Καὶ εἴ τις, ὅπερ καὶ πρόσθεν εἶπον, αὐτὸ δὴ τοῦτο γιγνώσκων, ὅτι μὴ [καὶ] περὶ πράγματος ὁ λόγος ἀλλ’ ὀνόματός ἐστιν, ἐμὲ κελεύσειεν ἀποφαίνεσθαί τι καὶ περὶ τοῦδε, βέλτιον ὀνομάζειν ἐρῶ τοὺς δύο τὰ πρῶτα μόρια φάσκοντας τῆς ὅλης τέχνης ὑγιεινόν τε καὶ θεραπευτικόν, εἴ γ’ ἐν ταῖς μεθόδοις ταῖς διαιρετικαῖς ἐμάθομεν || ἀντιδιαιρεῖν ἀλλήλοις ὁμογενῆ πράγματα. τῷ γάρ, εἰ τύχοι, τῶν ζῴων εἰπόντι τὰ μὲν ἐναέρια, τὰ δ’ ἔνυδρα προσθεῖναι τούτοις τὰ λογικὰ προφανῶς ἄτοπον. ἡ μὲν γὰρ προτέρα διαίρεσις ἔμπυρά τε καὶ ἔγγεια προσκεῖσθαι ποθεῖ· ταῦτα γὰρ ἀνάλογόν ἐστι τοῖς ἐναερίοις τε καὶ ἐνύδροις· ἡ δ’ αὖ δευτέρα τοῖς λογικοῖς ἀντιδιαιρεῖσθαι βούλεται τὰ ἄλογα, κατὰ ταὐτὰ δὲ καὶ τῷ μὲν θνητῷ τὸ ἀθάνατον, ἀγρίῳ δὲ τὸ ἥμερον καὶ πεζῷ τὸ πτηνὸν καὶ τὸ νηκτόν· ἐσχάτη γὰρ ἀτοπία τῶν ζῴων, εἰ τύχοι, τὰ μὲν ἀθάνατα λέγειν εἶναι, τὰ δὲ πεζά, τὰ δὲ δίποδα. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐπὶ τῆς περὶ τὸ σῶμα τέχνης εἴ τις ἐθέλοι τέμνων ἐξευρίσκειν τὰ μόρια, τὸ μὲν τοὺς νοσοῦντας ἰώμενον ἰατρικῆς τέχνης λεχθήσεται, τὸ δὲ τῶν ὑγιαινόντων προνοούμενον ὑγιεινῆς. καὶ τούτου γ’ ἔτι κάλλιον, ὡς ἡμεῖς ἔμπροσθεν ἐλέγομεν, τῆς περὶ τὸ σῶμα τέχνης ἐπανορθωτικῆς τινος οὔσης τὸ μὲν κατὰ μεγάλα τὴν ἐπανόρθωσιν ποιούμενον ἰατικόν τε καὶ ἰατρικὸν ὀνομασθήσεται, τὸ δὲ κατὰ σμικρὰ καὶ διὰ τοῦτο λανθάνον, εἰ || τὴν ἀρχὴν ἐπανορθοῦται, φυλακτικόν. ἔτι δὲ κάλλιον ὀνομάσεις ἀπὸ τῶν ὑλῶν αὐτά, νοσερὸν μὲν τὸ ἕτερον, ὑγιεινὸν δὲ θάτερον. εἰ δ’ αὖ πάλιν ἐθέλοις τέμνειν τὸ ὑγιεινὸν ἢ φυλακτικόν — εἴρηται γάρ, ὡς ἑκατέρως ἐγχωρεῖ προσαγορεύειν — ἀπὸ μὲν τῆς ὑποκειμένης ὕλης εἰς τρία τεμεῖς, ὡς ἔμπροσθεν εἴρηται, τό τ’ ἀναληπτικὸν ὀνομαζόμενον καὶ τὸ κατ’ εἶδος ὑγιεινὸν καὶ πρὸς τούτοις τὸ εὐεκτικόν. ὑποβέβληται γὰρ ἡ ἴδιος ἑκάστῳ τῶν εἰρημένων ὕλη, τῷ μὲν τὸ κατὰ σχέσιν ὑγιαῖνον σῶμα, τῷ δὲ τὸ καθ’ ἕξιν, τῷ τρίτῳ δὲ τὸ καλούμενον εὐεκτικόν· συμβέβηκε γὰρ ὁμωνύμως λέγεσθαι τοῖς μορίοις τῆς τέχνης αὐτὰ τὰ σώματα. κατὰ δὲ τὰς ὕλας τῶν βοηθημάτων εἴπερ ἡ τομή σοι γίγνοιτο, τετραχῇ διαιρήσεις τὴν φυλακτικήν τε καὶ ὑγιεινὴν ταύτην τέχνην. ἔσται γὰρ αὐτῆς ἡ μὲν ἐν προσφερομένοις, ἡ δ’ ἐν ποιουμένοις, ἡ δ’ ἐν κενουμένοις, ἡ δ’ ἐν τοῖς ἔξωθεν προσπίπτουσιν ἀναστρεφομένη· διὰ τούτων γὰρ ἡ ὑγίεια φυλάττεται. τὸ μὲν οὖν ἐν τοῖς προσφερομένοις τῆς ὑγιεινῆς τέχνης μέρος ἐδεσμάτων τ’ ἐστὶ καὶ πομάτων || ἐπιστήμη τῶν εἰς ὑγιείας φυλακὴν ἀνηκόντων, τὸ δ’ ἐν τοῖς κενουμένοις ἱδρώτων τε καὶ διαχωρημάτων οὔρων τε καὶ ὅλως ἁπάντων τῶν ἐκ τοῦ σώματος ἡμῶν ἐκκενοῦσθαι δεομένων, τὸ δὲ τῶν ἔξωθεν προσπιπτόντων, ἀέρος ὕδατος, ἅλμης θαλάττης, ἐλαίου τῶν τ’ ἄλλων ἁπάντων τῶν τοιούτων. ἔτι δὲ τὸ τέταρτόν τε καὶ λοιπὸν ὅπερ ἐν τοῖς ποιουμένοις ἐτέτακτο μέρος τῆς τέχνης ἐν γυμνασίοις ἐστὶ καὶ τοῖς καλουμένοις ἐπιτηδεύμασι. καὶ γὰρ ἐγρήγορσις καὶ ἀγρυπνία καὶ ὕπνος καὶ ἀφροδίσιά τε καὶ θυμὸς καὶ φροντὶς καὶ λουτρὸν ἐκ τούτου τοῦ γένους ἐστὶ καὶ χρὴ διαγιγνώσκειν τὸν ὑγιεινὸν ἑκάστου τῶν εἰρημένων ποσότητά τε καὶ ποιότητα καὶ καιρόν.
⟨
(Thrasyb.) [n° 034 Fichtner] [GalLat]
Thrasybulus sive utrum medicinae sit an gymnasticae hygiene
Πρὸς Θρασύβουλον βιβλίον, πότερον ἰατρικῆς ἢ γυμναστικῆς ἐστι τὸ ὑγιεινόν
Thrasybule ou Si l’hygiène relève de la médecine ou de la gymnastique
Thrasybulus (Thras.)
Ad Thrasybulum liber, utrum medicinae sit an gymnastices hygieine, 40, ed. Kühn, 1823, vol. 5, p. 806-898. urn:cts:greekLit:tlg0057.tlg033.verbatim-grc1
Helmreich, Marquardt, Müller, 1893.
Ad Thrasybulum liber, utrum medicinae sit an gymnastices hygieine, 1823, vol. 5, p. 806-898. urn:cts:greekLit:tlg0057.tlg033.verbatim-lat1
Englert, 1936 (deu); Singer, 1997 (eng); Nieto Ibañez, 2005 (spa).
Thrasybulus (sive utrum medicinae sit an gymnasticae hygieine), 40, ed. Helmreich, 1893. urn:cts:greekLit:tlg0057.tlg033.1st1K-grc1:40
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩