Ὅπου γε καὶ ἡ ὑγιαίνουσα πολιτεία μισεῖ τοῦτο τὸ ἐπιτήδευμα καὶ βδελύττεται, πάσης μὲν τῆς εἰς τὸν βίον ἰσχύος ἀνατρεπτικὸν ὑπάρχον, εἰς οὐκ ἀγαθὴν δὲ τοῦ σώματος ἄγον διάθεσιν. ἐγὼ γοῦν ἐπειράθην ἐμαυτοῦ πολλάκις ἰσχυροτέρου τῶν ἀρίστων εἶναι δοκούντων καὶ πολλοὺς στεφανίτας ἀγῶνας ἀνῃρημένων ἀθλητῶν. ἔν τε γὰρ ὁδοιπορίαις ἁπάσαις ἄχρηστοι τελέως ἦσαν ἔν τε [ταῖς] πολεμικαῖς πράξεσιν, ἔτι δὲ μᾶλλον ἐν πολιτικαῖς τε καὶ γεωργικαῖς, εἰ δέ που καὶ φίλῳ νοσοῦντι παραμεῖναι δέοι, πάντων ἀχρηστότατοι συμβουλεῦσαί τε καὶ συσκέψασθαι καὶ συμπρᾶξαι, ταύτῃ μέν, ᾗπέρ γε καὶ οἱ σύες. ἀλλ’ ὅμως οἱ τούτων ἀτυχέστατοι καὶ μηδεπώποτε νικήσαντες ἐξαίφνης ἑαυτοὺς ὀνομάζουσι γυμναστάς, εἶτ’ οἶμαι καὶ κεκράγασιν οὐδὲν ἦττον τῶν συῶν ἐκμελεῖ καὶ βαρβάρῳ φωνῇ. τινὲς δ’ αὐτῶν καὶ γράφειν ἐπιχειροῦσιν || ἢ περὶ τρίψεως ἢ εὐεξίας ἢ ὑγιείας ἢ γυμνασίων, εἶτα προσάπτεσθαι τολμῶσι καὶ ἀντιλέγειν οἷς οὐδ’ ὅλως ἔμαθον, οἷος καὶ ὁ πρώην μὲν Ἱπποκράτει ἐγκαλῶν ὡς οὐκ ὀρθῶς ἀποφηναμένῳ περὶ τρίψεως. ἐπεὶ δ’ ἡμᾶς ἀφικομένους ἠξίωσάν τινες τῶν παρόντων ἰατρῶν τε καὶ φιλοσόφων ἅπαντα διελθεῖν αὐτοῖς τὸν λόγον, εἶτ’ ἐφαίνετο ἁπάντων πρῶτος ὑπὲρ αὐτῆς Ἱπποκράτης ἀποφηνάμενος ἄριστα, παρελθὼν εἰς τὸ μέσον ἐξαίφνης ὁ αὐτοδίδακτος ἐκεῖνος γυμναστὴς ἐκδύσας παιδάριον ἐκέλευσεν ἡμᾶς τρίβειν τε τοῦτο καὶ γυμνάζειν ἢ σιωπᾶν περὶ τρίψεως καὶ γυμνασίων, εἶτ’ ἐφεξῆς ἐβόα· ποῦ γὰρ Ἱπποκράτης εἰσῆλθεν εἰς σκάμμα; ποῦ δ’ εἰς παλαίστραν; ἴσως οὐδ’ ἀναχέασθαι καλῶς ἠπίστατο. οὗτος μὲν οὖν ἐκεκράγει τε καὶ ἄλλως οὐδὲ σιωπῶν ἀκούειν ἐδύνατο καὶ μανθάνειν τὰ λεγόμενα, ἡμεῖς δὲ κατὰ σχολὴν τοῖς παροῦσι διελέχθημεν, ὡς ὅμοιον ὁ κακοδαίμων ἐκεῖνος ἐργάζοιτο μαγείρῳ τε καὶ σιτοποιῷ περὶ πτισάνης ἢ ἄρτου διαλέγεσθαι τολμῶντι κἄπειτα || φάσκοντι· ποῦ γὰρ Ἱπποκράτης ἐν μαγειρείῳ διέτριψεν ἢ ἐν μυλῶνι; σκευασάτω γοῦν μοι πλακοῦντα καὶ ἄρτον καὶ ζωμὸν καὶ λοπάδα, ἔπειθ’ οὕτως ὑπὲρ αὐτῶν διαλεγέσθω.
⟨
(Thrasyb.) [n° 034 Fichtner] [GalLat]
Thrasybulus sive utrum medicinae sit an gymnasticae hygiene
Πρὸς Θρασύβουλον βιβλίον, πότερον ἰατρικῆς ἢ γυμναστικῆς ἐστι τὸ ὑγιεινόν
Thrasybule ou Si l’hygiène relève de la médecine ou de la gymnastique
Thrasybulus (Thras.)
Ad Thrasybulum liber, utrum medicinae sit an gymnastices hygieine, 46, ed. Kühn, 1823, vol. 5, p. 806-898. urn:cts:greekLit:tlg0057.tlg033.verbatim-grc1
Helmreich, Marquardt, Müller, 1893.
Ad Thrasybulum liber, utrum medicinae sit an gymnastices hygieine, 1823, vol. 5, p. 806-898. urn:cts:greekLit:tlg0057.tlg033.verbatim-lat1
Englert, 1936 (deu); Singer, 1997 (eng); Nieto Ibañez, 2005 (spa).
Thrasybulus (sive utrum medicinae sit an gymnasticae hygieine), 46, ed. Helmreich, 1893. urn:cts:greekLit:tlg0057.tlg033.1st1K-grc1:46
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩