Galenus. Thrasybulus sive utrum medicinae sit an gymnasticae hygiene (Thrasyb.) [n° 034 Fichtner] [GalLat]

Πρὸς Θρασύβουλον βιβλίον, πότερον ἰατρικῆς ἢ γυμναστικῆς ἐστι τὸ ὑγιεινόν
Thrasybule ou Si l’hygiène relève de la médecine ou de la gymnastique
Thrasybulus (Thras.)
Ad Thrasybulum liber, utrum medicinae sit an gymnastices hygieine, 32, ed. Kühn, 1823, vol. 5, p. 806-898. urn:cts:greekLit:tlg0057.tlg033.verbatim-grc1
Helmreich, Marquardt, Müller, 1893.
Ad Thrasybulum liber, utrum medicinae sit an gymnastices hygieine, 1823, vol. 5, p. 806-898. urn:cts:greekLit:tlg0057.tlg033.verbatim-lat1
Englert, 1936 (deu); Singer, 1997 (eng); Nieto Ibañez, 2005 (spa).

Thrasybulus (sive utrum medicinae sit an gymnasticae hygieine), 32, ed. Helmreich, 1893. urn:cts:greekLit:tlg0057.tlg033.1st1K-grc1:32

Ἰώ, φασί τινες ἐπὶ τούτοις, ἀλλ’ οὐχ, ὡς ἂν ἐγὼ φάναι βουληθῶ, διαιρεῖσθαι χρὴ περὶ τῶν ὀνομάτων, ἀλλ’ ὡς ὀρθῶς ἔχει διελθεῖν. αὖθις οὖν ἡμῖν ἐστι καὶ τούτοις ἀποκριτέον ὡδί πως· εἰ μέλλεις μνημονεύειν, ὦ οὗτος, ὡς οὐκέτι περὶ πραγμάτων ἡ σκέψις, ἀλλ’ ἐξήγησιν ὀνομάτων μοι προβέβληκας, οὐδὲ τοῦτ’ ἀναδύομαι. φημὶ δή σοι καθόλου περὶ τῶν ὀνομάτων οὐ μόνον τούτων ἀλλὰ καὶ τῶν ἄλλων ἀπάντων οὐδὲν ἔχειν εἰπεῖν σοφόν, ἀλλ’ εἴτ’ ἐκ τῆς τῶν Ἀσσυρίων εἴη φωνῆς τοὔνομα, παρὰ τῶν Ἀσσυρίων αὐτῶν μανθάνειν χρῆναι τὸ πρᾶγμα, καθ’ οὗ τὸ ὄνομα λέγουσιν, εἴτ’ ἐκ τῆς τῶν Περσῶν ἢ Ἰνδῶν ἢ Ἀράβων ἢ Αἰθιόπων ἢ ὅλως ὡντινωνοῦν, ἐκείνων πυνθάνεσθαι. τὸ γὰρ ὄνομα ῥηθὲν αὐτὸ καθ’ αὑτὸ μόνον οὐδὲν ἐνδείκνυται. τὸ μὲν οὖν ἐμὸν ἀκήκοας. εἰσὶ δ’ οἳ λέγουσιν ἐνδείκνυσθαι σφίσι τοὔνομα καὶ τούτους ἐγὼ || πάμπολλα συναθροίσας ὀνόματα Κελτῶν καὶ Θρᾳκῶν καὶ Μυσῶν καὶ Φρυγῶν ἐκέλευον ἐφ’ ἑκάστου λέγειν τὸ δηλούμενον πρᾶγμα· τῶν δ’ ἐν τῇ τῶν Ἑλλήνων φωνῇ μόνῃ δύνασθαι τοῦτο ποιεῖν εἰπόντων, ἑξῆς προὔτεινα λιμένα· τῶν δ’ εἰπόντων, ἵναπερ αἱ νῆες ὁρμοῦσιν, ἀλλὰ Θετταλούς γ’ ἔφην τὴν ὑφ’ ἡμῶν προσαγορευομένην ἀγορὰν οὕτως ὀνομάζειν. οἱ δ’ ἠρνοῦντο τὴν τῶν Θετταλῶν ἐπίστασθαι διάλεκτον, ὥσπερ οὐκ αὐτὸ δὴ τοῦθ’ ὁμολογοῦντες, ὅπερ ἐξ ἀρχῆς ἐλέγετο, μηδὲν τῶν ὀνομάτων, ἐφ’ οὗ κεῖται πράγματος, ἄλλως δύνασθαι μαθεῖν ἢ παρ’ αὐτῶν τῶν θεμένων διδαχθέντα. πρὸς μὲν δὴ τοὺς οὕτως ἐμπλήκτους ἕτερός μοι γέγραπται λόγος ἰδίᾳ, τῷ δὲ τὰ πράγματ’ αὐτὰ μαθεῖν ἐθέλοντι μάλιστά τε καὶ πρῶτα καὶ τοῦθ’ ὡς ἔργον χρηστὸν σπουδάζοντι, τὰ δ’ ἐπ’ αὐτοῖς ὀνόματα τῆς πρὸς ἀλλήλους ἕνεκα διαλέκτου μαθεῖν ἐπιποθοῦντι τὴν τῶν Ἑλλήνων ἐξηγήσομαι χρῆσιν οὐδ’ οὖν τούτων ἁπάντων ἐπὶ πᾶσιν ὀνόμασιν — τουτὶ μὲν γὰρ ἑρμηνευτικῆς τινός ἐστιν || ἢ γραμματικῆς ἐμπειρίας — ἀλλὰ τῶν Ἀττικῶν μὲν μάλιστα, δεύτερον δ’ ἤδη καὶ τῶν Ἰωνικῶν ἔχειν ἐμπειρίαν ὁμολογήσω τινὰ καὶ τῶν Δωρικῶν ὀνομάτων ὥσπερ γε καὶ τῶν Αἰολικῶν. ἀλλ’ ἐν ταύταις μὲν ταῖς διαλέκτοις ἀγνοεῖν μᾶλλον ἢ γιγνώσκειν τὰ πλεῖστα, τῆς Ἀτθίδος δ’ αὗ γιγνώσκειν τὰ πλείω ἢ ἀγνοεῖν ὁμολογήσαιμ’ ἄν. εἰ δὲ βούλει σὺ καὶ περὶ τῶν ὀνομάτων εἰπεῖν, Ὅμηρος μὲν οὕτω φησίν· ἰητρὸς γὰρ ἀνὴρ πολλῶν ἀντάξιος

ἄλλων ἰούς τ’ ἐκτάμνειν ἐπί τ’ ἤπια φάρμακα πάσσειν
.
ἑτέρωθι δέ φησι· φάρμακα, πολλὰ μὲν ἐσθλὰ μεμιγμένα, πολλὰ δὲ λυγρά·

ἰητρὸς δὲ ἕκαστος ἐπιστάμενος περὶ πάντων
ὡς τῆς ἰατρικῆς τέχνης ἰωμένης τὰ κάμνοντα σώματα διά τε φαρμάκων καὶ χειρουργίας.

Cliquer un n° de page pour en afficher l’image