄλλοις μυρίοις καὶ πηλὸς δὲ πολλῶν τεχνῶν ἐστιν ὕλη καὶ λίθοι καὶ τἆλλα σύμπαντα. ἰατρικῆς δ’ αὖ τέχνης μιᾶς οὔσης ὗλαι μυρίαι, τό τε σῶμα αὐτὸ τὸ τὴν ὑγίειαν δεχόμενον ἐδέσματά τε καὶ πόματα καὶ φάρμακα σύμπαντα καὶ διαιτήματα. ταυτὶ μὲν οὖν ἰατρῶν ὗλαι, τὸ σῶμα δ’ ὡς ἐξ οὗ τὸ τέλος ἢ ἐν ᾧ. δῆλον οὖν, ὡς οὐδ’ ἐκ τῶν ὑλῶν χρὴ κρίνειν τὰς τέχνας. οὐδὲ γὰρ εἴ τις ἑτέρας μὲν τὰς κοινὰς ὕλας καὶ ὡς ἂν εἴποι τις κατὰ συμβεβηκός, ἑτέρας δὲ τὰς οἰκείας τε καὶ προσεχεῖς ὑποθέμενος ἑκάστῃ τῶν τεχνῶν, ᾗ μέν ἐστι φυσικὸν σῶμα τὸ ἡμέτερον, ὕλην αὐτὸ φαίη τῆς φυσικῆς ἐπιστήμης ὑπάρχειν, ᾗ δ’ ὑγιαστόν ἐστι, τῆς ἰατρικῆς, ᾗ δ’ εὐεκτικὸν ἢ εὐεξίας δεκτικόν, τῆς γυμναστικῆς, οὐδ’ οὕτως ἑτέρῳ τινὶ πλὴν τῷ τέλει || διακρίνει τὰς τέχνας· τὸ γὰρ ὑγιαστὸν τόδε τι λέγειν σῶμα γιγνώσκοντός ἐστιν ἤδη τὸ τέλος. οὐ μὴν οὐδ’ εἰ τοῖς θεωρήμασι διακρίνει τις τὰς τέχνας, ἑτέρωθέν ποθεν ἄρχεται, τῇ δυνάμει τοῦ τέλους· τὰ γὰρ οἰκεῖα τῶν τεχνῶν ἑκάστης θεωρήματα τὸ τέλος ὁρίζει τε καὶ κρίνει. ταῦτα γοῦν οἰκεῖα τῆς τέχνης ἐστίν, ἃ γιγνώσκων τις εἰς τὸ τέλος ὠφελεῖται· καὶ γραμματικῆς δὲ καὶ μουσικῆς καὶ τεκτονικῆς καὶ τῶν ἄλλων ἑκάστης ὅσα μὲν ἂν ἢ αὐτὸ τὸ τέλος ἄντικρυς ἢ αὐτὸ τὸ βέλτιον ἢ τὸ θᾶττον ἐν αὐτῷ δύνηται παρέχειν, οἰκεῖα τῆς τέχνης ἐστίν, ὅσα δ’ οὐδὲν ὠφελεῖ πρὸς τὴν τοῦ τέλους ποίησιν, οὐκ οἰκεῖα.

Cliquer un n° de page pour en afficher l’image