Galenus. Thrasybulus sive utrum medicinae sit an gymnasticae hygiene (Thrasyb.) [n° 034 Fichtner] [GalLat]

Πρὸς Θρασύβουλον βιβλίον, πότερον ἰατρικῆς ἢ γυμναστικῆς ἐστι τὸ ὑγιεινόν
Thrasybule ou Si l’hygiène relève de la médecine ou de la gymnastique
Thrasybulus (Thras.)
Ad Thrasybulum liber, utrum medicinae sit an gymnastices hygieine, 45, ed. Kühn, 1823, vol. 5, p. 806-898. urn:cts:greekLit:tlg0057.tlg033.verbatim-grc1
Helmreich, Marquardt, Müller, 1893.
Ad Thrasybulum liber, utrum medicinae sit an gymnastices hygieine, 1823, vol. 5, p. 806-898. urn:cts:greekLit:tlg0057.tlg033.verbatim-lat1
Englert, 1936 (deu); Singer, 1997 (eng); Nieto Ibañez, 2005 (spa).

Thrasybulus (sive utrum medicinae sit an gymnasticae hygieine), 45, ed. Helmreich, 1893. urn:cts:greekLit:tlg0057.tlg033.1st1K-grc1:45

Μία τῶν τοιούτων ἐστὶ τεχνῶν καὶ ἡ περὶ τὰ παλαίσματα — καλῶμεν δ’ αὐτήν, εἰ βούλει, παιδοτριβικήν — αὕτη μὲν οὐδ’ ἐπαΐουσα τῶν πρὸς ὠφέλειάν τε καὶ βλάβην τοῦ σώματος, εὐσχήμονας δὲ καὶ πολυειδεῖς καὶ καταβλητικὰς καὶ ἀπόνους ἐξευρίσκουσα λαβάς θ’ ἅμα καὶ || κινήσεις οὐδὲν ἧττον τῆς ὀρχηστικῆς. ἀλλ’ ἐκείνη μὲν οὐκ ἀντιποιεῖται τῆς περὶ τὸ σῶμα θεραπείας· ἡ παιδοτριβικὴ δ’ οὐκ οἶδ’ ὅπως ὑπ’ ἀναισθησίας ἐσχάτης οἷον ἔμπληκτός τις οἰκέτης ἐπανίσταται δεσπότῃ χρηστῷ, τῇ γυμναστικῇ, καθάπερ εἰ καί τις ὁπλίτης ἢ ἱππεὺς ἢ τοξότης ἢ σφενδονήτης ἢ ἀκοντιστὴς ἀντιλέγοι τῷ στρατηγῷ παρατάττοντί τε καὶ ὁπλίζοντι καὶ πρὸς τὸν πόλεμον ἐξάγοντι καὶ αὖθις ἡσυχάζειν κελεύοντι· μαίνοιτο γὰρ ἄν που κἀκεῖνος, εἰ τὸν στρατηγὸν εἰς τὰς κατὰ μέρος ἐνεργείας προκαλούμενος, εἶτα βελτίων εὑρισκόμενος ἢ κοινωνεῖν ἀξιοῖ τῆς ἀρχῆς ἢ μέρος ἀποφαίνοι τὴν αὑτοῦ τέχνην τῆς στρατηγικῆς. μαίνοιτο δ’ ἂν οὐδὲν ἧττον, οἶμαι, καὶ ὁ παιδοτρίβης ἢ κοινωνεῖν γυμναστικῆς ἢ μέρος ἔχειν αὐτῆς οἰόμενος· ὑπηρέτης γάρ ἐστι μόνον, ὥσπερ γ’ ὁ στρατιώτης τῆς στρατηγικῆς, οὕτω καὶ ὁ παιδοτρίβης [αὐτὸς γάρ], ᾖ μὲν γυμνάζει, τῆς γυμναστικῆς, ᾗ δ’ ἀσκεῖ τέχνην παλαισμάτων, ἑτέρας αὗ τινός ἐστιν ἐπιτηδεύσεως ὑπηρέτης, ἣν ἐγὼ μὲν ὀνομάζω || καταβλητικήν, οὐ μήν γ’ αὑτοὺς οὕτω καλοῦσιν οἱ τοὺς ἀθλητὰς ἀσκοῦντες, ἀλλὰ γυμναστὰς ὀνομάζουσι. καί τοι κατά γε τὴν ἀλήθειαν ἕτερον μέν ἐστι παιδοτριβικὴ καθάπερ ἡ τοξευτική, καταβλητικὴ δ’ οἷόνπερ ἡ στρατηγική, γυμναστικὴ δ’ οἷον ἡ ἰατρική, καὶ διτταῖς ὑπηρετεῖ τέχναις ἐφεστώσαις ἑκάστη τῶν τοιούτων. οὕτω γὰρ καὶ ἡ σκυτοτομικὴ τὸ μὲν ὡς στρατιώτῃ τῷδέ τινι χρηστὸν ὑπόδημα παρὰ τῆς στρατηγικῆς ἐκδιδάσκεται, τὸ δ’ ὡς εἰς ὑγίειαν ἐπιτήδειον ὑπὸ τῆς περὶ τὸ σῶμα τέχνης ἐργάζεσθαι κελεύεται. ὡσαύτως δὲ καὶ ἡ μαγειρικὴ τὸ μὲν εἰς ὑγίειαν ὄψον ἰατρῷ τε καὶ ὑγιεινῷ παρασκευάζει, τὸ δ’ εἰς ἡδονὴν τέχνῃ μὲν οὐκέτι τοῦτό γ’ οὐδεμιᾷ, κολακείᾳ δέ τινι τὸ τέλος οὐ τὴν ὑγίειαν, ἀλλὰ τὴν ἡδονὴν πεποιημένῃ. καὶ δὴ οὖν καὶ ⟨ἡ⟩ παλαιστικὴ τὸ μὲν εἰς ὑγίειαν χρηστὸν ὑγιεινοῖς τε καὶ γυμνασταῖς παρασκευάζει, τὸ δ’ εἰς διάθεσιν ἀθλητικὴν ἐκείνῃ τῇ κακοτεχνίᾳ τῇ πολλάκις εἰρημένῃ, τῇ καλούσῃ μὲν ἑαυτὴν γυμναστικήν, κάλλιον δ’ ἂν ὀνομασθείη καταβλητική. καὶ γὰρ οὖν καὶ ὀνομάζουσιν αὐτὴν οἱ Λάκωνες καββαλικὴν καὶ καββαλικώτερον ἑαυτῶν || γέ φασιν εἶναι τὸν ἐν ταύτῃ τεθραμμένον, οὐκ ἰσχυρότερον.

Cliquer un n° de page pour en afficher l’image