Galenus. Thrasybulus sive utrum medicinae sit an gymnasticae hygiene (Thrasyb.) [n° 034 Fichtner] [GalLat]

Πρὸς Θρασύβουλον βιβλίον, πότερον ἰατρικῆς ἢ γυμναστικῆς ἐστι τὸ ὑγιεινόν
Thrasybule ou Si l’hygiène relève de la médecine ou de la gymnastique
Thrasybulus (Thras.)
Ad Thrasybulum liber, utrum medicinae sit an gymnastices hygieine, 29, ed. Kühn, 1823, vol. 5, p. 806-898. urn:cts:greekLit:tlg0057.tlg033.verbatim-grc1
Helmreich, Marquardt, Müller, 1893.
Ad Thrasybulum liber, utrum medicinae sit an gymnastices hygieine, 1823, vol. 5, p. 806-898. urn:cts:greekLit:tlg0057.tlg033.verbatim-lat1
Englert, 1936 (deu); Singer, 1997 (eng); Nieto Ibañez, 2005 (spa).

Thrasybulus (sive utrum medicinae sit an gymnasticae hygieine), 29, ed. Helmreich, 1893. urn:cts:greekLit:tlg0057.tlg033.1st1K-grc1:29

Πανταχόθεν οὖν ὁ λόγος ἐπὶ τὸ τέλος ἔρχεσθαι κελεύει καὶ τούτῳ κρίνειν τὰς τέχνας· διὰ τοῦτο γὰρ ἐν ταῖς ἐνεργείαις ταῖς καθόλου καὶ τοῖς οἰκείοις θεωρήμασι καὶ ταῖς ἀρχαῖς 〈διαλλάττουσιν〉. ἐξαλλάττονται γὰρ οὖν καὶ αἵδε κατὰ τὰ τέλη τῶν τεχνῶν. ἡ γὰρ ὑγίεια τὸ τέλος ἐστίν, ἐν θερμοῖς δ’ αὕτη καὶ ψυχροῖς καὶ ξηροῖς καὶ ὑγροῖς. || ἐν τούτοις δηλονότι καὶ ἡ τῆς ὕλης ἀρχὴ καὶ ἡ τῆς θεωρίας ἀρχὴ περὶ τὴν τούτου γνῶσιν, ἀλλ’ οὐχ ὡσαύτως ἰατρῷ τε καὶ φυσικῷ. καὶ τοῦτο δ’ αὐτὸ τὸ οὐχ ὡσαύτως ἀπὸ τοῦ τέλους τῶν ἐπιστημῶν ἐγνώσθη τε καὶ διεκρίθη καὶ προσηκόντως ἀεὶ τὸ τέλος ὁ λόγος ἐξευρίσκει κανόνα τε καὶ κριτήριον ἁπάντων τῶν κατὰ τὰς τέχνας. ἡ γάρ τοι σύστασις ἁπάσης τέχνης τὴν ἀρχὴν ἐντεῦθεν εἴληφεν. οὔτε γὰρ ἰατρικὴν ἄν τις ἔσπευσε συστήσασθαι, μὴ προποθέσας ὑγιείας, οὔτ’ οἰκοδομικήν, εἰ μὴ κἀνταῦθα οἰκίας ὠρέχθη, οὔθ’ ὑφαντικήν, εἰ μὴ πρότερον ἐσθῆτος. ἀλλὰ μὴν καὶ ἡ τὰς τέχνας ἁπάσας συνιστᾶσα τὴν ἀρχὴν ἐντεῦθεν εἴληφεν. ἐπιδέδεικται δ’ ἑτέρωθι, πῶς ἄν τις ὑποκειμένου τοῦ τέλους τὴν τέχνην αὐτοῦ κατὰ μέθοδον ἐξευρίσκοι, καὶ χρὴ πρότερον ἐν ἐκείνῳ γυμνάσασθαι τῷ λόγῳ τὸν ἀκριβῶς θέλοντα τοῖς ἐνεστῶσιν ἀκολουθεῖν. εἴσεται γὰρ ἐναργῶς ὑπὸ μίαν τε καὶ τὴν αὐτὴν θεωρίαν ἄμφω πίπτοντα τὰ μόρια τὸ ὑγιεινὸν καὶ τὸ θεραπευτικόν. ἐγὼ δ’ ἂν εἰς τόδε τὸ γράμμα πάντα μεταφέρων τὰ || δι’ ἑτέρων ἐπὶ πλεῖστον ἠκριβωμένα λάθοιμ’ ἂν ἐμαυτὸν ὑπὲρ τὰς Μενεμάχου καὶ Μηνοδότου βίβλους ἀποτείνας αὐτό.

Cliquer un n° de page pour en afficher l’image