Τί ποτ’ οὖν, φήσεις, ἰατροὺς ὀνομάζομεν Ἱπποκράτην τε καὶ τὸν ἀπ’ αὐτοῦ χορόν, εἴπερ οὐ κατὰ πάσης τῆς περὶ τὸ σῶμα τέχνης τοὔνομα φέρομεν, ἀλλὰ κατὰ μόνου τοῦ μέρους αὐτῆς, ὃ τοὺς κάμνοντας ἰᾶται; φαίνονται μὲν γὰρ ὅλην μεταχειρισάμενοι τὴν τέχνην, ὡς μηδὲ τὸ περὶ τὰ γυμνάσια μέρος αὐτῆς ἀπολιπεῖν. ὅτι πρώτου συστάντος ὅλης τῆς τέχνης μέρους τοῦ θεραπευτικοῦ, διότι καὶ μάλιστα κατήπειγεν, ὕστερον δὲ κατὰ πολλὴν σχολὴν αὐτῷ προστεθέντος τοῦ φυλακτικοῦ τε καὶ ὑγιεινοῦ προσαγορευομένου, τὴν ὅλην τέχνην ἀπὸ τοῦ μέρους ὀνομασθῆναι συνέβη, καθάπερ ἐπ’ ἄλλων πολλῶν ἐγένετο· καὶ γὰρ γεωμέτρας ὀνομάζομεν οὐ τοὺς περὶ τῶν ἐπιπέδων σχημάτων μόνον, ἀλλὰ καὶ τοὺς περὶ τῶν στερεῶν ἐπισταμένους οὐδ’ ἔστιν οὐδεὶς νῦν ὥσπερ γεωμέτρης οὕτω καὶ στερεομέτρης ὀνομαζόμενος, ἀλλ’ || ἐκλέλοιπε τοὔνομα, κα θάπερ καὶ τὸ τῶν ὑγιεινῶν, οὐ τῶν σωμάτων οὐδὲ τῶν διαιτημάτων λέγω τῶν ὑγιεινῶν, ἀλλὰ τῶν ἐπισταμένων ἀνδρῶν ταῦτα, τῶν ὑπ’ Ἐρασιστράτου τοῖς ἰατροῖς ἀντιδιῃρημένων. ὡσαύτως δὲ καὶ τριηράρχας μὲν ὠνόμαζον οἱ παλαιοὶ τοὺς ἄρχοντας τῶν τριήρων, νῦν δ’ ἤδη πάντας οὕτω καλοῦσι τοὺς ὁπωσοῦν ἡγουμένους στόλου ναυτικοῦ, κἂν μὴ τριήρεις ὦσιν αἱ νῆες. ὅμοιόν τι τούτῳ περὶ τὴν ἰατρικὴν ἐγένετο καὶ τοὺς ἰατρούς· ἀπὸ γὰρ τοῦ πρώτου συστάντος μέρους ὅλην τε τὴν περὶ τὸ σῶμα τέχνην ὀνομασθῆναι συνέβη τοῦ χρόνου προϊόντος ἰατρικὴν αὐτόν τε τὸν ἐπιστήμονα τῆς τέχνης ἰατρόν. οὔκουν οὐδ’ ἀπεικός ἐστιν ἐρωτηθέντα τινὰ νῦν, ἧστινός ἐστι τέχνης μέρος τὸ ὑγιεινόν, ἀποκρίνασθαι τῆς ἰατρικῆς· ἐκταθείσης γὰρ ἐπὶ πλέον τῆς προσηγορίας καὶ μηκέτι τὸ μέρος ἀλλ’ ὅλην τὴν περὶ τὸ σῶμα τέχνην σημαινούσης Ἱπποκράτης τε δικαίως καὶ οἱ νῦν ἅπαντες ἰατροὶ ὀνομάζονται· ἴσασι γὰρ μόρια τῆς τέχνης αὐτῆς δύο τὰ μέγιστα, θεραπευτικόν τε καὶ ὑγιεινόν. αὐτοῦ δ’ αὗ πάλιν τοῦ ὑγιεινοῦ μέρους ἴσασι τὸ γυμναστικόν, || ὡς καὶ πρόσθεν ἐπιδέδεικται. καθάπερ οὖν Ἱπποκράτης καὶ Διοκλῆς καὶ Πραξαγόρας καὶ Φιλότιμος καὶ Ἡρόφιλος ὅλης τῆς περὶ τὸ σῶμα τέχνης ἐπιστήμονες ἦσαν, ὡς δηλοῖ τὰ συγγράμματα αὐτῶν, οὕτως αὖ πάλιν οἱ περὶ Θέωνα καὶ Τρύφωνα τὴν περὶ τοὺς ἀθλητὰς κακοτεχνίαν μετεχειρίσαντο, καθάπερ αὖ καὶ τὰ τούτων δηλοῖ συγγράμματα, παρασκευήν τέ τι γυμνάσιον ὀνομαζόντων καὶ αὖθις ἕτερόν τι μερισμόν, ἔπειτ’ ἄλλο τι τέλειον, ἀποθεραπείαν δ’ ἄλλο, καὶ ζητούντων, εἴτε κατὰ τὴν τοιαύτην περίοδον ἀσκητέον ἐστὶ καὶ γυμναστέον τὸν ἀθλητὴν εἴτε κατ’ ἄλλον τινὰ τρόπον. ᾗ καὶ θαυμάζειν ἐπέρχεταί μοι τῶν νῦν τοὺς ἀθλητὰς γυμναζόντων, ὅταν ἀμφισβητούντων ἀκούσω μέρος εἶναι τῆς ἑαυτῶν τέχνης τὸ ὑγιεινόν. ὅπου γὰρ οὐδὲ τῆς ὄντως γυμναστικῆς μέρος ἐστὶν ἀλλ’ ἔμπαλιν ἐκείνη μέρος ὑγιεινοῦ, τί χρὴ περὶ τῆς τούτων κακοτεχνίας ἀμφιβάλλειν, ἢ μήτε μέρος ἐστὶν ὅλως τῆς περὶ τὸ σῶμα τέχνης ἐπιτηδεύματός τε προέστηκεν οὐχ ὑπὸ Πλάτωνος μόνον ἢ Ἱπποκράτους, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων ἰατρῶν τε καὶ φιλοσόφων ἀτιμαζομένου;
⟨
(Thrasyb.) [n° 034 Fichtner] [GalLat]
Thrasybulus sive utrum medicinae sit an gymnasticae hygiene
Πρὸς Θρασύβουλον βιβλίον, πότερον ἰατρικῆς ἢ γυμναστικῆς ἐστι τὸ ὑγιεινόν
Thrasybule ou Si l’hygiène relève de la médecine ou de la gymnastique
Thrasybulus (Thras.)
Ad Thrasybulum liber, utrum medicinae sit an gymnastices hygieine, 47, ed. Kühn, 1823, vol. 5, p. 806-898. urn:cts:greekLit:tlg0057.tlg033.verbatim-grc1
Helmreich, Marquardt, Müller, 1893.
Ad Thrasybulum liber, utrum medicinae sit an gymnastices hygieine, 1823, vol. 5, p. 806-898. urn:cts:greekLit:tlg0057.tlg033.verbatim-lat1
Englert, 1936 (deu); Singer, 1997 (eng); Nieto Ibañez, 2005 (spa).
Thrasybulus (sive utrum medicinae sit an gymnasticae hygieine), 47, ed. Helmreich, 1893. urn:cts:greekLit:tlg0057.tlg033.1st1K-grc1:47
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩